Humanitext Reader

ストラボン · 地理誌 §16.1.19-16.1.20

アディアベネの情勢とバビロニアの習俗

514 / 577 箇所 · ギリシア語

要旨

アディアベネ地方の地理的・政治的状況と、隣接するメディア、アルメニア、パルティアとの勢力関係が述べられる。さらに、婚姻の競売や神殿売春、各種裁判、病人の扱い、衣服、埋葬法といったアッシリアやバビロニアの独特な風習を紹介する。

§16.1.19τῆς μὲν οὖν Ἀδιαβηνῆς ἡ πλείστη πεδιάς ἐστι, καὶ αὐτὴ τῆς Βαβυλωνίας μέρος οὖσα ἔχουσα δʼ ὅμως ἄρχοντα ἴδιον, ἔστιν ὅπη καὶ τῇ Ἀρμενίᾳ προσχωροῦσα.
さて、アディアベネの大部分は平野であり、それ自体バビロニアの一部であるが、それにもかかわらず独自の支配者を持っており、ある場所ではアルメニアにも接している。
οἱ γὰρ Μῆδοι καὶ οἱ Ἀρμένιοι τρίτοι δὲ Βαβυλώνιοι τὰ μέγιστα τῶν ἐθνῶν τῶν ταύτῃ διετέλουν οὕτως ἐξ ἀρχῆς συνεστῶτες ὥστʼ ἀλλήλοις ἐπιτίθεσθαι κατὰ καιροὺς τοὺς οἰκείους ἕκαστοι καὶ πάλιν διαλύεσθαι·
というのも、メディア人とアルメニア人、そして第三にバビロニア人は、この地域で最大の諸民族であり、当初から互いに好機を見計らって襲撃し合い、再び和解するように構成されていたからである。
καὶ τοῦτο καὶ μέχρι τῆς τῶν Παρθυαίων ἐπικρατείας διέμεινε.
そしてこの状態はパルティア人の支配にいたるまで続いた。
τῶν μὲν οὖν Μήδων καὶ τῶν Βαβυλωνίων ἐπάρχουσι Παρθυαῖοι, τῶν δʼ Ἀρμενίων οὐδʼ ἅπαξ·
したがって、パルティア人はメディア人とバビロニア人を支配しているが、アルメニア人を支配したことは一度もない。
ἀλλʼ ἔφοδοι μὲν γεγόνασι πολλάκις, ἀνὰ κράτος δʼ οὐχ ἑάλωσαν, ἀλλʼ ὅ γε Τιγράνης καὶ ἐρρωμένως ἀντεπεκράτησεν, ὡς ἐν τοῖς Ἀρμενιακοῖς εἴρηται.
侵入は何度もあったが、力によって征服されることはなく、むしろティグラネスは強力に反撃して支配権を握り返した。 これはアルメニアに関する箇所で述べた通りである。
ἡ μὲν οὖν Ἀδιαβηνὴ τοιαύτη·
アディアベネは以上のようである。
περὶ δὲ τῆς Μεσοποταμίας ἐροῦμεν ἐφεξῆς καὶ τῶν πρὸς μεσημβρίαν ἐθνῶν, ἐπιόντες ἐπὶ μικρὸν πρότερον τὰ λεγόμενα περὶ τῶν ἐθῶν τῶν παρὰ τοῖς Ἀσσυρίοις.
次にメソポタミアと南方の諸民族について語ることにするが、その前にアッシリア人の間で語られている風習について少し触れておこう。
§16.1.20τἆλλα μὲν οὖν ἔοικε τοῖς Περσικοῖς, ἴδιον δὲ τὸ καθεστάναι τρεῖς ἄνδρας σώφρονας ἑκάστης ἄρχοντας φυλῆς, οἳ τὰς ἐπιγάμους κόρας προσάγοντες εἰς τὸ πλῆθος ἀποκηρύττουσι τοῖς νυμφίοις ἀεὶ τὰς ἐντιμοτέρας πρώτας.
それ以外の点ではペルシア人のものと似ているが、彼らに固有なのは、各部族の支配者として3人の思慮深い男たちが任命されていることである。 彼らは結婚適齢期の娘たちを群衆の前に連れて行き、常に最も価値の高い娘から順に、求婚者たちに対して競売にかける。
οὕτω μὲν αἱ συζυγίαι τελοῦνται·
このようにして夫婦の結びつきが成立する。
ὁσάκις δʼ ἂν μιχθῶσιν ἀλλήλοις, ἐπιθυμιάσοντες ἐξανίστανται ἑκάτερος χωρίς·
彼らは互いに交わると、その都度、香を焚くためにそれぞれ別々に立ち上がる。
ὄρθρου δὲ λούονται πρὶν ἀγγείου τινὸς ἅψασθαι·
そして夜明けには、器に触れる前に水浴する。
παραπλησίως γὰρ ὥσπερ ἀπὸ νεκροῦ τὸ λουτρὸν ἐν ἔθει ἐστίν, οὕτω καὶ ἀπὸ συνουσίας.
死体に触れた後の水浴が習慣であるのと同様に、交わりの後にも水浴をする習慣があるからである。
πάσαις δὲ ταῖς Βαβυλωνίαις ἔθος κατά τι λόγιον ξένῳ μίγνυσθαι πρός τι ἀφροδίσιον ἀφικομέναις μετὰ πολλῆς θεραπείας καὶ ὄχλου·
また、すべてのバビロニアの女性にとって、ある神託に従って、多くの従者や群衆を伴ってアプロディテの聖域に赴き、外国人と交わることが習慣となっている。
θώμιγγι δʼ ἔστεπται ἑκάστη·
彼女たちはそれぞれ頭に紐を巻いている。
ὁ δὲ προσιὼν καταθεὶς ἐπὶ τὰ γόνατα ὅσον καλῶς ἔχει ἀργύριον, συγγίνεται ἄπωθεν τοῦ τεμένους ἀπαγαγών·
近づいてくる男は、ふさわしい額の銀貨を彼女の膝の上に置き、聖域から離れた場所に連れ出して交わる。
τὸ δʼ ἀργύριον ἱερὸν τῆς Ἀφροδίτης νομίζεται.
その銀貨はアプロディテの神聖なものとみなされる。
ἀρχεῖα δʼ ἐστὶ τρία, τὸ τῶν ἀφειμένων ἤδη τῆς στρατείας καὶ τὸ τῶν ἐνδοξοτάτων καὶ τὸ τῶν γερόντων, χωρὶς τοῦ ὑπὸ τοῦ βασιλέως καθισταμένου.
役所は3つあり、すでに兵役を免除された者たちの役所、最も名誉ある者たちの役所、そして長老たちの役所であって、王によって設置されるものはこれらとは別である。
τούτου δʼ ἐστὶ τὸ τὰς παρθένους ἐκδιδόναι καὶ τὸ τὰς περὶ τῆς μοιχείας δικάζειν δίκας, ἄλλου δὲ τὸ τὰς τῆς κλοπῆς, τρίτου τὸ περὶ τῶν βιαίων.
この役所の職務は、処女を嫁がせることと、姦通に関する訴訟を裁くことであり、別の役所の職務は窃盗に関する訴訟、第3の役所の職務は暴行に関する訴訟を裁くことである。
τοὺς δʼ ἀρρώστους εἰς τὰς τριόδους ἐκτιθέντες πυνθάνονται τῶν παριόντων εἴ τίς τι ἔχοι λέγειν τοῦ πάθους ἄκος·
また、病人を三叉路に連れ出して、通りかかる人々に、その病気の治療法について何か言えることがあるかどうかを尋ねる。
οὐδείς τέ ἐστιν οὕτω κακὸς τῶν παριόντων, ὃς οὐκ ἐντυχὼν εἴ τι φρονεῖ σωτήριον ὑποτίθεται.
通りかかる人々の中に、行き遭った病人に何か救いとなる知恵がある場合、それを助言してやらないほど不親切な者は一人もいない。
ἐσθὴς δʼ αὐτοῖς ἐστι χιτὼν λινοῦς ποδήρης καὶ ἐπενδύτης ἐρεοῦς, ἱμάτιον λευκόν, κόμη μακρά, ὑπόδημα ἐμβάδι ὅμοιον.
彼らの衣服は、足元まで届く亜麻のキトンと、その上に重ねる羊毛の上着、白いマントであり、髪を長く伸ばし、靴はスリッパに似たものである。
φοροῦσι δὲ καὶ σφραγῖδα καὶ σκῆπτρον οὐ λιτὸν ἀλλʼ ἐπίσημον, ἔχον ἐπάνω μῆλον ἢ ῥόδον ἢ κρίνον ἤ τι τοιοῦτον·
彼らはまた、印章と、単なる棒ではなく、先端にリンゴ、バラ、ユリ、あるいはそれに類する飾りのついた目立つ笏を携帯している。
ἀλείφονται δʼ ἐκ τοῦ σησάμου· θρηνοῦσι δὲ τοὺς ἀποθανόντας, ὡς Αἰγύπτιοι καὶ πολλοὶ τῶν ἄλλων·
彼らはゴマ油を体に塗り、死者を悼む際には、エジプト人や他の多くの民族のように悲嘆する。
θάπτουσι δʼ ἐν μέλιτι κηρῷ περιπλάσαντες.
死者は、蝋で包んで蜂蜜の中に埋葬する。
τρεῖς δʼ εἰσὶ φρατρίαι τῶν ἀπόρων σίτου·
また、穀物を持たない者たちの3つの氏族がある。
ἕλειοι δʼ εἰσὶν οὗτοι καὶ ἰχθυοφάγοι, διαιτώμενοι παραπλησίως τοῖς κατὰ τὴν Γεδρωσίαν.
これらは沼沢地に住む魚食民であり、ゲドロシアの住民とよく似た生活を送っている。

語釈・文法注

  1. 16.1.19ἔστιν ὅπη καὶ τῇ Ἀρμενίᾳ προσχωροῦσα — 自動詞 προσχωρέω は与格(τῇ Ἀρμενίᾳ)を伴って空間的に「隣接する、近接する」という意味の他、政治的・比喩的に「〜に帰属する、従属する」という意味もある。アディアベネが地理的にアルメニアと接していた事実と、アルメニア(特にティグラネス大王)の覇権下に一時的に置かれたという歴史的状況の、双方を含意しうる表現である。
  2. 16.1.20τὸ καθεστάναι τρεῖς ἄνδρας σώφρονας ἑκάστης ἄρχοντας φυλῆς — 対格不定詞構文(主語 τρεῖς ἄνδρας、述語分詞 ἄρχοντας)に中性単数定冠詞 τό が付いて名詞化された句であり、主節の形容詞 ἴδιον(「固有の」)に対する文法上の主語(または同格名詞句)として機能している。不定詞 καθεστάναι(καθίστημι の完了能動態)は「任命されて存在する」ことを表す。
  3. 16.1.20χωρὶς τοῦ ὑπὸ τοῦ βασιλέως καθισταμένου — 前置詞 χωρὶς(「〜を除いて、別として」)は属格を支配する。定冠詞の属格 τοῦ は、文脈から先行する「役所・裁判所(ἀρχείου)」を指す代名詞的に機能しており、受動態現在分詞の属格 καθισταμένου(「設置されるもの」)によって修飾されている。
  4. 16.1.20εἴ τις τι ἔχοι λέγειν τοῦ πάθους ἄκος — 間接疑問節を導く εἴ に、主節の動詞 πυνθάνονται(歴史的現在として機能)に呼応した斜格希求法(ἔχοι)が用いられている。属格の τοῦ πάθους(「病に対する」)は、名詞 ἄκος(「治療法」)に依存する目的格的属格(objective genitive)である。

この箇所を引用する

ストラボン, 地理誌 §16.1.19-16.1.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.19-16.1.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。