§16.2.24σιδώνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι, καθάπερ καὶ ὁ ποιητὴς δηλοῖ· πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν, ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας· ἐμπορικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον·
据传,西顿人精通多种手艺,并且是优秀的工艺家,正如诗人口中所揭示的那样;此外,他们还是天文学和算术方面的哲学家,这一切始于实用计算和夜间航海,因为这两座城市都具有商业和航海性质。
καθάπερ καὶ τῶν Αἰγυπτίων εὕρεμα γεωμετρίαν φασὶν ἀπὸ τῆς χωρομετρίας, ἣν ὁ Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις.
正如人们所说,几何学是埃及人的发明,源于尼罗河在泛滥时因混淆边界而导致的土地测量。
τοῦτο μὲν οὖν παρʼ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν, ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων· νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἔστιν ἐκ τούτων τῶν πόλεων·
因此,人们相信几何学是从埃及人那里传入希腊人的,而天文学和算术则是从腓尼基人那里传入的;而如今,从这些城市中也能获得其他所有哲学的极丰富知识。
εἰ δὲ δεῖ Ποσειδωνίῳ πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος.
如果必须相信波塞多尼乌斯,那么关于原子论的学说也是古老的,属于一位生活在特洛伊战争时代之前的西顿人莫科斯。
τὰ μὲν οὖν παλαιὰ ἐάσθω· καθʼ ἡμᾶς δὲ ἐκ Σιδῶνος μὲν ἔνδοξοι φιλόσοφοι γεγόνασι Βόηθός τε, ᾧ συνεφιλοσοφήσαμεν ἡμεῖς τὰ Ἀριστοτέλεια, καὶ Διόδοτος ἀδελφὸς αὐτοῦ· ἐκ Τύρου δὲ Ἀντίπατρος καὶ μικρὸν πρὸ ἡμῶν Ἀπολλώνιος ὁ τὸν πίνακα ἐκθεὶς τῶν ἀπὸ Ζήνωνος φιλοσόφων καὶ τῶν βιβλίων.
古老的事就此搁置吧;但在我们的时代,西顿出了一批著名的哲学家,包括博埃图斯(我们曾与他共同研究亚里士多德哲学)和他的兄弟狄奥多托斯;而泰尔则出了安提帕特,以及在我们前不久的阿波罗尼乌斯,他编制了自芝诺以来的哲学家及其著作的目录。
διέχει δὲ τῆς Σιδῶνος ἡ Τύρος οὐ πλείους τῶν διακοσίων σταδίων· ἐν δὲ τῷ μεταξὺ πολίχνιον Ὀρνίθων πόλις λεγομένη· εἶτα πρὸς Τύρῳ ποταμὸς ἐξίησι· μετὰ δὲ τὴν Τύρον ἡ Παλαίτυρος ἐν τριάκοντα σταδίοις.
泰尔距离西顿不超过二百斯塔德;两地之间有一座被称为“鸟城”的小镇;然后,在泰尔附近有一条河流注入;泰尔之后三十斯塔德是旧泰尔。
§16.2.25εἶθʼ ἡ Πτολεμαΐς ἐστι μεγάλη πόλις ἣν Ἄκην ὠνόμαζον πρότερον, ᾗ ἐχρῶντο ὁρμητηρίῳ πρὸς τὴν Αἴγυπτον οἱ Πέρσαι.
然后是普托勒迈斯,这是一座大城市,以前人们称之为阿克,波斯人曾用它作为进攻埃及的基地。
μεταξὺ δὲ τῆς Ἄκης καὶ Τύρου θινώδης αἰγιαλός ἐστιν ὁ φέρων τὴν ὑαλῖτιν ἄμμον· ἐνταῦθα μὲν οὖν φασι μὴ χεῖσθαι, κομισθεῖσαν εἰς Σιδῶνα δὲ τὴν χωνείαν δέχεσθαι·
在阿克和泰尔之间有一片沙质海岸,产出玻璃砂;据说在这里并不进行熔炼,而是运到西顿进行铸造。
τινὲς δὲ καὶ τοῖς Σιδωνίοις εἶναι τὴν ὑαλῖτιν ψάμμον ἐπιτηδείαν εἰς χύσιν, οἱ δὲ πᾶσαν πανταχοῦ χεῖσθαί φασιν.
但也有人说,对西顿人而言,这种玻璃砂也适合熔炼,而另一些人则说任何地方的任何沙子都可以熔炼。
ἤκουσα δʼ ἐν τῇ Ἀλεξανδρείᾳ παρὰ τῶν ὑαλουργῶν εἶναί τινα καὶ κατʼ Αἴγυπτον ὑαλῖτιν γῆν, ἧς χωρὶς οὐχ οἷόν τε τὰς πολυχρόους καὶ πολυτελεῖς κατασκευὰς ἀποτελεσθῆναι, καθάπερ καὶ ἄλλοις ἄλλων μιγμάτων δεῖν· καὶ ἐν Ῥώμῃ δὲ πολλὰ παρευρίσκεσθαί φασι καὶ πρὸς τὰς χρόας καὶ πρὸς τὴν ῥᾳστώνην τῆς κατασκευῆς, καθάπερ ἐπὶ τῶν κρυσταλλοφανῶν· ὅπου γε καὶ τρύβλιον χαλκοῦ πρίασθαι καὶ ἐκπωμάτιον ἔστιν.
我在亚历山大听玻璃工匠说,埃及也有一种玻璃土,没有它就无法制造出色彩斑斓且昂贵的玻璃制品,正如其他制造需要其他混合物一样;据说在罗马,人们在颜色和制造简便性方面也发明了许多方法,例如水晶般透明的器皿,在那里甚至用一枚铜币就能买到一个碗或一个小杯子。
§16.2.26̔ιστορεῖται δὲ παράδοξον πάθος τῶν πάνυ σπανίων κατὰ τὸν αἰγιαλὸν τοῦτον τὸν μεταξὺ τῆς τε Τύρου καὶ τῆς Πτολεμαΐδος.
据记载,在泰尔和普托勒迈斯之间的这片海岸上发生了一起极罕见、令人惊异的事件。
καθʼ ὃν γὰρ καιρὸν οἱ Πτολεμαεῖς μάχην συνάψαντες πρὸς Σαρπηδόνα τὸν στρατηγὸν ἐλείφθησαν ἐν τῷ τόπῳ τούτῳ τροπῆς γενομένης λαμπρᾶς, ἐπέκλυσεν ἐκ τοῦ πελάγους κῦμα τοὺς φεύγοντας ὅμοιον πλημμυρίδι, καὶ τοὺς μὲν εἰς τὸ πέλαγος ἀπήρπασε καὶ διέφθειρεν, οἱ δʼ ἐν τοῖς κοίλοις τόποις ἔμειναν νεκροί· διαδεξαμένη δὲ ἡ ἄμπωτις πάλιν ἀνεκάλυψε καὶ ἔδειξε τὰ σώματα τῶν κειμένων ἀναμὶξ ἐν νεκροῖς ἰχθύσι.
当时,普托勒迈斯人与将军萨尔佩东交战战败,在此地遭遇惨败溃逃,从外海涌来的大浪像潮水一样席卷了逃跑的人,将一些人卷入海中淹死,而另一些人则死在洼地里;随后的退潮再次露出了躺在那里的尸体,它们与死鱼混杂在一起。
τοιαῦτα δὲ καὶ περὶ τὸ Κάσιον συμβαίνει τὸ πρὸς Αἰγύπτῳ, σπασμῷ τινι ὀξεῖ καὶ ἁπλῷ περιπιπτούσης τῆς γῆς καὶ εἰς ἑκάτερον μεταβαλλομένης ἅπαξ, ὥστε τὸ μὲν μετεωρισθὲν αὐτῆς μέρος ἐπαγαγεῖν τὴν θάλατταν, τὸ δὲ συνιζῆσαν δέξασθαι, τραπομένης δὲ τὴν ἀρχαίαν πάλιν ἕδραν ἀπολαβεῖν τὸν τόπον, τοτὲ μὲν οὖν καὶ ἐξαλλάξεώς τινος γενομένης τοτὲ δʼ οὔ, τάχα καὶ περιόδοις τισὶν ἐνδεδεμένων τῶν τοιούτων παθῶν ἀδήλοις ἡμῖν, καθάπερ τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν Νεῖλον ἀναβάσεων λέγεται διαφόρων γινομένων, ἄδηλον δὲ τὴν τάξιν ἐχουσῶν.
在埃及附近的卡西翁山周围也发生过类似的事情,大地遭遇急剧而单纯的震动,并向每个方向各改变一次,以至于其隆起的部分引来海水,而沉降的部分则接纳海水,当它转回时,该地再次恢复原来的位置,有时确实发生了一些地形变化,有时则没有,也许这些现象与我们所不知道的某些周期有关,正如关于尼罗河涨水的说法一样,虽然涨水每次不同,但其规律尚不明确。
§16.2.27μετὰ δὲ τὴν Ἄκην Στράτωνος πύργος πρόσορμον ἔχων.
阿克之后是斯特拉托堡,拥有一个停泊港。
μεταξὺ δὲ ὅ τε Κάρμηλος τὸ ὄρος καὶ πολιχνίων ὀνόματα, πλέον δʼ οὐδέν, Συκαμίνων πόλις, Βουκόλων καὶ Κροκοδείλων πόλις καὶ ἄλλα τοιαῦτα· εἶτα δρυμὸς μέγας τις.
两地之间有卡尔梅勒山和一些小城镇的名字,仅此而已,如无花果城、牧人城和鳄鱼城等,随后是一片巨大的森林。