§16.2.11̔́ομορος δʼ ἐστὶ τῇ Ἀπαμέων πρὸς ἕω μὲν ἡ τῶν φυλάρχων Ἀράβων καλουμένη Παραποταμία καὶ ἡ Χαλκιδικὴ ἀπὸ τοῦ Μασσύου καθήκουσα καὶ πᾶσα ἡ πρὸς νότον τοῖς Ἀπαμεῦσιν, ἀνδρῶν σκηνιτῶν τὸ πλέον·
与阿帕米亚人领地东部接壤的是被称为“帕拉波塔米亚”的阿拉伯部落首领领地,以及自马苏亚斯延伸而下的哈尔基迪凯,还有阿帕米亚人以南的全部地区,这里大部分由帐篷居住者占据。
παραπλήσιοι δʼ εἰσὶ τοῖς ἐν τῇ Μεσοποταμίᾳ νομάσιν·
他们与美索不达米亚的游牧民非常相似。
ἀεὶ δʼ οἱ πλησιαίτεροι τοῖς Σύροις ἡμερώτεροι καὶ ἧττον Ἄραβες καὶ σκηνῖται, ἡγεμονίας ἔχοντες συντεταγμένας μᾶλλον, καθάπερ ἡ Σαμψικεράμου καὶ ἡ Γαμβάρου καὶ ἡ Θέμελλα καὶ ἄλλων τοιούτων.
但那些越是靠近叙利亚人的人就越文明,也越少有阿拉伯人和帐篷居住者的习性,拥有组织更完备的统治体制,如萨姆普西克拉穆斯、甘巴鲁斯、泰美拉以及其他类似首领的统治。
§16.2.12τοιαύτη μὲν ἡ μεσόγαια τῆς Σελευκίδος, ὁ δὲ παράπλους ὁ λοιπὸς ἀπὸ τῆς Λαοδικείας ἐστὶ τοιοῦτος·
塞琉西斯的内容大体如上。
τῇ γὰρ Λαοδικείᾳ πλησιάζει πολίχνια, τό τε Ποσείδιον καὶ τὸ Ἡράκλειον καὶ τὰ Γάβαλα· εἶτʼ ἤδη ἡ τῶν Ἀραδίων παραλία, Πάλτος καὶ Βαλαναία καὶ Κάρνος, τὸ ἐπίνειον τῆς Ἀράδου λιμένιον ἔχον· εἶτʼ Ἔνυδρα καὶ Μάραθος πόλις Φοινίκων ἀρχαία κατεσπασμένη.
而从拉奥迪基亚出发的其余沿海航线如下:靠近拉奥迪基亚有一些小镇,即波塞迪翁、赫拉克莱翁和加巴拉;接着便是阿拉多斯人的海岸,有帕尔托斯、巴拉奈亚和卡尔诺斯(它是阿拉多斯的外港,拥有一个小港口);然后是埃纽德拉和马拉托斯,这是一座已被摧毁的古老腓尼基城市。
τὴν δὲ χώραν Ἀράδιοι κατεκληρούχησαν καὶ τὰ Σίμυρα τὸ ἐφεξῆς χωρίον· τούτοις δʼ ἡ Ὀρθωσία συνεχής ἐστι καὶ ὁ Ἐλεύθερος ὁ πλησίον ποταμός, ὅνπερ ὅριον ποιοῦνταί τινες Σελευκίδος πρὸς τὴν Φοινίκην καὶ τὴν κοίλην Συρίαν.
阿拉多斯人分配了这片土地以及紧邻的地点西米拉;与这些地方相连的是奥尔托西亚,以及附近的埃勒乌特罗斯河,有些人将这条河作为塞琉西斯与腓尼基及柯里叙利亚的边界。
§16.2.13πρόκειται δʼ ἡ Ἄραδος ῥαχιώδους τινὸς καὶ ἀλιμένου παραλίας μεταξὺ τοῦ τε ἐπινείου αὐτῆς μάλιστα καὶ τῆς Μαράθου, διέχουσα τῆς γῆς σταδίους εἴκοσιν.
阿拉多斯坐落在一个多岩石且无港口的海岸近海,大约位于其外港与马拉托斯之间,距离陆地二十斯塔德。
ἔστι δὲ πέτρα περίκλυστος ὅσον ἑπτὰ τὸν κύκλον σταδίων, πλήρης κατοικίας· τοσαύτῃ δʼ εὐανδρίᾳ κέχρηται μέχρι καὶ νῦν ὥστε πολυορόφους οἰκοῦσι τὰς οἰκίας.
这是一块被海水环绕的岩石,周长约七斯塔德,建满了住宅;直到现在,该城依然享有极多的人口,以至于居民住在多层的房屋中。
ἔκτισαν δʼ αὐτὴν φυγάδες, ὥς φασιν, ἐκ Σιδῶνος·
据传,该城是由来自西顿的逃亡者建立的。
τὴν δʼ ὑδρείαν τὴν μὲν ἐκ τῶν ὀμβρίων καὶ λακκαίων ὑδάτων ἔχουσι τὴν δʼ ἐκ τῆς περαίας· ἐν δὲ τοῖς πολέμοις ἐκ τοῦ πόρου μικρὸν πρὸ τῆς πόλεως ὑδρεύονται πηγὴν ἔχοντος ἀφθόνου ὕδατος, εἰς ἣν περικαταστρέφεται κλίβανος καθεθεὶς ἀπὸ τοῦ ὑδρευομένου σκάφους, μολιβοῦς, εὐρύστομος, εἰς πυθμένα συνηγμένος στενὸν ἔχοντα τρῆμα μέτριον, τῷ δὲ πυθμένι περιέσφιγκται σωλὴν σκύτινος, εἴτε ἄσκωμα δεῖ λέγειν, ὁ δεχόμενος τὸ ἀναθλιβόμενον ἐκ τῆς πηγῆς διὰ τοῦ κλιβάνου ὕδωρ.
他们的水源一部分来自雨水和蓄水池,另一部分来自对岸;但在战争时期,他们从城前不远处的通道中取水,那里有一处涌出丰富淡水的泉眼,他们从取水船上沉下一个广口、底部缩成一个适度小孔的铅制器具,将其倒扣在泉眼上。 该器具的底部紧紧系着一根皮革管道,或许应该称之为“阿斯科马”,它接收通过器具从泉中压出的水。
τὸ μὲν οὖν πρῶτον ἀναθλιβὲν τὸ τῆς θαλάττης ἐστί, περιμείναντες δὲ τὴν τοῦ καθαροῦ καὶ ποτίμου ὕδατος ῥύσιν, ὑπολαμβάνουσιν εἰς ἀγγεῖα παρεσκευασμένα ὅσον ἂν δέῃ, καὶ πορθμεύουσιν εἰς τὴν πόλιν.
起初被压出的水是海水,但他们等待纯净且可饮用的水流出,并将其装入准备好的容器中,按需装满,然后运回城内。
§16.2.14τὸ παλαιὸν μὲν οὖν οἱ Ἀράδιοι καθʼ αὑτοὺς ἐβασιλεύοντο παραπλησίως ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πόλεων τῶν Φοινικίδων·
因此在古代,阿拉多斯人是由他们自己的国王统治的,其方式类似于其他每一个腓尼基城市。
ἔπειτα τὰ μὲν οἱ Πέρσαι τὰ δʼ οἱ Μακεδόνες τὰ δὲ νῦν Ῥωμαῖοι μετέθηκαν εἰς τὴν παροῦσαν τάξιν.
后来,波斯人、马赛多尼亚人,以及现在的罗马人,将他们改变为现今的体制。
οἱ δʼ οὖν Ἀράδιοι μετὰ τῶν ἄλλων Φοινίκων ὑπήκουον τῶν Συριακῶν βασιλέων ἅτε φίλων·
无论如何,阿拉多斯人与其他腓尼基人一起,作为朋友臣属于叙利亚国王。
ἔπειτα στασιασάντων ἀδελφῶν δυεῖν τοῦ τε Καλλινίκου Σελεύκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος προσαγορευθέντος, προσθέμενοι τῷ Καλλινίκῳ ποιοῦνται συμβάσεις ὥστʼ ἐξεῖναι δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τῆς βασιλείας παρʼ αὐτούς, καὶ μὴ ἐκδιδόναι ἄκοντας· μὴ μέντοι μηδʼ ἐκπλεῖν ἐᾶν ἄνευ τοῦ ἐπιτρέψαι βασιλέα.
后来,当塞琉古·卡里尼科斯与被称为“希埃拉克斯”的安条克这两位兄弟发生内讧时,他们支持卡里尼科斯,并与他达成协议,允许他们收留从王国逃到他们那里的人,且不得违背其意愿交出他们,但未得国王许可,不得允许他们乘船离去。
συνέβη δὲ ἐκ τούτου μεγάλα αὐτοῖς πλεονεκτήματα·
由此给他们带来了巨大的利益。
οἱ γὰρ καταφεύγοντες ἐπʼ αὐτοὺς οὐχ οἱ τυχόντες ἦσαν ἀλλʼ οἱ τὰ μέγιστα πεπιστευμένοι καὶ περὶ τῶν μεγίστων δεδιότες·
因为逃到他们那里的人绝非平庸之辈,而是受托执掌最重大事务、且因最重大问题而恐惧的人。
ἐπιξενούμενοι δʼ αὐτοῖς εὐεργέτας ἡγοῦντο καὶ σωτῆρας τοὺς ὑποδεξαμένους, ἀπεμνημόνευόν τε τὴν χάριν καὶ μάλιστα ἐπανελθόντες εἰς τὴν οἰκείαν·
他们受到款待后,认为收留他们的人是恩人和救星,并对此恩情铭记在心,尤其是在他们返回自己的国家时。
ὥστʼ ἐκ τούτου χώραν τε ἐκτήσαντο τῆς περαίας πολλήν, ἧς τὴν πλείστην ἔχουσι καὶ νῦν, καὶ τἆλλα εὐθήνουν.
因此,他们由此获得了对岸的许多土地,其中大部分至今仍由他们占有,并在其他方面也繁荣起来。
προσέθεσαν δὲ τῇ εὐτυχίᾳ ταύτῃ καὶ πρόνοιαν καὶ φιλοπονίαν πρὸς τὴν θαλαττουργίαν·
除了这一好运外,他们还在航海事业上增加了预见和勤勉。
ὁρῶντές τε τοὺς γειτονεύοντας Κίλικας τὰ πειρατήρια συνισταμένους οὐδʼ ἅπαξ ἐκοινώνουν αὐτοῖς τῆς τοιαύτης ἐπιτηδεύσεως.
当看到邻近的基利基人组织海盗活动时,他们一次也没有参与这种行径。