§16.2.20̔υπὲρ δὲ τοῦ Μασσύου ἐστὶν ὁ καλούμενος αὐλὼν βασιλικὸς καὶ ἡ Δαμασκηνὴ χώρα διαφερόντως ἐπαινουμένη·
マッスュアスのさらに上方には、いわゆる「王の谷」と、とりわけ称賛されているダマスコス地方がある。
ἔστι δὲ καὶ ἡ Δαμασκὸς πόλις ἀξιόλογος, σχεδόν τι καὶ ἐπιφανεστάτη τῶν ταύτῃ κατὰ τὰ Περσικά·
ダマスコスも注目すべき都市であり、ペルシア支配期にはこの地域でほぼ最も著名な都市であった。
ὑπέρκεινται δʼ αὐτῆς δύο λεγόμενοι λόφοι τραχῶνες·
その上方には、「トラコネス」と呼ばれる二つの粗面な丘が横たわっている。
ἔπειτα πρὸς τὰ Ἀράβων μέρη καὶ τῶν Ἰτουραίων ἀναμὶξ ὄρη δύσβατα, ἐν οἷς καὶ σπήλαια βαθύστομα, ὧν ἓν καὶ τετρακισχιλίους ἀνθρώπους δέξασθαι δυνάμενον ἐν καταδρομαῖς, αἳ τοῖς Δαμασκηνοῖς γίνονται πολλαχόθεν.
次いで、アラブ人とイトゥラエア人の領域が混じり合う方に向かって、通行困難な山々があり、その中には入り口の深い洞窟群もある。 そのうちの一つは、四千人もの人々を収容することができるものであり、これらはダマスコス人に対してあちこちから仕掛けられる襲撃の際に用いられる。
τὸ μέντοι πλέον τοὺς ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἐμπόρους λεηλατοῦσιν οἱ βάρβαροι·
もっとも、野蛮人たちは主に、幸福なアラビアからの商人たちを略奪している。
ἧττον δὲ συμβαίνει καταλυθέντων νυνὶ τῶν περὶ Ζηνόδωρον λῃστῶν διὰ τὴν ἐκ τῶν Ῥωμαίων εὐνομίαν καὶ διὰ τὴν ἐκ τῶν στρατιωτῶν ἀσφάλειαν τῶν ἐν τῇ Συρίᾳ τρεφομένων.
しかし、現在ではゼノドロスの一味の強盗たちが掃討されたため、そうしたことは少なくなっている。 それはローマ人による良き秩序のおかげであり、またシリアで維持されている兵士たちによる安全確保のおかげである。
§16.2.21̔́απασα μὲν οὖν ἡ ὑπὲρ τῆς Σελευκίδος ὡς ἐπὶ τὴν Αἴγυπτον καὶ τὴν Ἀραβίαν ἀνίσχουσα χώρα κοίλη Συρία καλεῖται, ἰδίως δʼ ἡ τῷ Λιβάνῳ καὶ τῷ Ἀντιλιβάνῳ ἀφωρισμένη.
さて、セレウキスの上方にあり、エジプトやアラビアの方へと伸びている地域全体が、コイレ・シリアと呼ばれており、狭義にはレバノンとアンティレバノンによって区画された地域がそう呼ばれる。
τῆς δὲ λοιπῆς ἡ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία Φοινίκη καλεῖται, στενή τις καὶ ἁλιτενής·
それ以外の残りの地域のうち、オルトシアからペルシオンに至る沿岸地方はフォイニキアと呼ばれ、細長く海に沿って平らな土地である。
ἡ δʼ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων ἡ μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται.
他方、この上方の内陸部でアラブ人の居住地に至るまでの、ガザとアンティレバノンの間にある地域は、ユダヤと呼ばれる。
§16.2.22Ἐπεὶ οὖν τὴν ἰδίως λεγομένην κοίλην Συρίαν ἐπεληλύθαμεν, ἐπὶ τὴν Φοινίκην μέτιμεν.
こうして狭義のコイレ・シリアを巡り終えたので、私たちはフォイニキアへと進む。
ταύτης δὲ τὰ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Βηρυτοῦ λόγου τετύχηκε.
この地域のうち、オルトシアからベリュトスに至る部分は、すでに説明した。
μετὰ δὲ Βηρυτὸν ἔστι Σιδὼν ὅσον ἐν τετρακοσίοις σταδίοις·
ベリュトスの次にはシドンがあり、その距離は約四百スタディオンである。
μεταξὺ δὲ ὁ Ταμύρας ποταμὸς καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἄλσος καὶ Λεόντων πόλις.
その中間にはタミュラス川、アスクレピオスの神聖な森、そしてレオントン・ポリスがある。
μετὰ δὲ Σιδῶνα μεγίστη τῶν Φοινίκων καὶ ἀρχαιοτάτη Τύρος ἐστίν, ἐνάμιλλος αὐτῇ κατά τε μέγεθος καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ τὴν ἀρχαιότητα ἐκ πολλῶν μύθων παραδεδομένην.
シドンの次にはフォイニキア人で最大かつ最古の都市であるティルスがあり、多くの神話によって伝えられている規模、名声、古さにおいて、シドンに拮抗している。
οἱ μὲν οὖν ποιηταὶ τὴν Σιδῶνα τεθρυλήκασι μᾶλλον (Ὅμηρος δὲ οὐδὲ μέμνηται τῆς Τύρου), αἱ δʼ εἰς τὴν Λιβύην καὶ τὴν Ἰβηρίαν ἀποικίαι μέχρι καὶ ἔξω στηλῶν τὴν Τύρον πλέον ἐξυμνοῦσιν.
もっとも、詩人たちはシドンをより多く歌っており(ホメロスはティルスに言及すらしていない)、他方、リビアやイベリア、さらには「柱」の外にまで及ぶ植民都市の建設は、ティルスをより称賛している。
ἀμφότεραι δʼ οὖν ἔνδοξοι καὶ λαμπραὶ καὶ πάλαι καὶ νῦν· ὁποτέραν δʼ ἄν τις εἴποι μητρόπολιν Φοινίκων ἔρις ἐν ἀμφοτέραις ἐστίν.
いずれにせよ、両者は古くから現在に至るまで有名で輝かしい都市であり、そのどちらをフォイニキアの都と呼ぶべきかについては、両者の間で争いがある。
ἡ μὲν οὖν Σιδὼν ἐπὶ εὐφυεῖ λιμένι τῆς ἠπείρου τὴν ἵδρυσιν ἔχει.
さて、シドンは本土の好都合な港にその基礎を置いている。
§16.2.23Τύρος δʼ ἐστὶν ὅλη νῆσος σχεδόν τι συνῳκισμένη παραπλησίως ὥσπερ ἡ Ἄραδος, συνῆπται δὲ χώματι πρὸς τὴν ἤπειρον, ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος·
他方、ティルスはそのほぼ全体が島であり、アラドスとほとんど同じように人々が居住している。 そして、堤道によって本土と結ばれており、これはアレクサンドロスが包囲攻撃の際に築いたものである。
δύο δʼ ἔχει λιμένας τὸν μὲν κλειστὸν τὸν δʼ ἀνειμένον, ὃν Αἰγύπτιον καλοῦσιν.
そこには二つの港があり、一方は閉ざされた港、他方は開かれた港で、後者は「エジプトの港」と呼ばれている。
ἐνταῦθα δέ φασι πολυστέγους τὰς οἰκίας * ὥστε καὶ τῶν ἐν Ῥώμῃ μᾶλλον·
ここでは、家々は多層になっており、ローマの家々よりも階数が多いとさえ言われている。
διὸ καὶ σεισμοὺς γενομένους ἀπολιπεῖν μικρὸν τοῦ ἄρδην ἀφανίσαι τὴν πόλιν.
それゆえ、地震が起こった際には、都市が根こそぎ消滅するまであと一歩のところであった。
ἠτύχησε δὲ καὶ ὑπʼ Ἀλεξάνδρου πολιορκίᾳ ληφθεῖσα·
また、アレクサンドロスに包囲されて陥落したときには不幸な目に遭った。
ἀλλὰ τῶν τοιούτων συμφορῶν κατέστη κρείττων καὶ ἀνέλαβεν αὑτὴν τῇ τε ναυτιλίᾳ, καθʼ ἣν ἁπάντων τῶν ἀεὶ κρείττους εἰσὶ κοινῇ Φοίνικες, καὶ τοῖς πορφυρείοις·
しかし、そのような災害を克服し、航海術(これにおいてフォイニキア人は総じて、古今東西のあらゆる人々よりも優れている)と、貝紫の染色工場によって復興を遂げた。
πολὺ γὰρ ἐξήτασται πασῶν ἡ Τυρία καλλίστη πορφύρα·
というのも、ティルスの紫は、あらゆる紫の中で最も美しいと極めて高く評価されているからである。
καὶ ἡ θήρα πλησίον καὶ τἆλλα εὔπορα τὰ πρὸς βαφὴν ἐπιτήδεια·
その貝の捕獲場所も近くにあり、その他、染色に適した材料も容易に入手できる。
καὶ δυσδιάγωγον μὲν ποιεῖ τὴν πόλιν ἡ πολυπληθία τῶν βαφείων, πλουσίαν δὲ διὰ τὴν τοιαύτην ἀνδρείαν.
そして、染色工場が多数あることは都市を住みにくいものにしているが、このような優れた生業によって都市を豊かにしている。
οὐχ ὑπὸ τῶν βασιλέων δʼ ἐκρίθησαν αὐτόνομοι μόνον μικρὰ ἀναλώσαντες, ἀλλὰ καὶ ὑπὸ τῶν Ῥωμαίων βεβαιωσάντων τὴν ἐκείνων γνώμην.
さらに彼らは、わずかな費用を費やすだけで王たちによって自治を認められただけでなく、彼らの決定を承認したローマ人によっても自治を認められた。
τιμᾶται δὲ καθʼ ὑπερβολὴν Ἡρακλῆς ὑπʼ αὐτῶν.
また、彼らの間ではヘラクレスがこの上なく崇拝されている。
τῆς δὲ περὶ τὰς ναυστολίας δυνάμεως τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀποικίδων ἐστὶ πόλεων τεκμήριον·
彼らの航海力については、その植民都市の数と規模が証拠となっている。
οὗτοι μὲν οὖν τοιοῦτοι.
さて、これらの人々はこのような者たちである。