§16.1.10τὸ μὲν οὖν παντάπασι κωλύειν τὴν τοιαύτην πλήμμυραν οὐχ οἷόν τε ἴσως, τὸ δὲ τὴν δυνατὴν προσφέρειν βοήθειαν ἡγεμόνων ἀγαθῶν ἐστιν.
したがって、このような洪水を完全に防ぐことはおそらく不可能であるが、可能な限りの対策を講じることは優れた指導者の務めである。
ἡ δὲ βοήθεια αὕτη, τὴν μὲν πολλὴν παρέκχυσιν ἐμφράξει κωλύειν, τὴν δὲ πλήρωσιν ἣν ἡ χοῦς ἐργάζεται, τοὐναντίον ἀνακαθάρσει τῶν διωρύγων καὶ ἐξανοίξει τῶν στομάτων.
この対策とは、大量の溢れ水を堰止めによって防ぎ、一方で土砂が引き起こす堆積を、逆に運河の清掃と流入口の開削によって防ぐことである。
ἡ μὲν οὖν ἀνακάθαρσις ῥᾳδία ἡ δὲ ἔμφραξις πολυχειρίας δεῖται·
さて、清掃自体は容易であるが、堰止めは多大の人力を必要とする。
εὐένδοτος γὰρ οὖσα ἡ γῆ καὶ μαλακὴ τὴν ἐπιφορηθεῖσαν οὐχ ὑπομένει χοῦν, ἀλλʼ εἴκουσα συνεφέλκεται κἀκείνην καὶ ποιεῖ δυσέγχωστον τὸ στόμα.
なぜなら、崩れやすく柔らかい地盤は、その上に積み上げられた土砂の重みに耐えられず、屈してその土砂をもろとも引きずり崩し、流入口を土砂で塞ぐことを困難にするからである。
καὶ γὰρ καὶ τάχους δεῖ πρὸς τὸ ταχέως κλεισθῆναι τὰς διώρυγας καὶ μὴ πᾶν ἐκπεσεῖν ἐξ αὐτῶν τὸ ὕδωρ.
さらに、運河を速やかに閉じて、そこから水が完全に抜け出てしまわないようにするためには、迅速さも要求される。
ξηρανθεῖσαι γὰρ τοῦ θέρους ξηραίνουσι καὶ τὸν ποταμόν·
というのも、夏に運河が干上がると、本流の川をも干上がらせてしまうからである。
ταπεινωθεὶς δὲ τὰς ἐποχετείας οὐ δύναται παρέχεσθαι κατὰ καιρὸν ὧν δεῖται πλεῖστον τοῦ θέρους ἔμπυρος οὖσα ἡ χώρα καὶ καυματηρά·
川の水位が下がると、この地方は燃えるように熱く灼熱であるため、夏の最も水を必要とする時期に、適時に必要な灌漑を行うことができなくなる。
διαφέρει δʼ οὐδὲν ἢ τῷ πλήθει τῶν ὑδάτων κατακλύζεσθαι τοὺς καρπούς, ἢ τῇ λειψυδρίᾳ τῷ δίψει διαφθείρεσθαι·
作物が大量の水によって冠水して台無しになるのも、水不足による渇きによって失われるのも、何の違いもないからである。
ἅμα δὲ καὶ τοὺς ἀνάπλους, πολὺ τὸ χρήσιμον ἔχοντας ἀεὶ λυμαινομένους ὑπʼ ἀμφοτέρων τῶν λεχθέντων παθῶν, οὐχ οἷόν τε ἐπανορθοῦν, εἰ μὴ ταχὺ μὲν ἐξανοίγοιτο τὰ στόμια τῶν διωρύγων, ταχὺ δὲ κλείοιτο, καὶ αἱ διώρυγες ἀεὶ μετριάζοιεν ὥστε μήτε πλεονάζειν ἐν αὐταῖς τὸ ὕδωρ μήτʼ ἐλλείπειν.
これと同時に、非常に有益な遡行も、上述の二つの事態によって常に損なわれることになるが、運河の流入口が迅速に開かれ、また迅速に閉じられ、運河の水量が常に適度に保たれて、水が多すぎることも不足することもないようにされない限り、これを一掃(是正)することは不可能である。
§16.1.11φησὶ δʼ Ἀριστόβουλος τὸν Ἀλέξανδρον αὐτὸν ἀναπλέοντα καὶ κυβερνῶντα τὸ σκάφος ἐπισκοπεῖν καὶ ἀνακαθαίρειν τὰς διώρυγας μετὰ τοῦ πλήθους τῶν συνακολουθησάντων·
アリストブロスによれば、アレクサンドロス自身が船を遡行させ、舵を取りながら、随行した大勢の者たちとともに運河を視察し清掃した。
ὡς δʼ αὕτως καὶ τὰ στόμια ἐμφράττειν, τὰ δʼ ἀνοίγειν·
また同様に、流入口をあるものは塞ぎ、あるものは開いた。
κατανοήσαντα δὲ μίαν τὴν μάλιστα τείνουσαν ἐπὶ τὰ ἕλη καὶ τὰς λίμνας τὰς πρὸ τῆς Ἀραβίας, δυσμεταχείριστον ἔχουσαν τὸ στόμα καὶ μὴ ῥᾳδίως ἐμφράττεσθαι δυναμένην διὰ τὸ εὐένδοτον καὶ μαλακόγειον, ἄλλο ἀνοῖξαι καινὸν στόμα, ἀπὸ σταδίων τριάκοντα ὑπόπετρον λαβόντα χωρίον, κἀκεῖ μεταγαγεῖν τὸ ῥεῖθρον·
その際、アラビアの前面にある沼地や湖へと最も延びている一つの流入口が、扱いが難しく、その土地が崩れやすく柔らかいために容易に塞ぐことができないのを見て、彼は30スタディオン離れたところに下層が岩石質の場所を選んで、別の新しい流入口を開き、そこに流れをそらした。
ταῦτα δὲ ποιεῖν προνοοῦντα ἅμα καὶ τοῦ μὴ τὴν Ἀραβίαν δυσείσβολον τελέως ὑπὸ τῶν λιμνῶν ἢ καὶ τῶν ἑλῶν ἀποτελεσθῆναι, νησίζουσαν ἤδη διὰ τὸ πλῆθος τοῦ ὕδατος·
彼がこれらのことを行ったのは、アラビアが湖や沼によって完全に侵入困難な地となり、大量の水によってすでに島殻化しつつあるのを防ぐことも同時に考慮してのことであった。
διανοεῖσθαι γὰρ δὴ κατακτᾶσθαι τὴν χώραν ταύτην καὶ στόλους καὶ ὁρμητήρια ἤδη κατεσκευάσθαι, τὰ πλοῖα τὰ μὲν ἐν Φοινίκῃ τε καὶ Κύπρῳ ναυπηγησάμενον διάλυτά τε καὶ γομφωτά, ἃ κομισθέντα εἰς Θάψακον σταθμοῖς ἑπτὰ εἶτα τῷ ποταμῷ κατακομισθῆναι μέχρι Βαβυλῶνος, τὰ δʼ ἐν τῇ Βαβυλωνίᾳ συμπηξάμενον τῶν ἐν τοῖς ἄλσεσι καὶ τοῖς παραδείσοις κυπαρίττων·
なぜなら、彼はこの地を征服することを企てており、すでに艦隊や基地を準備していたからである。 船の一部はフェニキアとキプロスで組み立て・分解可能なものとして建造され、タプサコスへ運ばれた後、7日間の陸路を経て川をバビロンまで下ろされ、他の船はバビロニアの地で林や庭園の糸杉を用いて組み立てられた。
σπάνις γὰρ ὕλης ἐνταῦθα, ἐν δὲ Κοσσαίοις καὶ ἄλλοις τισὶ μετρία τίς ἐστιν εὐπορία.
この地は木材が不足しており、コッサイオス人の地や他のいくつかの場所に適度な供給があるのみだからである。
σκήψασθαι μὲν οὖν αἰτίαν τοῦ πολέμου φησίν, ἐπειδὴ μόνοι τῶν ἁπάντων οὐ πρεσβεύσαιντο οἱ Ἄραβες ὡς αὐτόν, τὸ δʼ ἀληθὲς ὀρεγόμενον πάντων εἶναι κύριον·
アリストブロスは、アレクサンドロスが戦争の口実としたのは、アラビア人がすべての民族の中で唯一、彼のもとに使節を送らなかったことであるが、真の理由は彼が万物の支配者となることを望んでいたからであると言う。
καὶ ἐπεὶ δύο θεοὺς ἐπυνθάνετο τιμᾶσθαι μόνους ὑπʼ αὐτῶν, τόν τε Δία καὶ τὸν Διόνυσον, τοὺς τὰ κυριώτατα πρὸς τὸ ζῆν παρέχοντας, τρίτον ὑπολαβεῖν ἑαυτὸν τιμήσεσθαι, κρατήσαντα καὶ ἐπιτρέψαντα τὴν πάτριον αὐτονομίαν ἔχειν ἣν εἶχον πρότερον.
また、彼らがゼウスとディオニュソスの二柱の神のみを崇拝している(生を営むのに最も重要なものを彼らに提供してくれるからとして)と知ったとき、自分が彼らを征服し、以前持っていた先祖伝来の自治を維持することを許したならば、彼らから第三の神として崇拝されるだろうと考えたからである。
ταῦτά τε δὴ πραγματεύεσθαι περὶ τὰς διώρυγας τὸν Ἀλέξανδρον, καὶ τοὺς τάφους σκευωρεῖσθαι τοὺς τῶν βασιλέων καὶ δυναστῶν· τοὺς γὰρ πλείστους ἐν ταῖς λίμναις εἶναι.
アレクサンドロスは、運河に関してこれらの事業を行うとともに、王や支配者たちの墓を調査したが、その大部分は湖の中にあったからである。
§16.1.12Ἐρατοσθένης δὲ τῶν λιμνῶν μνησθεὶς τῶν πρὸς τῇ Ἀραβίᾳ, φησὶ τὸ ὕδωρ ἀπορούμενον διεξόδων ἀνοῖξαι πόρους ὑπὸ γῆς καὶ διʼ ἐκείνων ὑποφέρεσθαι μέχρι Κοιλοσύρων·
エラトステネスは、アラビアの近くにある湖に言及して、水は出口がないため地中に水路を開き、それらを通ってコイレ・シリアまで下っていくと述べている。
ἀναθλίβεσθαι δὲ εἰς τοὺς περὶ Ῥινοκόρουρα καὶ τὸ Κάσιον ὄρος τόπους καὶ ποιεῖν τὰς ἐκεῖ λίμνας καὶ τὰ βάραθρα·
そして、リノコルラやカシオス山の周辺の地域に湧き出し、そこに湖や底なし沼を作ると。
οὐκ οἶδα δʼ εἰ πιθανῶς εἴρηκεν.
しかし、彼が説得力のあることを言っているのかどうか、私にはわからない。
αἱ γὰρ τοῦ Εὐφράτου παρεκχύσεις αἱ ποιοῦσαι τὰς πρὸς τῇ Ἀραβίᾳ λίμνας καὶ τὰ ἕλη πλησίον εἰσὶ τῆς κατὰ Πέρσας θαλάττης, ὁ δὲ διείργων ἰσθμὸς οὔτε πολύς ἐστιν οὔτε πετρώδης, ὥστε ταύτῃ μᾶλλον εἰκὸς ἦν βιάσασθαι τὸ ὕδωρ εἰς τὴν θάλατταν, εἴτʼ ὑπὸ γῆς εἰτʼ ἐπιπολῆς, ἢ πλείους τῶν ἑξακισχιλίων σταδίων διανύειν, ἄνυδρον καὶ ξηρὰν οὕτω, καὶ ταῦτα ὀρῶν ἐν μέσῳ κειμένων, τοῦ τε Λιβάνου καὶ τοῦ Ἀντιλιβάνου καὶ τοῦ Κασίου·
なぜなら、アラビア近くの湖や沼を作るユーフラテス川の溢れ水はペルシア海の近くにあり、それを隔てる地峡は広くもなく岩石質でもないため、水が地中であれ地表であれ、海へと押し入る方が、6000スタディオン以上も離れ、しかもこれほど乾燥して干からびており、さらにその中間に山々(リバノス山、アンティリバノス山、カシオス山)がそびえる場所まで進むよりも、はるかにありそうなことだからである。
οἱ μὲν δὴ τοιαῦτα λέγουσι.
人々はこのようなことを言っている。