§16.1.16πάλαι μὲν οὖν ἡ Βαβυλὼν ἦν μητρόπολις τῆς Ἀσσυρίας, νῦν δὲ Σελεύκεια ἡ ἐπὶ τῷ Τίγρει λεγομένη.
かつてはバビロンがアッシリアの首都であったが、現在はティグリス河畔のセレウキアと呼ばれる都市がそうである。
πλησίον δʼ ἐστὶ κώμη Κτησιφῶν λεγομένη, μεγάλη·
その近くにはクテシフォンと呼ばれる大きな村がある。
ταύτην δʼ ἐποιοῦντο χειμάδιον οἱ τῶν Παρθυαίων βασιλεῖς φειδόμενοι τῶν Σελευκέων, ἵνα μὴ κατασταθμεύοιντο ὑπὸ τοῦ Σκυθικοῦ φύλου καὶ στρατιωτικοῦ·
パルティアの王たちは、セレウキアの人々に配慮して、彼らがスキタイ的で軍事的な部族によって宿舎を割り当てられないように、ここを冬営地としていた。
δυνάμει οὖν Παρθικῇ πόλις ἀντὶ κώμης ἐστὶ * καὶ τὸ μέγεθος, τοσοῦτόν γε πλῆθος δεχομένη καὶ τὴν κατασκευὴν ὑπʼ ἐκείνων αὐτῶν κατεσκευασμένη καὶ τὰ ὤνια καὶ τὰς τέχνας προσφόρους ἐκείνοις πεπορισμένη.
したがって、パルティアの支配力によって、そこは村に代わって都市となっており、その規模についても同様である。 これほど多くの群衆を受け入れ、彼ら自身によって建物が建設され、彼らに適した商品や技術が提供されているからである。
εἰώθασι γὰρ ἐνταῦθα τοῦ χειμῶνος διάγειν οἱ βασιλεῖς διὰ τὸ εὐάερον·
王たちは気候が穏やかであるため、冬をここで過ごすのが常である。
θέρους δὲ ἐν Ἐκβατάνοις καὶ τῇ Ὑρκανίᾳ διὰ τὴν ἐπικράτειαν τῆς παλαιᾶς δόξης.
しかし夏には、古い名声の優越性のために、エクバタナやヒュルカニアで過ごす。
ὥσπερ δὲ Βαβυλωνίαν τὴν χώραν καλοῦμεν, οὕτω καὶ τοὺς ἄνδρας τοὺς ἐκεῖθεν Βαβυλωνίους καλοῦμεν, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλʼ ἀπὸ τῆς χώρας·
私たちがこの地方をバビロニアと呼ぶように、そこから来る人々を、都市からではなく、地方の名にちなんでバビロニア人と呼ぶ。
ἀπὸ δὲ τῆς Σελευκείας ἧττον, κἂν ἐκεῖθεν ὦσι, καθάπερ Διογένη τὸν στωικὸν φιλόσοφον.
セレウキアから呼ぶことは、たとえ彼らがそこの出身であっても、より少ない。 ストア派の哲学者ディオゲネスのように。
§16.1.17ἔστι δὲ καὶ Ἀρτεμίτα πόλις ἀξιόλογος, διέχουσα πεντακοσίους τῆς Σελευκείας σταδίους, πρὸς ἕω τὸ πλέον, καθάπερ καὶ ἡ Σιτακηνή·
また、アルテミタという注目すべき都市もあり、セレウキアから500スタディオン離れており、ほぼ東の方角にある。 シタケネ地方も同様である。
καὶ γὰρ αὕτη πολλή τε καὶ ἀγαθὴ μέση Βαβυλῶνος τέτακται καὶ τῆς Σουσίδος, ὥστε τοῖς ἐκ Βαβυλῶνος εἰς Σοῦσα βαδίζουσι διὰ τῆς Σιτακηνῆς ἡ ὁδὸς ἅπασα πρὸς ἕω·
実際、この地方は広大で肥沃であり、バビロンとスシスの真ん中に位置している。 そのため、バビロンからスサへと歩く人々にとって、シタケネを通る道全体が東に向かっている。
πρὸς ἕω δʼ ἐστὶ καὶ τοῖς ἐκ Σούσων εἰς τὴν μεσόγαιαν τῆς Περσίδος διὰ τῆς Οὐξίας καὶ τοῖς ἐκ τῆς Περσίδος εἰς τὰ μέσα τῆς Καρμανίας.
また、スサからウクシア地方を通ってペルシスの内陸部へ行く人々にとっても、またペルシスからカルマニアの中央部へ行く人々にとっても、東の方角である。
τὴν μὲν οὖν Καρμανίαν ἐγκυκλοῦται πρὸς ἄρκτον ἡ Περσὶς πολλὴ οὖσα·
さて、カルマニアは、広大なペルシスによって北を囲まれている。
ταύτῃ δὲ συνάπτει ἡ Παραιτακηνὴ καὶ ἡ Κοσσαία μέχρι Κασπίων πυλῶν, ὀρεινὰ καὶ λῃστρικὰ ἔθνη·
これにパライタケネとコッサイアがカスピ門にいたるまで隣接しており、これらは山がちで略奪を行う部族である。
τῇ δὲ Σουσίδι ἡ Ἐλυμαῒς καὶ αὐτὴ τραχεῖα ἡ πολλὴ καὶ λῃστρική·
また、スシスにはエリュマイスが隣接しており、これも大部分が険しく略奪を行う。
τῇ δὲ Ἐλυμαΐδι τὰ περὶ τὸν Ζάγρον καὶ ἡ Μηδία.
エリュマイスにはザグロス山脈の周辺地域とメディアが隣接している。
§16.1.18κοσσαῖοι μὲν οὖν εἰσι τοξόται τὸ πλέον, καθάπερ καὶ οἱ συνεχεῖς ὀρεινοί, προνομεύοντες ἀεί·
コッサイア人は主に弓兵であり、隣接する山岳民と同じく、常に略奪を行っている。
χώραν γὰρ ἔχουσιν ὀλίγην τε καὶ λυπρὰν ὥστʼ ἐκ τῶν ἀλλοτρίων ἀνάγκη ζῆν·
彼らは狭く貧しい土地しか持っていないため、他人のものによって生きざるを得ない。
ἀνάγκη δὲ καὶ ἰσχύειν·
また、強くならざるを得ない。
ἅπαντες γάρ εἰσι μάχιμοι·
彼らは皆、戦闘的であるからである。
τοῖς γοῦν Ἐλυμαίοις συνεμάχουν μύριοι καὶ τρισχίλιοι πολεμοῦσι πρός τε Βαβυλωνίους καὶ Σουσίους.
少なくとも、彼らのうち1万3000人が、バビロニア人やスサ人と戦うエリュマイス人と同盟して戦った。
οἱ δὲ Παραιτακηνοὶ μᾶλλον μὲν τῶν Κοσσαίων ἐπιμελοῦνται γῆς· ὅμως δὲ καὶ αὐτοὶ λῃστηρίων οὐκ ἀπέχονται.
パライタケネ人は、コッサイア人よりは土地の耕作に熱心であるが、それでも彼らも略奪行為を慎んでいるわけではない。
Ἐλυμαῖοι δὲ καὶ μείζω τούτων κέκτηνται χώραν καὶ ποικιλωτέραν.
エリュマイス人は、これらよりも広く、より多様な土地を所有している。
ὅση μὲν οὖν ἀγαθὴ γεωργοὺς ἔχει τοὺς ἐνοικοῦντας, ἡ δʼ ὀρεινὴ στρατιώτας τρέφει τοξότας τοὺς πλείστους·
そのうち肥沃な土地には農耕を行う住民が住んでおり、山岳地帯は主として弓兵である兵士たちを養っている。
πολλὴ δὲ οὖσα πολὺ καὶ τὸ στρατιωτικὸν παρέχεται, ὥστε καὶ ὁ βασιλεὺς αὐτῶν δύναμιν κεκτημένος μεγάλην οὐκ ἀξιοῖ τῷ τῶν Παρθυαίων βασιλεῖ παραπλησίως τοῖς ἄλλοις ὑπήκοος εἶναι·
その土地は広大であるため、多くの兵力を提供する。 それゆえ、彼らの王は強大な力を有しており、パルティアの王に対して他の服属者たちのように従属することをよしとしない。
ὁμοίως δὲ καὶ πρὸς τοὺς Μακεδόνας πρότερον τοὺς τῆς Συρίας ἄρχοντας διέκειτο.
かつてシリアを支配していたマケドニア人に対しても、同様の態度をとっていた。
Ἀντίοχον μὲν οὖν τὸν μέγαν τὸ τοῦ Βήλου συλᾶν ἱερὸν ἐπιχειρήσαντα ἀνεῖλον ἐπιθέμενοι καθʼ αὑτοὺς οἱ πλησίον βάρβαροι.
実際、ベルスの神殿を略奪しようと試みた大アンティオコスを、近隣の異民族が独自に襲撃して殺害した。
ἐκ δὲ τῶν ἐκείνῳ συμβάντων παιδευθεὶς ὁ Παρθυαῖος χρόνοις ὕστερον ἀκούων τὰ ἱερὰ πλούσια παρʼ αὐτοῖς, ὁρῶν δʼ ἀπειθοῦντας, ἐμβάλλει μετὰ δυνάμεως μεγάλης, καὶ τό τε τῆς Ἀθηνᾶς ἱερὸν εἷλε καὶ τὸ τῆς Ἀρτέμιδος, τὰ Ἄζαρα, καὶ ἦρε ταλάντων μυρίων γάζαν·
その後、彼に起こったことから教訓を得ていたパルティア王は、彼らの神殿が富んでいると聞き、また彼らが従わないのを見て、大軍を率いて侵攻し、アテナの神殿とアルテミスの神殿(アザラと呼ばれるもの)を奪い、1万タラントンの財宝を持ち去った。
ᾑρέθη δὲ καὶ πρὸς τῷ Ἡδυφῶντι ποταμῷ Σελεύκεια, μεγάλη πόλις·
ヘデュポン川沿いにある大都市セレウキアも占領された。
Σολόκη δʼ ἐκαλεῖτο πρότερον.
これは以前はソロケと呼ばれていた。
τρεῖς δʼ εἰσὶν εἰς τὴν χώραν εὐφυεῖς εἰσβολαί·
その地方への進入路としては、地形的に適したものが3つある。
ἐκ μὲν τῆς Μηδίας καὶ τῶν περὶ τὸν Ζάγρον τόπων διὰ τῆς Μασσαβατικῆς, ἐκ δὲ τῆς Σουσίδος διὰ τῆς Γαβιανῆς (ἐπαρχίαι δʼ εἰσὶν αὗται τῆς Ἐλυμαίας ἥ τε Γαβιανὴ καὶ ἡ Μασσαβατική), τρίτη δʼ ἐστὶν ἡ ἐκ τῆς Περσίδος.
メディアおよびザグロス周辺地域からマッサバティケを通るもの、スシスからガビアネを通るもの(ガビアネとマッサバティケはエリュマイスの管区である)、そして3つ目はペルシスからのものである。
ἔστι δὲ καὶ Κορβιανὴ ἐπαρχία τῆς Ἐλυμαΐδος.
コルビアネもエリュマイスの管区である。
ὅμοροι δʼ εἰσὶ τούτοις Σαγαπηνοί τε καὶ Σιλακηνοί, δυναστεῖαι μικραί.
これらに隣接してサガペノイとシラケノイがあり、これらは小さな支配地である。
τοσαῦτα μὲν καὶ τοιαῦτα ἔθνη πρὸς ἕω τὰ ὑπερκείμενα τῆς Βαβυλωνίας.
バビロニアの東側に位置し、その上方に控える部族はこれほど多く、またこのようなものである。
πρὸς ἄρκτον δὲ τὴν Μηδίαν ἔφαμεν καὶ τὴν Ἀρμενίαν·
北側にはメディアとアルメニアがあると私たちは述べた。
ἀπὸ δὲ δύσεώς ἐστιν ἡ Ἀδιαβηνὴ καὶ ἡ Μεσοποταμία.
西側にはアディアベネとメソポタミアがある。