§16.1.13πολύκλειτος δέ φησι μὴ πλημμυρεῖν τὸν Εὐφράτην·
ポリュクレイトスは、ユーフラテス川は氾濫しないと言う。
διὰ γὰρ πεδίων φέρεσθαι μεγάλων, τὰ δʼ ὄρη τὰ μὲν δισχιλίους ἀφεστάναι σταδίους τὰ δὲ Κοσσαῖα μόλις χιλίους, οὐ πάνυ ὑψηλὰ οὐδὲ νιφόμενα σφοδρῶς οὐδʼ ἀθρόαν ἐπιφέροντα τῇ χιόνι τὴν τῆξιν·
なぜなら、それは広大な平原を通って流れるからであり、山々のうちあるものは2000スタディオン離れており、他方コッサイオスの山々はかろうじて1000スタディオン離れているだけで、これらはそれほど高くもなく、激しく雪が積もることもなく、また雪の融解が急激に起こることもないからである。
εἶναι γὰρ καὶ τὰ ὕψη τῶν ὀρῶν ἐν τοῖς ὑπὲρ Ἐκβατάνων μέρεσι τοῖς προσβορείοις·
実際、山々の高い部分はエクバタナのさらに北の地域にあり、南の地域では山々は分岐し広がって、著しく低くなっている。
ἐν δὲ τοῖς πρὸς νότον σχιζόμενα καὶ πλατυνόμενα πολὺ ταπεινοῦσθαι, ἅμα δὲ καὶ τὸ πολὺ τοῦ ὕδατος ἐκδέχεσθαι τὸν Τίγριν καὶ οὕτως πλημμυρεῖν.
同時に、水の大部分をティグリス川が受け取り、そのためにティグリス川が氾濫するのだと言う。
τὸ μὲν οὖν ὕστατον ῥηθὲν φανερῶς ἄτοπον·
さて、最後に言われたことは明らかに不条理である。
εἰς γὰρ τὰ αὐτὰ κατέρχεται πεδία·
なぜなら、同じ平原へと下るからである。
τὰ δὲ λεχθέντα ὕψη τῶν ὀρῶν ἀνωμαλίαν ἔχει, πῆ μὲν ἐξηρμένα μᾶλλον τὰ βόρεια, πῆ δὲ πλατυνόμενα τὰ μεσημβρινά·
また、言及された山々の高さには不均一さがあり、ある場所では北側の部分がより高くそびえ、別の場所では南側の部分が広がっている。
ἡ δὲ χιὼν οὐ τοῖς ὕψεσι κρίνεται μόνον ἀλλὰ καὶ τοῖς κλίμασι·
しかし、雪は高さだけで決まるのではなく、緯度(気候帯)によっても決定される。
τό τε αὐτὸ ὄρος τὰ βόρεια μέρη νίφεται μᾶλλον ἢ τὰ νότια, καὶ τὴν χιόνα συμμένουσαν ἔχει μᾶλλον ἐκεῖνα ἢ ταῦτα.
同じ山であっても、北側の部分は南側の部分よりも多く雪が降り、また前者(北側)は後者(南側)よりも雪が長く残る。
ὁ μὲν οὖν Τίγρις ἐκ τῶν νοτιωτάτων μερῶν τῆς Ἀρμενίας, ἃ πλησίον ἐστὶ τῆς Βαβυλωνίας, δεχόμενος τὸ ἐκ τῶν χιόνων ὕδωρ οὐ πολὺ ὄν, ἅτε ἐκ τῆς νοτίου πλευρᾶς, ἧττον ἂν πλημμύροι·
したがって、ティグリス川はバビロニアに近いアルメニアの最も南の部分から雪解け水を受け取るが、それは南斜面からのものであるため多くはなく、それゆえ氾濫しにくい。
ὁ δὲ Εὐφράτης τὸ ἐξ ἀμφοτέρων δέχεται τῶν μερῶν, καὶ οὐκ ἐξ ἑνὸς ὄρους ἀλλὰ πολλῶν, ὡς ἐδηλοῦμεν ἐν τῇ περιηγήσει τῆς Ἀρμενίας, προστιθεὶς τὸ μῆκος τοῦ ποταμοῦ, ὅσον μὲν τὸ ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ διέξεισι καὶ τῇ μικρᾷ, ὅσον δὲ τὸ ἐκ τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς Καππαδοκίας διὰ τοῦ Ταύρου διεκβαλὼν ἕως Θαψάκου φέρεται, τὴν κάτω Συρίαν καὶ τὴν Μεσοποταμίαν ἀφορίζων, ὅσον δὲ τὸ λοιπὸν μέχρι Βαβυλῶνος καὶ τῆς ἐκβολῆς ὁμοῦ τρισμυρίων καὶ ἑξακισχιλίων σταδίων.
一方、ユーフラテス川は両方の部分から水を受け取り、しかも一つの山からではなく多くの山から受け取る。 これは、私がアルメニアの地理的説明の中で、この川の長さを付け加えて示した通りである。 すなわち、大アルメニアと小アルメニアを流れる部分、小アルメニアとカッパドキアからタウロス山脈を突き抜けてタプサコスまで流れ、低地シリアとメソポタミアの境界をなす部分、そしてバビロンを経て河口に至る残りの部分を合計すると、3万6000スタディオンに及ぶ。
τὰ μὲν οὖν περὶ τὰς διώρυγας τοιαῦτα.
運河に関する事柄は以上の通りである。
§16.1.14̔η δὲ χώρα φέρει κριθὰς μὲν ὅσας οὐκ ἄλλη (καὶ γὰρ τριακοσιοντάχουν λέγουσι), τὰ δὲ ἄλλα ἐκ τοῦ φοίνικος παρέχεται·
この土地は、他のどこの土地よりも多くの大麦を産出する(実際、300倍の収穫があると言われている)。 その他の必要なものは、ナツメヤシから供給される。
καὶ γὰρ ἄρτον καὶ οἶνον καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα·
なぜなら、パン、ワイン、酢、蜜、大麦粉がそれから得られるからである。
τά τε πλεκτὰ παντοῖα ἐκ τούτου·
また、あらゆる種類の編み物もこれで作られる。
τοῖς δὲ πυρῆσιν ἀντʼ ἀνθράκων οἱ χαλκεῖς χρῶνται, βρεχόμενοι δὲ τοῖς σιτιζομένοις εἰσὶ τροφὴ βουσὶ καὶ προβάτοις.
鍛冶屋は種の核を炭の代わりに使い、この種を水に浸したものは、肥育される牛や羊の飼料となる。
φασὶ δʼ εἶναι καὶ Περσικὴν ᾠδήν, ἐν ᾗ τὰς ὠφελείας τριακοσίας καὶ ἑξήκοντα διαριθμοῦνται·
ペルシアの歌もあり、その中ではナツメヤシの360の有用性が数え上げられているという。
ἐλαίῳ δὲ χρῶνται τῷ σησαμίνῳ τὸ πλέον· οἱ δʼ ἄλλοι τόποι σπανίζονται τούτου τοῦ φυτοῦ.
彼らは主にゴマ油を使用するが、他の地域ではこの植物は乏しい。
§16.1.15γίνεται δʼ ἐν τῇ Βαβυλωνίᾳ καὶ ἄσφαλτος πολλή, περὶ ἧς Ἐρατοσθένης μὲν οὕτως εἴρηκεν ὅτι
ἡ μὲν ὑγρὰ ἣν καλοῦσι νάφθαν, γίνεται ἐν τῇ Σουσίδι, ἡ δὲ ξηρὰ δυναμένη πήττεσθαι ἐν τῇ Βαβυλωνίᾳ·
バビロニアには多くのアスファルトも産出し、それについてエラトステネスは次のように述べている。 「ナフサと呼ばれる液体のものはスシス地方で産出し、固まることができる固体のものはバビロニアで産出する。
ταύτης δʼ ἐστὶν ἡ πηγὴ τοῦ Εὐφράτου πλησίον·
この固体のものの泉はユーフラテス川の近くにある。
πλημμύροντος δὲ τούτου κατὰ τὰς τῶν χιόνων τήξεις καὶ αὐτὴ πληροῦται καὶ ὑπέρχυσιν εἰς τὸν ποταμὸν λαμβάνει·
雪解けによってユーフラテス川が氾濫すると、その泉も満たされ、川へと溢れ出る。
ἐνταῦθα δὲ συνίστανται βῶλοι μεγάλαι πρὸς τὰς οἰκοδομὰς ἐπιτήδειαι τὰς διὰ τῆς ὀπτῆς πλίνθου.
そこで大きな塊が形成され、それは焼成煉瓦を用いた建築にきわめて適している。
ἄλλοι δὲ καὶ τὴν ὑγρὰν ἐν τῇ Βαβυλωνίᾳ γίνεσθαί φασι.
」しかし他の人々は、液体のものもバビロニアで産出すると言っている。
περὶ μὲν οὖν τῆς ξηρᾶς εἴρηται πόσον τὸ χρήσιμον τὸ ἐκ τῶν οἰκοδομιῶν μάλιστα·
さて、固体のものについては、主に建築においてそれがどれほど有用であるかが述べられた。
φασὶ δὲ καὶ πλοῖα πλέκεσθαι, ἐμπλασθέντα δʼ ἀσφάλτῳ πυκνοῦσθαι.
また、船も編んで作られ、アスファルトを塗ることで水密にされると言われている。
τὴν δὲ ὑγρὰν ἣν νάφθαν καλοῦσι, παράδοξον ἔχειν συμβαίνει τὴν φύσιν·
ナフサと呼ばれる液体のものは、驚くべき性質を持っている。
προσαχθεὶς γὰρ ὁ νάφθας πυρὶ πλησίον ἀναρπάζει τὸ πῦρ, κἂν ἐπιχρίσας αὐτῷ σῶμα προσαγάγῃς, φλέγεται·
なぜなら、ナフサは火の近くに持ってこられると火を引き寄せ、また、体にそれを塗って火を近づけると、燃え上がるからである。
σβέσαι δʼ ὕδατι οὐχ οἷόν τε (ἐκκαίεται γὰρ μᾶλλον) πλὴν εἰ πάνυ πολλῷ, ἀλλὰ πηλῷ καὶ ὄξει καὶ στυπτηρίᾳ καὶ ἰξῷ πνιγεὶς σβέννυται.
水で消すことはできず(かえって激しく燃え上がる)、非常に大量の水でない限り消えないが、泥、酢、明礬、鳥もちによって窒息させることで消火される。
πείρας δὲ χάριν φασὶν Ἀλέξανδρον ἐν λουτρῷ προσχέαι παιδὶ τοῦ νάφθα καὶ προσαγαγεῖν λύχνον·
実験のために、アレクサンドロスは風呂場で少年にナフサを浴びせ、ランプを近づけさせたという。
φλεγόμενον δὲ τὸν παῖδα ἐγγὺς ἐλθεῖν τοῦ ἀπολέσθαι, πλὴν πολλῷ σφόδρα καταντλοῦντες τῷ ὕδατι ἐξίσχυσαν καὶ διέσωσαν οἱ περιεστῶτες.
少年は火だるまになって死にかけたが、周囲の者たちが非常に大量の水を浴びせることで、なんとか消し止め救い出すことができた。
Ποσειδώνιος δέ φησι τοῦ ἐν τῇ Βαβυλωνίᾳ νάφθα τὰς πηγὰς τὰς μὲν εἶναι λευκοῦ τὰς δὲ μέλανος·
ポセイドニオスによれば、バビロニアのナフサの泉には、白いものと黒いものがある。
τούτων δὲ τὰς μὲν εἶναι θείου ὑγροῦ (λέγω δὲ τὰς τοῦ λευκοῦ·
これらのうち、一方は液体の硫黄(白いものの泉を指す。
ταύτας δʼ εἶναι τὰς ἐπισπώσας τὰς φλόγας), τὰς δὲ τοῦ μέλανος ἀσφάλτου ὑγρᾶς, ᾧ ἀντʼ ἐλαίου τοὺς λύχνους κάουσι.
これが炎を引き寄せるものである)であり、他方は液体の黒いアスファルトであって、人々は油の代わりにこれでランプを灯す。