§16.2.11̔́ομορος δʼ ἐστὶ τῇ Ἀπαμέων πρὸς ἕω μὲν ἡ τῶν φυλάρχων Ἀράβων καλουμένη Παραποταμία καὶ ἡ Χαλκιδικὴ ἀπὸ τοῦ Μασσύου καθήκουσα καὶ πᾶσα ἡ πρὸς νότον τοῖς Ἀπαμεῦσιν, ἀνδρῶν σκηνιτῶν τὸ πλέον·
アパメイア人の土地の東隣には、アラブの部族長たちの土地で「パラポタミア」と呼ばれる地域があり、またマッスュアスから下るハルキディケ、そしてアパメイア人の南側にある全地域があり、そこは大部分がテント生活者の土地である。
παραπλήσιοι δʼ εἰσὶ τοῖς ἐν τῇ Μεσοποταμίᾳ νομάσιν·
彼らはメソポタミアの遊牧民に似ている。
ἀεὶ δʼ οἱ πλησιαίτεροι τοῖς Σύροις ἡμερώτεροι καὶ ἧττον Ἄραβες καὶ σκηνῖται, ἡγεμονίας ἔχοντες συντεταγμένας μᾶλλον, καθάπερ ἡ Σαμψικεράμου καὶ ἡ Γαμβάρου καὶ ἡ Θέμελλα καὶ ἄλλων τοιούτων.
しかし、シリア人に近い者たちほど、より従順で、アラブ人らしさやテント生活者らしさが薄く、サンプシケラモスやガンバロス、テメッラなどの統治体制のように、より整えられた支配体制を有している。
§16.2.12τοιαύτη μὲν ἡ μεσόγαια τῆς Σελευκίδος, ὁ δὲ παράπλους ὁ λοιπὸς ἀπὸ τῆς Λαοδικείας ἐστὶ τοιοῦτος·
セレウキスの内陸部は以上のようである。 ラオディケイアからの残りの沿岸航路は次の通りである。
τῇ γὰρ Λαοδικείᾳ πλησιάζει πολίχνια, τό τε Ποσείδιον καὶ τὸ Ἡράκλειον καὶ τὰ Γάβαλα·
すなわち、ラオディケイアの近くには小さな町々があり、ポセイディオン、ヘラクレイオン、ガバラがそれである。
εἶτʼ ἤδη ἡ τῶν Ἀραδίων παραλία, Πάλτος καὶ Βαλαναία καὶ Κάρνος, τὸ ἐπίνειον τῆς Ἀράδου λιμένιον ἔχον·
次いで、すでにアラドス人の沿岸地域に入り、パルトス、バラナイア、そして港湾を持つアラドスの外港であるカルノスがある。
εἶτʼ Ἔνυδρα καὶ Μάραθος πόλις Φοινίκων ἀρχαία κατεσπασμένη.
次いで、エニュドラ、そして破壊されたフェニキアの古い都市であるマラトスがある。
τὴν δὲ χώραν Ἀράδιοι κατεκληρούχησαν καὶ τὰ Σίμυρα τὸ ἐφεξῆς χωρίον·
この土地と、その次にある地営シミュラは、アラドス人たちが分配して所有した。
τούτοις δʼ ἡ Ὀρθωσία συνεχής ἐστι καὶ ὁ Ἐλεύθερος ὁ πλησίον ποταμός, ὅνπερ ὅριον ποιοῦνταί τινες Σελευκίδος πρὸς τὴν Φοινίκην καὶ τὴν κοίλην Συρίαν.
これにオルトシアが連続しており、その近くをエレウテロス川が流れており、一部の者はこれをセレウキスとフェニキアおよびコイレー・シリアとの境界としている。
§16.2.13πρόκειται δʼ ἡ Ἄραδος ῥαχιώδους τινὸς καὶ ἀλιμένου παραλίας μεταξὺ τοῦ τε ἐπινείου αὐτῆς μάλιστα καὶ τῆς Μαράθου, διέχουσα τῆς γῆς σταδίους εἴκοσιν.
アラドスは、岩がちで港のない沿岸の沖合にあり、その外港とおおよそマラトスとの中間に位置し、陸地から二十スタディオン隔たっている。
ἔστι δὲ πέτρα περίκλυστος ὅσον ἑπτὰ τὸν κύκλον σταδίων, πλήρης κατοικίας·
それは周囲およそ七スタディオンの、海に囲まれた岩礁であり、居住民で満ちている。
τοσαύτῃ δʼ εὐανδρίᾳ κέχρηται μέχρι καὶ νῦν ὥστε πολυορόφους οἰκοῦσι τὰς οἰκίας.
現在に至るまで非常に人口が多いため、人々は多層階の家に住んでいる。
ἔκτισαν δʼ αὐτὴν φυγάδες, ὥς φασιν, ἐκ Σιδῶνος·
彼らの言うところでは、シドンからの亡命者たちがこの都市を築いた。
τὴν δʼ ὑδρείαν τὴν μὲν ἐκ τῶν ὀμβρίων καὶ λακκαίων ὑδάτων ἔχουσι τὴν δʼ ἐκ τῆς περαίας·
彼らの水源について、あるものは雨水や貯水槽の水から得ており、あるものは対岸から得ている。
ἐν δὲ τοῖς πολέμοις ἐκ τοῦ πόρου μικρὸν πρὸ τῆς πόλεως ὑδρεύονται πηγὴν ἔχοντος ἀφθόνου ὕδατος, εἰς ἣν περικαταστρέφεται κλίβανος καθεθεὶς ἀπὸ τοῦ ὑδρευομένου σκάφους, μολιβοῦς, εὐρύστομος, εἰς πυθμένα συνηγμένος στενὸν ἔχοντα τρῆμα μέτριον, τῷ δὲ πυθμένι περιέσφιγκται σωλὴν σκύτινος, εἴτε ἄσκωμα δεῖ λέγειν, ὁ δεχόμενος τὸ ἀναθλιβόμενον ἐκ τῆς πηγῆς διὰ τοῦ κλιβάνου ὕδωρ.
しかし戦時には、都市の少し手前の海峡から水を得る。 そこには豊かな真水の湧き出る泉があり、水汲み船から、広い口を持ち底が細くなって適度な穴の開いた鉛製の器具を沈めて、泉の周囲を覆うのである。 そしてその底には革製の管(あるいはアスコマと呼ぶべきか)がしっかりと締めつけられており、これがその器具を通じて泉から押し出される水を受け取る。
τὸ μὲν οὖν πρῶτον ἀναθλιβὲν τὸ τῆς θαλάττης ἐστί, περιμείναντες δὲ τὴν τοῦ καθαροῦ καὶ ποτίμου ὕδατος ῥύσιν, ὑπολαμβάνουσιν εἰς ἀγγεῖα παρεσκευασμένα ὅσον ἂν δέῃ, καὶ πορθμεύουσιν εἰς τὴν πόλιν.
最初に押し出されてくるのは海水であるが、彼らは澄んだ飲料水の流れを待ち、用意された容器に必要なだけ受け取って、都市へと運ぶ。
§16.2.14τὸ παλαιὸν μὲν οὖν οἱ Ἀράδιοι καθʼ αὑτοὺς ἐβασιλεύοντο παραπλησίως ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πόλεων τῶν Φοινικίδων·
古くは、アラドス人たちはフェニキアの他の各都市と同じように、自分たち自身で王によって支配されていた。
ἔπειτα τὰ μὲν οἱ Πέρσαι τὰ δʼ οἱ Μακεδόνες τὰ δὲ νῦν Ῥωμαῖοι μετέθηκαν εἰς τὴν παροῦσαν τάξιν.
その後、ある時はペルシャ人によって、またある時はマケドニア人によって、そして現在はローマ人によって、現在の体制へと変更された。
οἱ δʼ οὖν Ἀράδιοι μετὰ τῶν ἄλλων Φοινίκων ὑπήκουον τῶν Συριακῶν βασιλέων ἅτε φίλων·
ともあれ、アラドス人たちは他のフェニキア人たちとともに、シリアの王たちに友人として従っていた。
ἔπειτα στασιασάντων ἀδελφῶν δυεῖν τοῦ τε Καλλινίκου Σελεύκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος προσαγορευθέντος, προσθέμενοι τῷ Καλλινίκῳ ποιοῦνται συμβάσεις ὥστʼ ἐξεῖναι δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τῆς βασιλείας παρʼ αὐτούς, καὶ μὴ ἐκδιδόναι ἄκοντας· μὴ μέντοι μηδʼ ἐκπλεῖν ἐᾶν ἄνευ τοῦ ἐπιτρέψαι βασιλέα.
その後、二人の兄弟、すなわちセレウコス・カリニコスと「ヒエラクス」と呼ばれたアンティオコスが内乱を起こした際、彼らはカリニコスの側に立ち、彼らの王国内から逃れてくる者を自分たちのもとに受け入れることができ、かつ本人の意志に反して引き渡さないこと、ただし王の許可なしには彼らを(他国へ)出航させないことを認める協定を結んだ。
συνέβη δὲ ἐκ τούτου μεγάλα αὐτοῖς πλεονεκτήματα·
この結果として、彼らには大きな利得がもたらされた。
οἱ γὰρ καταφεύγοντες ἐπʼ αὐτοὺς οὐχ οἱ τυχόντες ἦσαν ἀλλʼ οἱ τὰ μέγιστα πεπιστευμένοι καὶ περὶ τῶν μεγίστων δεδιότες·
というのも、彼らのもとへ逃れてきた人々は、ありふれた人々ではなく、最も重要な地位を任され、最も重大な事柄を恐れていた人々であったからである。
ἐπιξενούμενοι δʼ αὐτοῖς εὐεργέτας ἡγοῦντο καὶ σωτῆρας τοὺς ὑποδεξαμένους, ἀπεμνημόνευόν τε τὴν χάριν καὶ μάλιστα ἐπανελθόντες εἰς τὴν οἰκείαν·
彼らを温かく迎えたアラドス人に対して、彼らは自分たちを受け入れてくれた人々を恩人であり救済者であると考え、特に彼らが祖国に帰還した際にはその恩義を報いた。
ὥστʼ ἐκ τούτου χώραν τε ἐκτήσαντο τῆς περαίας πολλήν, ἧς τὴν πλείστην ἔχουσι καὶ νῦν, καὶ τἆλλα εὐθήνουν.
その結果、これによって彼らは対岸の土地を多く獲得し、その大半を現在も所有しており、またその他の点でも繁栄した。
προσέθεσαν δὲ τῇ εὐτυχίᾳ ταύτῃ καὶ πρόνοιαν καὶ φιλοπονίαν πρὸς τὴν θαλαττουργίαν·
さらに彼らは、この幸運に加えて、航海に対する先見の明と勤勉さをも付け加えた。
ὁρῶντές τε τοὺς γειτονεύοντας Κίλικας τὰ πειρατήρια συνισταμένους οὐδʼ ἅπαξ ἐκοινώνουν αὐτοῖς τῆς τοιαύτης ἐπιτηδεύσεως.
そして隣接するキリキア人たちが海賊行為を組織しているのを見ても、一度たりとも彼らのそのような仕事に加わることはなかった。