§16.1.21μεσοποταμία δʼ ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται·
さて、メソポタミアはその地理的特徴から名付けられている。
εἴρηται δʼ ὅτι κεῖται τοῦ Εὐφράτου μεταξὺ καὶ τοῦ Τίγριος καὶ διότι ὁ μὲν Τίγρις τὸ ἑωθινὸν αὐτῆς μόνον κλύζει πλευρόν, τὸ δʼ ἑσπέριον καὶ νότιον ὁ Εὐφράτης· πρὸς ἄρκτον δὲ ὁ Ταῦρος ὁ τοὺς Ἀρμενίους διορίζων ἀπὸ τῆς Μεσοποταμίας.
それがユーフラテス川とティグリス川の間に位置していること、またティグリス川がその東側の側面だけを洗い、ユーフラテス川が西側と南側の側面を洗っていること、そして北にはアルメニア人をメソポタミアから隔てているタウロス山脈があることは、すでに述べられている。
τὸ μὲν οὖν μέγιστον ὃ ἀφίστανται διάστημα ἀπʼ ἀλλήλων τὸ πρὸς τοῖς ὄρεσίν ἐστι· τοῦτο δʼ ἂν εἴη τὸ αὐτὸ ὅπερ εἴρηκεν Ἐρατοσθένης, τὸ ἀπὸ Θαψάκου, καθʼ ὃ ἦν τὸ ζεῦγμα τοῦ Εὐφράτου τὸ παλαιόν, ἐπὶ τὴν τοῦ Τίγριος διάβασιν, καθʼ ἣν διέβη Ἀλέξανδρος αὐτόν, δισχιλίων τετρακοσίων·
それゆえ、両河が互いから最も離れている最大の距離は、山脈に近いところにあり、これはエラトステネスが述べているのと同じ距離、すなわち、かつてユーフラテス川の架橋があったタプサコスから、アレクサンドロスが渡ったティグリス川の渡渉点までの二千四百スタディオンであろう。
τὸ δʼ ἐλάχιστον μικρῷ πλέον τῶν διακοσίων κατὰ Σελεύκειάν που καὶ Βαβυλῶνα.
他方、最小の距離は、セレウケイアやバビロンのあたりのどこかで、二百スタディオンをわずかに超える。
διαρρεῖ δʼ ὁ Τίγρις τὴν Θωπῖτιν καλουμένην λίμνην κατὰ πλάτος μέσην· περαιωθεὶς δʼ ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ πολλοῦ ψόφου καὶ ἀναφυσημάτων, ἐπὶ πολὺ δʼ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει πάλιν οὐ πολὺ ἄπωθεν τῆς Γορδυαίας·
ティグリス川は、トピティスと呼ばれる湖の幅の真ん中を貫いて流れ、向こう岸に達すると、大きな轟音と気泡を伴って地中に潜り、長い間見えないまま流れた後、ゴルデュアイアからそれほど遠くない場所で再び地上に現れる。
οὕτω δὲ σφοδρῶς διεκβάλλει τὴν λίμνην, ὥς φησιν Ἐρατοσθένης, ὥστε ἁλμυρὰν αὐτὴν οὖσαν καὶ ἄνιχθυν γλυκεῖαν κατὰ τοῦτʼ εἶναι τὸ μέρος καὶ ῥοώδη καὶ ἰχθύων πλήρη.
エラトステネスが言うには、その川は、本来は塩辛くて魚のいないその湖を非常に激しく貫いて流れるため、この部分では湖水は甘く、流れが速く、魚で満ちているほどである。
§16.1.22Ἐπὶ μῆκος δὲ συχνὸν προπέπτωκεν ἡ συναγωγὴ τῆς Μεσοποταμίας καὶ πλοίῳ πως ἔοικε·
メソポタミアの狭まりはかなりの長さにわたって前方に伸びており、どこか船のようである。
ποιεῖ δὲ τὸ πλεῖστον τῆς περιφερείας ὁ Εὐφράτης·
そして、その外周の大部分を形成しているのはユーフラテス川である。
καὶ ἔστι τὸ μὲν ἀπὸ τῆς Θαψάκου μέχρι Βαβυλῶνος, ὡς εἴρηκεν Ἐρατοσθένης, τετρακισχίλιοι καὶ ὀκτακόσιοι στάδιοι· τὸ δʼ ἀπὸ τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος, ἥπερ ἐστὶν ἀρχὴ τῆς Μεσοποταμίας, οὐκ ἔλαττον τῶν δισχιλίων σταδίων ἕως ἐπὶ Θάψακον.
そして、エラトステネスが言っているように、タプサコスからバビロンまでの距離は四千八百スタディオンであり、メソポタミアの始まりであるコンマゲネの近くの架橋からタプサコスまでは二千スタディオンを下らない。
§16.1.23ἔστι δʼ ἡ μὲν παρόρειος εὐδαίμων ἱκανῶς·
山麓地帯は十分に豊かである。
ἔχουσι δʼ αὐτῆς τὰ μὲν πρὸς τῷ Εὐφράτῃ καὶ τῷ ζεύγματι, τῷ τε νῦν τῷ κατὰ τὴν Κομμαγηνὴν καὶ τῷ πάλαι τῷ κατὰ τὴν Θάψακον, οἱ Μυγδόνες κατονομασθέντες ὑπὸ τῶν Μακεδόνων·
マケドニア人によってミグドネスと名づけられた人々が、その地域のうち、ユーフラテス川および架橋(現在のコンマゲネ付近のそれと、かつてのタプサコス付近のそれ)に面した部分を領有している。
ἐν οἷς ἐστιν ἡ Νίσιβις, ἣν καὶ αὐτὴν Ἀντιόχειαν τὴν ἐν τῇ Μυγδονίᾳ προσηγόρευσαν, ὑπὸ τῷ Μασίῳ ὄρει κειμένην, καὶ Τιγρανόκερτα καὶ τὰ περὶ Κάρρας καὶ Νικηφόριον χωρία καὶ Χορδίραζα καὶ Σίννακα, ἐν ᾗ Κράσσος διεφθάρη, δόλῳ ληφθεὶς ὑπὸ Σουρήνα τοῦ τῶν Παρθυαίων στρατηγοῦ.
彼らの領域の中には、マシオン山の下に位置し、彼らがミグドニアのアンティオケイアとも呼んだニシビスがあり、またティグラノケルタ、カルライ周辺の地域、ニケポリオン、ポルディラザ、そしてシンナカがある。 このシンナカで、クラッススはパルティア人の将軍スレナスに欺かれて捕らえられ、命を落とした。
§16.1.24πρὸς δὲ τῷ Τίγρει τὰ τῶν Γορδυαίων χωρία οὓς οἱ πάλαι Καρδούχους ἔλεγον, καὶ αἱ πόλεις ῶν Σάρεισά τε καὶ Σάταλκα καὶ Πίνακα, κράτιστον ἔρυμα, τρεῖς ἄκρας ἔχουσα, ἑκάστην ἰδίῳ τείχει τετειχισμένην, ὥστε οἷον τρίπολιν εἶναι.
一方、ティグリス川の近くには、古くはカルドゥコイと呼ばれていたゴルデュアイオイ人の地域があり、その都市にはサレイサ、サタルカ、そして非常に強力な要塞であり、三つの砦を持ち、それぞれが独自の城壁で囲まれているため、いわば三つの都市のようになっているピナカがある。
ἀλλʼ ὅμως καὶ ὁ Ἀρμένιος εἶχεν ὑπήκοον καὶ οἱ Ῥωμαῖοι βίᾳ παρέλαβον, καίπερ ἔδοξαν οἱ Γορδυαῖοι διαφερόντως ἀρχιτεκτονικοί τινες εἶναι καὶ πολιορκητικῶν ὀργάνων ἔμπειροι·
しかしそれにもかかわらず、アルメニアの王も彼らを服従させており、ローマ人も武力でこれを占領した。 ゴルデュアイオイ人は格段に建築に優れ、攻城兵器の経験が豊富であるとみなされていたにもかかわらずである。
διόπερ αὐτοῖς εἰς ταῦτα ὁ Τιγράνης ἐχρῆτο.
それゆえにティグラネスも彼らをこれらの用途のために用いていた。
ἐγένετο δὲ καὶ ἡ λοιπὴ Μεσοποταμία ὑπὸ Ῥωμαίοις, Πομπήιος δʼ αὐτῆς τὰ πολλὰ τῷ Τιγράνῃ προσένειμεν ὅσα ἦν ἀξιόλογα·
メソポタミアの残りの部分もローマ人の支配下に入ったが、ポンペイウスはそのうち注目に値するものの大部分をティグラネスに割り当てた。
ἔστι γὰρ εὔβοτος ἡ χώρα καὶ εὐερνὴς ὥστε καὶ τὰ ἀειθαλῆ τρέφειν καὶ ἄρωμα τὸ ἄμωμον·
というのも、この地は家畜の放牧に適し、植物がよく育つ土地であり、常緑樹を育て、香料のアモモンを産出するほどだからである。
καὶ λεοντοβότος ἐστί·
また、そこはライオンの生息地でもある。
φέρει δὲ καὶ τὸν νάφθαν καὶ τὴν γαγγῆτιν λίθον, ἣν φεύγει τὰ ἑρπετά.
さらに、ナフサと、這うものが忌避するガンギティスと呼ばれる石を産出する。
§16.1.25λέγεται δὲ Γόρδυς ὁ Τριπτολέμου τὴν Γορδυηνὴν οἰκῆσαι, ὕστερον δὲ καὶ Ἐρετριεῖς οἱ ἀναρπασθέντες ὑπὸ Περσῶν.
また、トリプトレモスの息子ゴルデュスがゴルデュエネに居住し、のちにはペルシア人によって強制移住させられたエレトリア人たちもそこに住んだと言われている。
περὶ μὲν οὖν Τριπτολέμου δηλώσομεν ἐν τοῖς Συριακοῖς αὐτίκα.
トリプトレモスについては、のちほどシリアに関する記述の中ですぐに説明することにしよう。