§16.1.4μετὰ δὲ Ἄρβηλα καὶ τὸ Νικατόριον ὄρος (ὃ προσωνόμασεν Ἀλέξανδρος νικήσας τὴν περὶ Ἄρβηλα μάχην) ὁ Κάπρος ἐστὶ ποταμὸς ἐν ἴσῳ διαστήματι ὅσῳ καὶ ὁ Λύκος· ἡ δὲ χώρα * Ἀρτακηνὴ λέγεται.
アルベラおよびニカトリオン山(アレクサンドロスがアルベラ付近の戦いに勝利した後に名付けた山)の先には、リュコス川と同じ距離のところにカプロス川があり、その地域はアルタケネと呼ばれる。
περὶ Ἄρβηλα δὲ ἔστι καὶ Δημητριὰς πόλις·
アルベラの周辺にはデメトリアスという都市もある。
εἶθʼ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρὰ καὶ τὸ τῆς * Ἀναίας ἱερὸν καὶ Σαδράκαι, τὸ Δαρείου τοῦ Ὑστάσπεω βασίλειον, καὶ ὁ Κυπαρισσὼν καὶ ἡ τοῦ Κάπρου διάβασις συνάπτουσα ἤδη Σελευκείᾳ καὶ Βαβυλῶνι.
次いで、ナフサの泉、火、アナイアの神殿、ヒュスタスペスの子ダレイオスの王宮であるサドラカイ、イトスギ林、そしてすでにセレウケイアおよびバビロンに接続しているカプロス川の渡河地点がある。
§16.1.5̔η δὲ Βαβυλὼν καὶ αὐτὴ μέν ἐστιν ἐν πεδίῳ, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους τριακοσίων ἑξήκοντα πέντε σταδίων, πάχος δὲ τοῦ τείχους ποδῶν δύο καὶ τριάκοντα, ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις πεντήκοντα τῶν δὲ πύργων ἑξήκοντα, ἡ δὲ πάροδος τοῖς ἐπὶ τοῦ τείχους ὥστε τέθριππα ἐναντιοδρομεῖν ἀλλήλοις ῥᾳδίως·
バビロン自体もまた平野の中にあり、城壁の周囲は365スタディオン、壁の厚さは32フィート、高さは中壁が50ペキス、塔が60ペキスである。 壁の上の通路は、4頭立ての戦車が容易に互いにすれ違って走れるほどである。
διόπερ τῶν ἑπτὰ θεαμάτων λέγεται καὶ τοῦτο καὶ ὁ κρεμαστὸς κῆπος ἔχων ἐν τετραγώνῳ σχήματι ἑκάστην πλευρὰν τεττάρων πλέθρων·
それゆえ、これと空中庭園は世界の七不思議の一つに数えられている。 空中庭園は正方形の形状をしており、各辺は4プレトロンである。
συνέχεται δὲ ψαλιδώμασι καμαρωτοῖς ἐπὶ πεττῶν ἱδρυμένοις κυβοειδῶν ἄλλοις ἐπʼ ἄλλοις·
そして、それは立方体状の橋脚の上に相次いで築かれたアーチ型のヴォールトによって支えられている。
οἱ δὲ πεττοὶ κοῖλοι πλήρεις γῆς ὥστε δέξασθαι φυτὰ δένδρων τῶν μεγίστων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένοι καὶ αὐτοὶ καὶ αἱ ψαλίδες καὶ τὰ καμαρώματα.
橋脚は中が空洞で、大樹の苗を受け入れられるように土が満たされており、これら橋脚自体もヴォールトやアーチ構造も、焼き煉瓦とアスファルトで作られている。
ἡ δʼ ἀνωτάτω στέγη προσβάσεις κλιμακωτὰς ἔχει, παρακειμένους δʼ αὐταῖς καὶ κοχλίας διʼ ὧν τὸ ὕδωρ ἀνῆγον εἰς τὸν κῆπον ἀπὸ τοῦ Εὐφράτου συνεχῶς οἱ πρὸς τοῦτο τεταγμένοι.
最上部の屋根には階段状の登り口があり、それに隣接して螺旋式の汲み上げ機があり、それらを通じて、この任務を割り当てられた者たちがユーフラテス川から庭園へと絶えず水を汲み上げていた。
ὁ γὰρ ποταμὸς διὰ μέσης ῥεῖ τῆς πόλεως σταδιαῖος τὸ πλάτος, ἐπὶ δὲ τῷ ποταμῷ ὁ κῆπος.
というのも、川は幅1スタディオンで都市の中央を流れており、庭園はその川の傍らにあるからである。
ἔστι δὲ καὶ ὁ τοῦ Βήλου τάφος αὐτόθι, νῦν μὲν κατεσκαμμένος, Ξέρξης δʼ αὐτὸν κατέσπασεν, ὥς φασιν·
そこにはまた、ベロスの墓もある。 現在は破壊されているが、人々が言うには、クセルクセスがこれを取り壊した。
ἦν δὲ πυραμὶς τετράγωνος ἐξ ὀπτῆς πλίνθου καὶ αὐτὴ σταδιαία τὸ ὕψος, σταδιαία δὲ καὶ ἑκάστη τῶν πλευρῶν·
それは焼き煉瓦で作られた四角いピラミッドであり、それ自体、高さが1スタディオン、各辺も1スタディオンあった。
ἣν Ἀλέξανδρος ἐβούλετο ἀνασκευάσαι, πολὺ δʼ ἦν ἔργον καὶ πολλοῦ χρόνου (αὐτὴ γὰρ ἡ χοῦς εἰς ἀνακάθαρσιν μυρίοις ἀνδράσι δυεῖν μηνῶν ἔργον ἦν), ὥστʼ οὐκ ἔφθη τὸ ἐγχειρηθὲν ἐπιτελέσαι·
アレクサンドロスはこれを再建したいと望んだが、それは膨大な作業であり、多くの時間を要するものだった(瓦礫の片づけだけでも、1万人の男たちにとって2ヶ月の作業を要したからである)。 そのため、彼は着手したことを完了する暇がなかった。
παραχρῆμα γὰρ ἡ νόσος καὶ ἡ τελευτὴ συνέπεσε τῷ βασιλεῖ, τῶν δʼ ὕστερον οὐδεὶς ἐφρόντισεν.
というのも、王に病と死が突然同時に訪れたからであり、後継者たちの誰もこのことに関心を払わなかったからである。
ἀλλὰ καὶ τὰ λοιπὰ ὠλιγωρήθη καὶ κατήρειψαν τῆς πόλεως τὰ μὲν οἱ Πέρσαι τὰ δʼ ὁ χρόνος καὶ ἡ τῶν Μακεδόνων ὀλιγωρία περὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐπειδὴ τὴν Σελεύκειαν ἐπὶ τῷ Τίγρει πλησίον τῆς Βαβυλῶνος ἐν τριακοσίοις που σταδίοις ἐτείχισε Σέλευκος ὁ Νικάτωρ.
それどころか、残りの部分も放置され、都市のいくつかの部分はペルシア人が、他の部分は歳月と、こうした事柄に対するマケドニア人の無関心とが崩壊させた。 そして何よりも、セレウコス・ニカトールがバビロンの近く、およそ300スタディオンのティグリス川沿いに、セレウケイアの城壁を築いたためである。
καὶ γὰρ ἐκεῖνος καὶ οἱ μετʼ αὐτὸν ἅπαντες περὶ ταύτην ἐσπούδασαν τὴν πόλιν καὶ τὸ βασίλειον ἐνταῦθα μετήνεγκαν·
実際、彼も彼以降の者たちも皆、この都市に力を注ぎ、王宮をそこへと移した。
καὶ δὴ καὶ νῦν ἡ μὲν γέγονε Βαβυλῶνος μείζων ἡ δʼ ἔρημος ἡ πολλή, ὥστʼ ἐπʼ αὐτῆς μὴ ἂν ὀκνῆσαί τινα εἰπεῖν ὅπερ ἔφη τις τῶν κωμικῶν ἐπὶ τῶν Μαγαλοπολιτῶν τῶν ἐν Ἀρκαδίᾳ
ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις.
そしてまさに現在では、一方はバビロンよりも大きくなり、他方はその大部分が廃墟と化している。 そのため、それについて、喜劇作家の誰かがアルカディアのメガロポリスの人々について言ったことを述べるのに、躊躇する者はいないだろう。 「巨大な都市は巨大な荒野である」と。
διὰ δὲ τὴν τῆς ὕλης σπάνιν ἐκ φοινικίνων ξύλων αἱ οἰκοδομαὶ συντελοῦνται καὶ δοκοῖς καὶ στύλοις·
木材の不足のために、建物はナツメヤシの木材から、梁も柱も作られている。
περὶ δὲ τοὺς στύλους στρέφοντες ἐκ τῆς καλάμης σχοινία περιτιθέασιν, εἶτʼ ἐπαλείφοντες χρώμασι καταγράφουσι, τὰς δὲ θύρας ἀσφάλτῳ·
柱については、葦で作った縄を巻きつけて周囲を覆い、次いで色彩を塗って模様を描き、扉にはアスファルトを塗る。
ὑψηλαὶ δὲ καὶ αὗται καὶ οἱ οἶκοι καμαρωτοὶ πάντες διὰ τὴν ἀξυλίαν·
これら扉も高く、家屋は用材の不足のためにすべてアーチ状の天井をもつ。
ψιλὴ γὰρ ἡ χώρα καὶ θαμνώδης ἡ πολλὴ πλὴν φοίνικος·
というのも、土地は木がなく、大部分はナツメヤシを除いて低木ばかりだからである。
οὗτος δὲ πλεῖστος ἐν τῇ Βαβυλωνίᾳ, πολὺς δὲ καὶ ἐν Σούσοις καὶ ἐν τῇ παραλίᾳ Περσίδι καὶ ἐν τῇ Καρμανίᾳ.
この木はバビロニアに極めて多く、スサやペルシス沿岸部、カルマニアにも多い。
κεράμῳ δʼ οὐ χρῶνται·
瓦は使われない。
οὐδὲ γὰρ κατομβροῦνται.
雨が降らないからである。
παραπλήσια δὲ καὶ τὰ ἐν Σούσοις καὶ τῇ Σιτακηνῇ.
スサやシタケネでも同様である。