§16.2.9εἶτα Λαοδίκεια, ἐπὶ τῇ θαλάττῃ κάλλιστα ἐκτισμένη καὶ εὐλίμενος πόλις χώραν τε ἔχουσα πολύοινον πρὸς τῇ ἄλλῃ εὐκαρπίᾳ.
次いで、ラオディケイアがあり、これは海沿いに非常に美しく築かれ、優れた港を持つ都市であり、その他の肥沃さに加えて、ワインを豊かに産出する土地を有している。
τοῖς μὲν οὖν Ἀλεξανδρεῦσιν αὕτη παρέχει τὸ πλεῖστον τοῦ οἴνου, τὸ ὑπερκείμενον τῆς πόλεως ὄρος πᾶν κατάμπελον ἔχουσα μέχρι σχεδόν τι τῶν κορυφῶν·
それゆえに、この都市はアレクサンドリアの人々にその大半のワインを供給しており、都市の上方にそびえる山全体が、ほぼその山頂に至るまでブドウ畑で覆われている。
αἱ δὲ κορυφαὶ τῆς μὲν Λαοδικείας πολὺ ἄπωθέν εἰσιν, ἠρέμα ἀπʼ αὐτῆς καὶ κατʼ ὀλίγον ἀνακλινόμεναι, τῆς Ἀπαμείας δʼ ὑπερκύπτουσιν ἐπʼ ὄρθιον ὕψος ἀνατεταμέναι.
しかし、その山頂は、ラオディケイアからは遠く離れており、都市から緩やかに、かつ少しずつ傾斜して立ち上がっているが、アパメイアに対しては、切り立った高さにまでそびえ立ち、その上に覆いかぶさるようになっている。
ἐλύπησε δʼ οὐ μετρίως Δολαβέλλας καταφυγὼν εἰς αὐτὴν καὶ ἐμπολιορκηθεὶς ὑπὸ Κασσίου μέχρι θανάτου, συνδιαφθείρας ἑαυτῷ καὶ τῆς πόλεως πολλὰ μέρη.
また、ドラベッラがこの都市に逃げ込み、カッシウスによって死に至るまで包囲された際、彼は自分自身とともに都市の多くの部分を破滅に巻き込み、この都市にひとかたならぬ苦難をもたらした。
§16.2.10̔η δʼ Ἀπάμεια καὶ πόλιν ἔχει τὸ πλέον εὐερκῆ·
一方、アパメイアは、その都市自体も大いに強固な防御壁を備えている。
λόφος γάρ ἐστιν ἐν πεδίῳ κοίλῳ τετειχισμένος καλῶς, ὃν ποιεῖ χερρονησίζοντα ὁ Ὀρόντης καὶ λίμνη περικειμένη μεγάλη καὶ ἕλη πλατέα λειμῶνάς τε βουβότους καὶ ἱπποβότους διαχεομένους ὑπερβάλλοντας τὸ μέγεθος·
なぜなら、窪んだ平野の中に、見事に城壁を巡らされた丘があり、それをオロンテス川と、周囲を取り囲む大きな湖、広大な湿地、そして牛や馬の放牧地となって縦横に広がる極めて広大な野原が、その丘を半島状に形作っているからである。
ἥ τε δὴ πόλις οὕτως ἀσφαλῶς κεῖται (καὶ δὴ καὶ Χερρόνησος ἐκλήθη διὰ τὸ συμβεβηκός) καὶ χώρας εὐπορεῖ παμπόλλης εὐδαίμονος, διʼ ἧς ὁ Ὀρόντης ῥεῖ·
こうして、都市は非常に安全に位置しており(実際、この状況から「ケルロネソス(半島)」とも呼ばれた)、オロンテス川が流れる、きわめて広大で肥沃な土地に恵まれている。
καὶ περιπόλια συχνὰ ἐν ταύτῃ.
そして、この地には多くの周辺の砦がある。
ἐνταῦθα δὲ καὶ ὁ Νικάτωρ Σέλευκος τοὺς πεντακοσίους ἐλέφαντας ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς καὶ οἱ ὕστερον βασιλεῖς.
ここでセレウコス・ニカトルは五百頭の象と軍隊の大半を飼育しており、後代の王たちも同様であった。
ἐκαλεῖτο δὲ καὶ Πέλλα ποτὲ ὑπὸ τῶν πρώτων Μακεδόνων διὰ τὸ τοὺς πλείστους τῶν Μακεδόνων ἐνταῦθα οἰκῆσαι τῶν στρατευομένων, τὴν δὲ Πέλλαν ὥσπερ μητρόπολιν γεγονέναι τῶν Μακεδόνων τὴν Φιλίππου καὶ Ἀλεξάνδρου πατρίδα.
また、初期のマケドニア人たちによって、かつてはペラとも呼ばれていた。 それは、従軍したマケドニア人の大半がここに居住したこと、そしてペラがフィリッポスとアレクサンドロスの故郷であり、マケドニア人にとってのいわば母都市となっていたからである。
ἐνταῦθα δὲ καὶ τὸ λογιστήριον τὸ στρατιωτικὸν καὶ τὸ ἱπποτροφεῖον, θήλειαι μὲν ἵπποι βασιλικαὶ πλείους τῶν τρισμυρίων, ὀχεῖα δὲ τούτων τριακόσια·
また、ここには軍の会計事務局と、王の牧馬場があり、そこには三万頭以上の王の牝馬と、それらのための三百頭の種馬がいた。
ἐνταῦθα δὲ καὶ πωλοδάμναι καὶ ὁπλομάχοι καὶ ὅσοι παιδευταὶ τῶν πολεμικῶν ἐμισθοδοτοῦντο.
また、ここには馬の調教師や武芸の教官、その他あらゆる軍事技術の指導者たちが給与を払われて雇われていた。
δηλοῖ δὲ τὴν δύναμιν ταύτην ἥ τε τοῦ Τρύφωνος ἐπικληθέντος Διοδότου παραύξησις καὶ ἐπίθεσις τῇ βασιλείᾳ τῶν Σύρων, ἐντεῦθεν ὁρμηθέντος.
この都市の実力は、トリュポンと呼ばれたディオドトスが、ここを拠点として台頭し、シリア王位を襲撃したことによっても示されている。
ἐγεγένητο μὲν γὰρ ἐν Κασιανοῖς, φρουρίῳ τινὶ τῆς Ἀπαμέων γῆς, τραφεὶς δʼ ἐν τῇ Ἀπαμείᾳ καὶ συσταθεὶς τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν, ἐπειδὴ νεωτερίζειν ὥρμησεν, ἐκ τῆς πόλεως ταύτης ἔσχε τὰς ἀφορμὰς καὶ τῶν περιοικίδων, Λαρίσης τε καὶ τῶν Κασιανῶν καὶ Μεγάρων καὶ Ἀπολλωνίας καὶ ἄλλων τοιούτων, αἳ συνετέλουν εἰς τὴν Ἀπάμειαν ἅπασαι·
というのも、彼はアパメイア人の土地の砦の一つであるカシアノイで生まれ、アパメイアで育ち、王とその側近たちに推挙されたが、反乱を起こす決意を固めると、この都市と、ラリサ、カシアノイ、メガラ、アポロニアなど、アパメイアにすべて属していた周辺の町々から、その活動の足がかりを得たからである。
ἐκεῖνός τε δὴ βασιλεὺς τῆσδε τῆς χώρας ἀνεδείχθη καὶ ἀντέσχε πολὺν χρόνον, Βάσσος τε Καικίλιος μετὰ δυεῖν ταγμάτων ἀποστήσας τὴν Ἀπάμειαν διεκαρτέρησε τοσοῦτον χρόνον πολιορκούμενος ὑπὸ δυεῖν στρατοπέδων μεγάλων Ῥωμαϊκῶν ὥστʼ οὐ πρότερον εἰς τὴν ἐξουσίαν ἧκε πρὶν ἑκὼν ἐνεχείρισεν ἑαυτὸν ἐφʼ οἷς ἐβεβούλητο·
こうして彼はこの地方の王として推戴され、長い間持ちこたえた。 また、カエキリウス・バッススは二つの軍団を率いてアパメイアを反乱させ、二つの大規模なローマ軍による包囲に耐え、非常に長い期間持ちこたえたため、最終的に自ら望む条件でみずからを委ねるまでは、彼らの権力に屈することはなかった。
καὶ γὰρ τὴν στρατιὰν ἀπέτρεφεν ἡ χώρα καὶ συμμάχων εὐπόρει τῶν πλησίον φυλάρχων ἐχόντων εὐερκῆ χωρία·
なぜなら、その土地が軍隊を養うに十分であり、近くの堅固な地を領有する部族長たちという同盟者にも恵まれていたからである。
ὧν ἐστι καὶ ἡ Λυσιάς, ὑπὲρ τῆς λίμνης κειμένη τῆς πρὸς Ἀπαμείᾳ, καὶ Ἀρέθουσα ἡ Σαμψικεράμου καὶ Ἰαμβλίχου τοῦ ἐκείνου παιδός, φυλάρχων τοῦ Ἐμισηνῶν ἔθνους·
これら同盟者の中には、アパメイアの近くの湖の上方に位置するリュシアスや、エミサ人の部族長であったサンプシケラモスとその息子イアムブリコスの領地であったアレトゥサも含まれていた。
οὐ πόρρω δʼ οὐδʼ Ἡλιούπολις καὶ Χαλκὶς ἡ ὑπὸ Πτολεμαίῳ τῷ Μενναίου τῷ τὸν Μασσύαν κατέχοντι καὶ τὴν Ἰτουραίων ὀρεινήν.
また、ヘリオポリスや、マッスュアスとイトゥラエアの山岳地帯を支配していたメンナイオスの子プトレマイオスの支配下にあったカルキスも遠くはなかった。
τῶν δὲ συμμαχούντων τῷ Βάσσῳ ἦν καὶ Ἀλχαίδαμνος, ὁ τῶν Ῥαμβαίων βασιλεὺς τῶν ἐντὸς τοῦ Εὐφράτου νομάδων·
バッススと同盟を結んでいた者の中には、ユーフラテス川のこちら側にいる遊牧民ランバイオイの王アルカイダムノスもいた。
ἦν δὲ φίλος Ῥωμαίων, ἀδικεῖσθαι δὲ νομίσας ὑπὸ τῶν ἡγεμόνων, ἐκπεσὼν εἰς τὴν Μεσοποταμίαν ἐμισθοφόρει τότε τῷ Βάσσῳ.
彼はローマ人の友であったが、総督たちから不当な扱いを受けたと考えてメソポタミアに逃れ、当時はバッススの傭兵となっていた。
ἐντεῦθεν δʼ ἐστὶ Ποσειδώνιος ὁ στωικός, ἀνὴρ τῶν καθʼ ἡμᾶς φιλοσόφων πολυμαθέστατος.
そして、このアパメイアこそが、我々の時代の哲学者の中で最も博識な人物である、ストア派のポセイドニオスの出身地である。