§16.2.15μετὰ δὲ Ὀρθωσίαν ἐστὶ καὶ τὸν Ἐλεύθερον Τρίπολις ἀπὸ τοῦ συμβεβηκότος τὴν ἐπίκλησιν εἰληφυῖα·
オルトシアとエレウテロス川の次にはトリポリスがあり、その実態からその名を得ている。
τριῶν γάρ ἐστι πόλεων κτίσμα, Τύρου Σιδῶνος Ἀράδου·
というのも、それはティルス、シドン、アラドスの三つの都市の共同の建設によるものだからである。
τῇ δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον, εἰς ὃ τελευτᾷ ὁ Λίβανος τὸ ὄρος·
トリポリスに連続しているのはテウ・プロソポン(神の顔)であり、そこがレバノン山脈の終わる場所である。
μεταξὺ δὲ Τριήρης χωρίον τι.
その中間にはトリエレスという小地がある。
§16.2.16δύο δὲ ταῦτʼ ἐστὶν ὄρη τὰ ποιοῦντα τὴν κοίλην καλουμένην Συρίαν ὡς ἂν παράλληλα, ὅ τε Λίβανος καὶ ὁ Ἀντιλίβανος μικρὸν ὕπερθεν τῆς θαλάττης ἀρχόμενα ἄμφω, ὁ μὲν Λίβανος τῆς κατὰ Τρίπολιν, κατὰ τὸ τοῦ Θεοῦ μάλιστα πρόσωπον, ὁ δʼ Ἀντιλίβανος τῆς κατὰ Σιδῶνα·
これら二つの山、すなわちレバノンとアンティレバノンは、いわば平行して走り、コイレ(中空)と呼ばれるシリアを形成している。 両者はともに海の少し上から始まっており、レバノンはトリポリスの辺り、特にテウ・プロソポンの付近から、アンティレバノンはシドンの辺りから始まる。
τελευτῶσι δʼ ἐγγύς πως τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς καὶ τῶν τραχώνων ἐκεῖ λεγομένων εἰς ἄλλη ὄρη γεώλοφα καὶ καλλίκαρπα.
そしてこれらは、ダマスコス地方の上方にあるアラビアの山々や、あそこで「トラコネス」と呼ばれている地域の近くで、丘陵をなし肥沃な他の山々へと終わっている。
ἀπολείπουσι δὲ μεταξὺ πεδίον κοῖλον πλάτος μὲν τὸ ἐπὶ τῇ θαλάττῃ διακοσίων σταδίων, μῆκος δὲ τὸ ἀπὸ τῆς θαλάττης εἰς τὴν μεσόγαιαν ὁμοῦ τι διπλάσιον.
これら二つの山脈は、その中間に中空の平野を残しており、その幅は海の辺りで二百スタディオン、海の辺りから内陸へと向かう長さは、ほぼその二倍である。
διαρρεῖται δὲ ποταμοῖς ἄρδουσι χώραν εὐδαίμονα καὶ πάμφορον, μεγίστῳ δὲ τῷ Ἰορδάνῃ.
この平野には川が流れて、豊かで多くの作物を産する土地を潤しており、その中で最大のものはヨルダン川である。
ἔχει δὲ καὶ λίμνην, ἣ φέρει τὴν ἀρωματῖτιν σχοῖνον καὶ κάλαμον, ὡς δʼ αὔτως καὶ ἕλη·
またここには湖もあり、香料となる葦やパピルスを産し、同様に湿地もある。
καλεῖται δʼ ἡ λίμνη Γεννησαρῖτις· φέρει δὲ καὶ βάλσαμον.
その湖はゲンネサリティスと呼ばれ、バルサムも産する。
τῶν δὲ ποταμῶν ὁ μὲν Χρυσορρόας ἀρξάμενος ἀπὸ τῆς Δαμασκηνῶν πόλεως καὶ χώρας εἰς τὰς ὀχετείας ἀναλίσκεται σχεδόν τι·
これらの川のうち、クリュソロアス川はダマスコス人の都市と土地から始まり、灌漑用の水路にほとんど消費されてしまう。
πολλὴν γὰρ ἐπάρδει καὶ βαθεῖαν σφόδρα·
というのも、それは広大で非常に深い土地を潤しているからである。
τὸν δὲ Λύκον καὶ τὸν Ἰορδάνην ἀναπλέουσι φορτίοις, Ἀράδιοι δὲ μάλιστα.
また人々は、リュコス川とヨルダン川を貨物を載せて船でさかのぼり、特にアラドス人たちがそれを行っている。
§16.2.17τῶν δὲ πεδίων τὸ μὲν πρῶτον τὸ ἀπὸ τῆς θαλάττης Μάκρας καλεῖται καὶ Μάκρα πεδίον·
これらの平野のうち、海から始まる最初のものはマクラス、あるいはマクラス平野と呼ばれる。
ἐν τούτῳ δὲ Ποσειδώνιος ἱστορεῖ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρόν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δʼ ὥσθʼ ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μὴ καθορᾶν, χάσμα δὲ ὥστʼ ἔφιππον δέξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπεραίρουσαν θυρεοῦ.
この平野において、ポセイドニオスは一匹の竜が死んで倒れているのが見撃されたと報告している。 その長さはほぼ一プレトロンに及び、その太さは両側に立った騎兵たちが互いを見通せないほどであり、その開いた口は馬に乗った人を丸ごと受け入れられるほどであり、鱗の一枚一枚が盾を上回る大きさであった。
§16.2.18μετὰ δὲ τὸν Μάκραν ἐστὶν ὁ Μασσύας ἔχων τινὰ καὶ ὀρεινά, ἐν οἷς ἡ Χαλκὶς ὥσπερ ἀκρόπολις τοῦ Μασσύου·
マクラスの次にはマッスュアスがあり、ここには山地も含まれており、そこにあるカルキスは、いわばマッスュアスの要塞(アクロポリス)のようである。
ἀρχὴ δʼ αὐτοῦ Λαοδίκεια ἡ πρὸς Λιβάνῳ.
その始まりはレバノン山麓のラオディケイアである。
τὰ μὲν οὖν ὀρεινὰ ἔχουσι πάντα Ἰτουραῖοί τε καὶ Ἄραβες, κακοῦργοι πάντες, οἱ δʼ ἐν τοῖς πεδίοις γεωργοί·
それゆえ山地はすべてイトゥラエア人やアラブ人が所有しており、彼らはみな悪党である。
κακούμενοι δʼ ὑπʼ ἐκείνων ἄλλοτε ἄλλης βοηθείας δέονται.
他方、平野に住む者たちは農民であり、山地の人々に害されているため、その都度、様々な援助を必要としている。
ὁρμητηρίοις δʼ ἐρυμνοῖς χρῶνται, καθάπερ οἱ τὸν Λίβανον ἔχοντες ἄνω μὲν ἐν τῷ ὄρει Σιννᾶν καὶ Βορραμὰ καὶ ἄλλα τοιαῦτα ἔχουσι τείχη, κάτω δὲ Βότρυν καὶ Γίγαρτον καὶ τὰ ἐπὶ τῆς θαλάττης σπήλαια καὶ τὸ ἐπὶ τῷ Θεοῦ προσώπῳ φρούριον ἐπιτεθέν, ἃ κατέσπασε Πομπήιος, ἀφʼ ὧν τήν τε Βύβλον κατέτρεχον καὶ τὴν ἐφεξῆς ταύτῃ Βηρυτόν, αἳ μεταξὺ κεῖνται Σιδῶνος καὶ τοῦ Θεοῦ προσώπου.
彼らは堅固な拠点を自らのために用いている。 例えばレバノンを占領している者たちは、山の上にはシンナス、ボラマ、その他同種の砦を擁しており、下にはボトリュス、ギガルトン、海辺の洞窟群、そしてテウ・プロソポンの上にそびえる砦(これらはポンペイウスが破壊した)を持っており、これらを拠点にしてビュブロスや、これに隣接するベリュトスを襲撃していた。 これらはシドンとテウ・プロソポンの中間に位置している。
ἡ μὲν οὖν Βύβλος, τὸ τοῦ Κινύρου βασίλειον, ἱερά ἐστι τοῦ Ἀδώνιδος, ἣν τυραννουμένην ἠλευθέρωσε Πομπήιος πελεκίσας ἐκεῖνον·
キニュラスの王宮であったビュブロスはアドニスの聖地であり、僭主に支配されていたところを、ポンペイウスがその僭主の首をはねて解放した。
κεῖται δʼ ἐφʼ ὕψους τινὸς μικρὸν ἄπωθεν τῆς θαλάττης.
それは海から少し離れた高台に位置している。
§16.2.19εἶτα μετὰ ταύτην Ἄδωνις ποταμὸς καὶ ὄρος Κλῖμαξ καὶ Παλαίβυβλος·
次いで、このビュブロスの次にはアドニス川、クリマクス(梯子)山、パライブュブロス(古ビュブロス)がある。
εἶθʼ ὁ Λύκος ποταμὸς καὶ Βηρυτός·
次いでリュコス川とベリュトスがある。
αὕτη δὲ κατεσπάσθη μὲν ὑπὸ Τρύφωνος, ἀνελήφθη δὲ νῦν ὑπὸ Ῥωμαίων, δεξαμένη δύο τάγματα ἃ ἵδρυσεν Ἀγρίππας ἐνταῦθα προσθεὶς καὶ τοῦ Μασσύου πολλὴν μέχρι καὶ τῶν τοῦ Ὀρόντου πηγῶν, αἳ πλησίον τοῦ τε Λιβάνου καὶ τοῦ Παραδείσου καὶ τοῦ Αἰγυπτίου τείχους περὶ τὴν Ἀπαμέων γῆν εἰσι.
このベリュトスはトリュポンによって破壊されたが、現在はローマ人によって再建され、アグリッパがここに配置した二つの軍団を受け入れ、さらにマッスュアスの大部分、さらにはオロンテス川の源流にまで及ぶ土地が付加された。 この源流は、レバノン、パライデイソス、そしてアパメイア人の土地の周辺にある「エジプトの壁」の近くにある。
ταῦτα μὲν οὖν τὰ ἐπὶ θαλάττῃ.
これらが沿岸にあるものである。