Humanitext Reader

斯特拉波 · 地理学 §16.1.21-16.1.25

美索不达米亚的界线、两河流域与山麓各地

第 515 段,共 577 段 · 希腊语

内容简介

本文描述了美索不达米亚的地理边界,详细说明了底格里斯河和幼发拉底河的流向及两河距离的测量,并介绍了克拉苏牺牲的辛纳卡等山麓地带的米格多尼亚地区,以及以建筑和攻城技术闻名的戈尔杜艾奥伊人的领土。

§16.1.21μεσοποταμία δʼ ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· εἴρηται δʼ ὅτι κεῖται τοῦ Εὐφράτου μεταξὺ καὶ τοῦ Τίγριος καὶ διότι ὁ μὲν Τίγρις τὸ ἑωθινὸν αὐτῆς μόνον κλύζει πλευρόν, τὸ δʼ ἑσπέριον καὶ νότιον ὁ Εὐφράτης· πρὸς ἄρκτον δὲ ὁ Ταῦρος ὁ τοὺς Ἀρμενίους διορίζων ἀπὸ τῆς Μεσοποταμίας.
美索不达米亚因其地理特征而得名;已经说过它位于幼发拉底河和底格里斯河之间,且底格里斯河仅冲刷其东侧,而幼发拉底河冲刷其西侧和南侧;北面则是将亚美尼亚人与美索不达米亚隔开的托罗斯山脉。
τὸ μὲν οὖν μέγιστον ὃ ἀφίστανται διάστημα ἀπʼ ἀλλήλων τὸ πρὸς τοῖς ὄρεσίν ἐστι· τοῦτο δʼ ἂν εἴη τὸ αὐτὸ ὅπερ εἴρηκεν Ἐρατοσθένης, τὸ ἀπὸ Θαψάκου, καθʼ ὃ ἦν τὸ ζεῦγμα τοῦ Εὐφράτου τὸ παλαιόν, ἐπὶ τὴν τοῦ Τίγριος διάβασιν, καθʼ ἣν διέβη Ἀλέξανδρος αὐτόν, δισχιλίων τετρακοσίων· τὸ δʼ ἐλάχιστον μικρῷ πλέον τῶν διακοσίων κατὰ Σελεύκειάν που καὶ Βαβυλῶνα.
因此,它们彼此相距最远的最大距离是在山脉附近;这与埃拉托斯特尼所说的距离相同,即从昔日幼发拉底河架桥所在的萨普萨库斯,到亚历山大渡过底格里斯河的渡口,共计两千四百斯塔迪翁;而最近的距离在塞琉西亚和巴比伦附近的某处,略多于两百斯塔迪翁。
διαρρεῖ δʼ ὁ Τίγρις τὴν Θωπῖτιν καλουμένην λίμνην κατὰ πλάτος μέσην· περαιωθεὶς δʼ ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ πολλοῦ ψόφου καὶ ἀναφυσημάτων, ἐπὶ πολὺ δʼ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει πάλιν οὐ πολὺ ἄπωθεν τῆς Γορδυαίας·
底格里斯河流经被称为托皮蒂斯的湖泊的宽度中央;在到达对岸后,它伴随着巨大的轰鸣声和喷气声沉入地下,在隐秘流淌了很长一段距离后,在离戈尔杜艾亚不远的地方重新升起。
οὕτω δὲ σφοδρῶς διεκβάλλει τὴν λίμνην, ὥς φησιν Ἐρατοσθένης, ὥστε ἁλμυρὰν αὐτὴν οὖσαν καὶ ἄνιχθυν γλυκεῖαν κατὰ τοῦτʼ εἶναι τὸ μέρος καὶ ῥοώδη καὶ ἰχθύων πλήρη.
埃拉托斯特尼说,它如此剧烈地穿过该湖,以至于尽管该湖原本是咸的且无鱼,但在此部分湖水却变甜了、流速极快且满是鱼类。
§16.1.22Ἐπὶ μῆκος δὲ συχνὸν προπέπτωκεν ἡ συναγωγὴ τῆς Μεσοποταμίας καὶ πλοίῳ πως ἔοικε· ποιεῖ δὲ τὸ πλεῖστον τῆς περιφερείας ὁ Εὐφράτης· καὶ ἔστι τὸ μὲν ἀπὸ τῆς Θαψάκου μέχρι Βαβυλῶνος, ὡς εἴρηκεν Ἐρατοσθένης, τετρακισχίλιοι καὶ ὀκτακόσιοι στάδιοι· τὸ δʼ ἀπὸ τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος, ἥπερ ἐστὶν ἀρχὴ τῆς Μεσοποταμίας, οὐκ ἔλαττον τῶν δισχιλίων σταδίων ἕως ἐπὶ Θάψακον.
美索不达米亚的收缩部向前延伸了相当长的距离,有些像一艘船;幼发拉底河构成了其轮廓的大部分;正如埃拉托斯特尼所说,从萨普萨库斯到巴比伦的距离是四千八百斯塔迪翁;而从作为美索不达米亚起点的科马基尼附近的架桥到萨普萨库斯的距离不少于两千斯塔迪翁。
§16.1.23ἔστι δʼ ἡ μὲν παρόρειος εὐδαίμων ἱκανῶς· ἔχουσι δʼ αὐτῆς τὰ μὲν πρὸς τῷ Εὐφράτῃ καὶ τῷ ζεύγματι, τῷ τε νῦν τῷ κατὰ τὴν Κομμαγηνὴν καὶ τῷ πάλαι τῷ κατὰ τὴν Θάψακον, οἱ Μυγδόνες κατονομασθέντες ὑπὸ τῶν Μακεδόνων· ἐν οἷς ἐστιν ἡ Νίσιβις, ἣν καὶ αὐτὴν Ἀντιόχειαν τὴν ἐν τῇ Μυγδονίᾳ προσηγόρευσαν, ὑπὸ τῷ Μασίῳ ὄρει κειμένην, καὶ Τιγρανόκερτα καὶ τὰ περὶ Κάρρας καὶ Νικηφόριον χωρία καὶ Χορδίραζα καὶ Σίννακα, ἐν ᾗ Κράσσος διεφθάρη, δόλῳ ληφθεὶς ὑπὸ Σουρήνα τοῦ τῶν Παρθυαίων στρατηγοῦ.
沿山地带相当肥沃;被马其顿人命名为米格多内斯的人们占领了该地区靠近幼发拉底河和架桥(包括现在科马基尼附近的架桥和昔日萨普萨库斯附近的架桥)的部分;在这些人之中有尼西比斯(他们也称其为米格多尼亚的安条克),位于马西翁山下方,还有蒂格拉诺克尔塔、卡莱周边的地区、尼克弗里翁、霍尔迪拉扎和辛纳卡。 在辛纳卡,克拉苏被帕提亚人的将军苏雷纳用计捕获并杀害。
§16.1.24πρὸς δὲ τῷ Τίγρει τὰ τῶν Γορδυαίων χωρία οὓς οἱ πάλαι Καρδούχους ἔλεγον, καὶ αἱ πόλεις ῶν Σάρεισά τε καὶ Σάταλκα καὶ Πίνακα, κράτιστον ἔρυμα, τρεῖς ἄκρας ἔχουσα, ἑκάστην ἰδίῳ τείχει τετειχισμένην, ὥστε οἷον τρίπολιν εἶναι.
而在底格里斯河附近,是古人称为卡尔杜科伊人的戈尔杜艾奥伊人的领地,他们的城市有萨雷萨、萨塔尔卡和皮纳卡(一个极强的要塞,拥有三个卫城,每个卫城都用独立的城墙围起,因此宛如一个“三联市”)。
ἀλλʼ ὅμως καὶ ὁ Ἀρμένιος εἶχεν ὑπήκοον καὶ οἱ Ῥωμαῖοι βίᾳ παρέλαβον, καίπερ ἔδοξαν οἱ Γορδυαῖοι διαφερόντως ἀρχιτεκτονικοί τινες εἶναι καὶ πολιορκητικῶν ὀργάνων ἔμπειροι· διόπερ αὐτοῖς εἰς ταῦτα ὁ Τιγράνης ἐχρῆτο.
然而尽管如此,亚美尼亚国王也曾使其臣服,罗马人也用武力夺取了它,尽管戈尔杜艾奥伊人被认为在建筑方面特别杰出,且精通攻城器械;因此提格兰内斯将他们用于这些用途。
ἐγένετο δὲ καὶ ἡ λοιπὴ Μεσοποταμία ὑπὸ Ῥωμαίοις, Πομπήιος δʼ αὐτῆς τὰ πολλὰ τῷ Τιγράνῃ προσένειμεν ὅσα ἦν ἀξιόλογα· ἔστι γὰρ εὔβοτος ἡ χώρα καὶ εὐερνὴς ὥστε καὶ τὰ ἀειθαλῆ τρέφειν καὶ ἄρωμα τὸ ἄμωμον· καὶ λεοντοβότος ἐστί· φέρει δὲ καὶ τὸν νάφθαν καὶ τὴν γαγγῆτιν λίθον, ἣν φεύγει τὰ ἑρπετά.
美索不达米亚的其余部分也归于罗马人,庞培将其中大部分有价值的地区分给了提格兰内斯;因为该地区草木茂盛,宜于放牧,以至于能孕育常绿树和香料豆蔻;它也是狮子繁衍之地;并且还产出石脑油和爬行动物所避开的甘吉蒂斯石。
§16.1.25λέγεται δὲ Γόρδυς ὁ Τριπτολέμου τὴν Γορδυηνὴν οἰκῆσαι, ὕστερον δὲ καὶ Ἐρετριεῖς οἱ ἀναρπασθέντες ὑπὸ Περσῶν.
据说,特里普托勒摩斯之子戈尔杜斯曾居住在戈尔杜埃内,后来被波斯人掳走的埃雷特里亚人也曾居住于此。
περὶ μὲν οὖν Τριπτολέμου δηλώσομεν ἐν τοῖς Συριακοῖς αὐτίκα.
关于特里普托勒摩斯,我们随后将在关于叙利亚的历史中予以阐明。

词汇与语法注释

  1. §16.1.21εἴρηται δʼ ὅτι — 无人称动词 `εἴρηται` 支配着并列的名词从句,首先由 `ὅτι`(引导事实)引入,接着由 `διότι`(引导原因)引入,随后的第三个并列部分(`πρὸς ἄρκτον δὲ...`)省略了连接词。这总结了前文中已提及的美索不达米亚的地理状况。
  2. §16.1.21ὥστε ἁλμυρὰν αὐτὴν οὖσαν — 在由 `ὥστε` 引导的结果从句中,使用了“对格加不定式”结构(主语为 `αὐτήν`[指湖泊],不定式为 `εἶναι`)。与 `αὐτήν` 一致的语气分词 `οὖσαν` 具有让步意味(“尽管它是……”),支配着 `ἁλμυρὰν... καὶ ἄνιχθυν`,这与不定式的表语形容词(`γλυκεῖαν... καὶ ῥοώδη καὶ ἰχθύων πλήρη`)形成对比,突出了河流强劲水流带来的结果。
  3. §16.1.24καίπερ ἔδοξαν — 虽然 `καίπερ` 通常支配分词以表示让步(“尽管”),但此处它直接与直陈式动词(`ἔδοξαν`)连用。这种用法是后期希腊语(通俗希腊语)的特征,在此阶段,`καίπερ` 开始像引导限定动词从句的从属连词一样发挥作用,而非仅限定于分词。

引用这一段

斯特拉波, 地理学 §16.1.21-16.1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.21-16.1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。