Humanitext Reader

ストラボン · 地理誌 §16.1.6-16.1.9

カルデア人の天文学派とバビロニアの運河網

510 / 577 箇所 · ギリシア語

要旨

バビロンにおけるカルデア人天文学者の居住地と諸学派、およびボルシッパ都市について述べる。さらにバビロニアの地理的境界、ユーフラテス川とティグリス川の遡行路、そして洪水防止のための大規模な運河管理について説明している。

§16.1.6Ἀφώριστο δʼ ἐν τῇ Βαβυλῶνι κατοικία τοῖς ἐπιχωρίοις φιλοσόφοις τοῖς Χαλδαίοις προσαγορευομένοις, οἳ περὶ ἀστρονομίαν εἰσὶ τὸ πλέον·
バビロンにおいては、カルダイオスと呼ばれる地元の哲学者たちのために、特別な居住区が割り当てられていた。 彼らは主として天文学に従事している。
προσποιοῦνται δέ τινες καὶ γενεθλιαλογεῖν, οὓς οὐκ ἀποδέχονται οἱ ἕτεροι.
一部の者は誕生占いをも行うと自称しているが、他の人々は彼らを受け入れていない。
ἔστι δὲ καὶ φῦλόν τι τὸ τῶν Χαλδαίων καὶ χώρα τῆς Βαβυλωνίας ὑπʼ ἐκείνων οἰκουμένη, πλησιάζουσα καὶ τοῖς Ἄραψι καὶ τῇ κατὰ Πέρσας λεγομένῃ θαλάττῃ.
また、カルデア人という部族も存在し、彼らが居住するバビロニアの地方もあり、それはアラビア人やいわゆるペルシア海の近くに隣接している。
ἔστι δὲ καὶ τῶν Χαλδαίων τῶν ἀστρονομικῶν γένη πλείω· καὶ γὰρ Ὀρχηνοί τινες προσαγορεύονται καὶ Βορσιππηνοὶ καὶ ἄλλοι πλείους ὡς ἂν κατὰ αἱρέσεις ἄλλα καὶ ἄλλα νέμοντες περὶ τῶν αὐτῶν δόγματα.
さらに、天文学を修めるカルデア人の中にもいくつかの学派があり、ある者たちはオルケノイ、またある者たちはボルシッペノイ、その他にも多くの名で呼ばれ、学派によって同じ対象についてそれぞれ異なる教義を奉じているかのようである。
μέμνηνται δὲ καὶ τῶν ἀνδρῶν ἐνίων οἱ μαθηματικοί, καθάπερ Κιδηνᾶ τε καὶ Ναβουριανοῦ καὶ Σουδίνου·
数学者たちも何人かの個人に言及しており、例えばキデナス、ナブリアノス、スディノスなどである。
καὶ Σέλευκος δʼ ὁ ἀπὸ τῆς Σελευκείας Χαλδαῖός ἐστι καὶ ἄλλοι πλείους ἀξιόλογοι ἄνδρες.
また、セレウケイア出身のセレウコスもカルデア人であり、他にも多くの注目すべき人々がいる。
§16.1.7τὰ δὲ Βόρσιππα ἱερὰ πόλις ἐστὶν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, λινουργεῖον μέγα.
ボルシッパはアルテミスとアポロンの聖なる都市であり、大きな亜麻布製造の地である。
πληθύουσι δὲ ἐν αὐτῇ νυκτερίδες μείζους πολὺ τῶν ἐν ἄλλοις τόποις· ἁλίσκονται δʼ εἰς βρῶσιν καὶ ταριχεύονται.
そこには、他の場所のものよりもはるかに大きなコウモリが群棲しており、食用に捕獲され、塩漬けにされる。
§16.1.8περιέχεται δʼ ἡ χώρα τῶν Βαβυλωνίων ἀπὸ μὲν τῆς ἠοῦς ὑπό τε Σουσίων καὶ Ἐλυμαίων καὶ Παραιτακηνῶν, ἀπὸ δὲ τῆς μεσημβρίας ὑπὸ τοῦ Περσικοῦ κόλπου καὶ τῶν Χαλδαίων μέχρι Ἀράβων τῶν Μεσηνῶν, ἀπὸ δὲ τῆς ἑσπέρας ὑπό τε Ἀράβων τῶν σκηνιτῶν μέχρι τῆς Ἀδιαβηνῆς καὶ τῆς Γορδυαίας, ἀπὸ δὲ τῶν ἄρκτων ὑπό τε Ἀρμενίων καὶ Μήδων μέχρι τοῦ Ζάγρου καὶ τῶν περὶ αὐτὸ ἐθνῶν.
バビロニア人の地方は、東からはスサ人、エリュマイオス人、およびパライタケノイ人によって囲まれ、南からはペルシア湾と、メセネのアラビア人に至るまでのカルデア人によって囲まれ、西からはアディアベネやゴルデュアイアに至るまでの遊牧アラビア人によって囲まれ、北からはザグロス山脈およびその周辺の諸部族に至るまでのアルメニア人とメディア人によって囲まれている。
§16.1.9διαρρεῖται δʼ ὑπὸ πλειόνων μὲν ποταμῶν ἡ χώρα, μεγίστων δὲ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριος·
この地方は多くの川によって貫流されているが、最大なのはユーフラテス川とティグリス川である。
μετὰ γὰρ τοὺς Ἰνδικοὺς οὗτοι λέγονται δευτερεύειν κατὰ τὰ νότια μέρη τῆς Ἀσίας οἱ ποταμοί·
アジアの南部においては、インドの川群に次いで、これらの川が第二位にあると言われているからである。
ἔχουσι δʼ ἀνάπλους ὁ μὲν ἐπὶ τὴν Ὦπιν καὶ τὴν νῦν Σελεύκειαν (ἡ δὲ Ὦπις κώμη ἐμπόριον τῶν κύκλῳ τόπων) ὁ δʼ ἐπὶ Βαβυλῶνα πλειόνων ἢ τρισχιλίων σταδίων.
遡行路について言えば、一方はオピスおよび現在のセレウケイアに至り(オピスは周囲の地域の交易地である村である)、他方はバビロンに至るが、その距離は3000スタディオン以上である。
οἱ μὲν οὖν Πέρσαι τοὺς ἀνάπλους ἐπίτηδες κωλύειν θέλοντες φόβῳ τῶν ἔξωθεν ἐφόδων καταράκτας χειροποιήτους κατεσκευάκεισαν·
それゆえ、ペルシア人たちは外部からの侵入を恐れて、遡行を意図的に妨げようとし、人工的な堰を構築していた。
ὁ δὲ Ἀλέξανδρος ἐπιὼν ὅσους οἷός τε ἦν ἀνεσκεύασε, καὶ μάλιστα τοὺς ἐπὶ τὴν Ὦπιν.
しかし、アレクサンドロスは進入した際、取り除くことのできたものをすべて取り壊し、とりわけオピスに至る経路にあったものを破壊した。
ἐπεμελήθη δὲ καὶ τῶν διωρύγων·
彼はまた、運河の管理にも配慮した。
πλημμυρεῖ γὰρ ὁ Εὐφράτης κατὰ τὴν ἀρχὴν τοῦ θέρους ἀπὸ τοῦ ἔαρος ἀρξάμενος, ἡνίκα τήκονται αἱ χιόνες αἱ ἀπὸ τῆς Ἀρμενίας, ὥστʼ ἀνάγκη λιμνάζειν καὶ κατακλύζεσθαι τὰς ἀρούρας, εἰ μὴ διοχετεύει τις ταφρείαις καὶ διώρυξι τὸ ἐκπῖπτον τοῦ ῥοῦ καὶ ἐπιπολάζον ὕδωρ, καθάπερ καὶ ἐν Αἰγύπτῳ τὸ τοῦ Νείλου·
というのも、ユーフラテス川は春から始まって夏の初めにかけて、アルメニアからの雪が溶ける時期に増水するからである。 そのため、溢れ出る流れや地表を覆う水を、堀や運河によって他へ導かなければ、耕作地は沼地となり冠水してしまうことになる。 これはエジプトにおけるナイル川の水と同様である。
ἐντεῦθεν μὲν οὖν αἱ διώρυγες γεγένηνται.
それゆえ、このようにして運河が作られたのである。
χρεία δέ ἐστιν ὑπουργίας μεγάλας·
しかし、それには多大な維持管理の作業が必要である。
βαθεῖα γὰρ ἡ γῆ καὶ μαλακὴ καὶ εὐένδοτος ὥστε καὶ ἐκσύρεται ῥᾳδίως ὑπὸ τῶν ῥευμάτων καὶ γυμνοῖ τὰ πεδία, πληροῖ δὲ τὰς διώρυγας καὶ τὰ στόματα αὐτῶν ἐμφράττει ῥᾳδίως ἡ χοῦς·
なぜなら、土壌は深く、柔らかく、浸食されやすいため、流れによって容易に削り取られて平野を剥き出しにし、土砂が運河を埋め、その流入口を容易に塞いでしまうからである。
οὕτω δὲ συμβαίνει πάλιν τὴν ὑπέρχυσιν τῶν ὑδάτων εἰς τὰ πρὸς τῇ θαλάττῃ πεδία ἐκπίπτουσαν λίμνας ἀποτελεῖν καὶ ἕλη καὶ καλαμῶνας, ἐξ ὧν καλάμινα πλέκεται παντοῖα σκεύη, τὰ μὲν ὑγροῦ δεκτικὰ τῇ ἀσφάλτῳ περιαλειφόντων, τοῖς δʼ ἄλλοις ψιλῶς χρωμένων·
そして、このようにして水の氾濫が再び起こり、海に近い平野へと流れ込んで、湖や沼地、葦原を形成することになる。 それらの葦から、あらゆる種類の葦製品が編まれる。 液体を容れるための器にはアスファルトを周囲に塗りつけ、他のものにはそのまま使用する。
καὶ ἱστία δὲ ποιοῦνται καλάμινα ψιάθοις ἢ ῥιψὶ παραπλήσια.
また、むしろや敷物に似た葦製の帆も作られる。

語釈・文法注

  1. §16.1.6ὡς ἂν κατὰ αἱρέσεις — `ὡς ἄν` は分詞 `νέμοντες` とともに用いられ、客観的な事実認定というよりは、観察者が外部から推測した主観的な想定(「~しているかのように」)を表現している。
  2. §16.1.9χρεία δέ ἐστιν ὑπουργίας μεγάλας — 非人称構文 `χρεία ἐστί`(~が必要である)は本来属格を支配するため、標準的には単数属格形 `ὑπουργίας μεγάλης` を要する。写本にある対格風の `μεγάλας` は、コイネ(共通ギリシア語)における属格と対格の混同、あるいは単数属格の異形表記と考えられ、文脈的には属格(「多大な維持管理作業」)として解釈される。
  3. §16.1.9τὰ μὲν ὑγροῦ δεκτικὰ — 受容能力を示す形容詞 `δεκτικός` が、受け入れる対象となる物質(「液体」)を表すために属格 `ὑγροῦ` を支配している。

この箇所を引用する

ストラボン, 地理誌 §16.1.6-16.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.6-16.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。