Humanitext Reader

斯特拉波 · 地理学 §16.1.10-16.1.12

巴比伦尼亚的运河治理与亚历山大的改建

第 511 段,共 577 段 · 希腊语

内容简介

作者结合亚里士多布鲁斯的记载,阐述了巴比伦尼亚运河治理的困难、亚历山大大帝对运河的改建以及其征服阿拉伯的计划。同时,斯特拉波批判性地检验了埃拉托斯特尼关于地下隐秘水道的学说。

§16.1.10τὸ μὲν οὖν παντάπασι κωλύειν τὴν τοιαύτην πλήμμυραν οὐχ οἷόν τε ἴσως, τὸ δὲ τὴν δυνατὴν προσφέρειν βοήθειαν ἡγεμόνων ἀγαθῶν ἐστιν.
因此,想要完全阻止这种洪水也许是不可能的,但是提供尽可能的协助则是优秀统治者的职责。
ἡ δὲ βοήθεια αὕτη, τὴν μὲν πολλὴν παρέκχυσιν ἐμφράξει κωλύειν, τὴν δὲ πλήρωσιν ἣν ἡ χοῦς ἐργάζεται, τοὐναντίον ἀνακαθάρσει τῶν διωρύγων καὶ ἐξανοίξει τῶν στομάτων.
这种协助包括:通过筑坝堵塞来阻止过度泛滥,以及相反地,通过清理运河和重新开辟河口来阻止泥沙所造成的淤积。
ἡ μὲν οὖν ἀνακάθαρσις ῥᾳδία ἡ δὲ ἔμφραξις πολυχειρίας δεῖται· εὐένδοτος γὰρ οὖσα ἡ γῆ καὶ μαλακὴ τὴν ἐπιφορηθεῖσαν οὐχ ὑπομένει χοῦν, ἀλλʼ εἴκουσα συνεφέλκεται κἀκείνην καὶ ποιεῖ δυσέγχωστον τὸ στόμα.
清理工作是容易的,但筑坝堵塞却需要大量的人力;因为土壤松软易陷,无法承受堆积其上的泥土,反而因屈服而连同泥土一起塌陷,使得河口难以筑堤塞住。
καὶ γὰρ καὶ τάχους δεῖ πρὸς τὸ ταχέως κλεισθῆναι τὰς διώρυγας καὶ μὴ πᾶν ἐκπεσεῖν ἐξ αὐτῶν τὸ ὕδωρ.
而且,为了能迅速关闭运河,不让其中的水分全部流失,速度也是必不可少的。
ξηρανθεῖσαι γὰρ τοῦ θέρους ξηραίνουσι καὶ τὸν ποταμόν· ταπεινωθεὶς δὲ τὰς ἐποχετείας οὐ δύναται παρέχεσθαι κατὰ καιρὸν ὧν δεῖται πλεῖστον τοῦ θέρους ἔμπυρος οὖσα ἡ χώρα καὶ καυματηρά·
因为如果它们在夏天干涸,也会使河流干涸;而当河流的水位降低时,在夏天最需要灌溉的时候,就无法及时提供所需的灌溉,因为该地区是处于烈日灼热之中的。
διαφέρει δʼ οὐδὲν ἢ τῷ πλήθει τῶν ὑδάτων κατακλύζεσθαι τοὺς καρπούς, ἢ τῇ λειψυδρίᾳ τῷ δίψει διαφθείρεσθαι·
作物因水源过剩而被淹毁,与因水源匮乏而干枯致死,并没有什么不同。
ἅμα δὲ καὶ τοὺς ἀνάπλους, πολὺ τὸ χρήσιμον ἔχοντας ἀεὶ λυμαινομένους ὑπʼ ἀμφοτέρων τῶν λεχθέντων παθῶν, οὐχ οἷόν τε ἐπανορθοῦν, εἰ μὴ ταχὺ μὲν ἐξανοίγοιτο τὰ στόμια τῶν διωρύγων, ταχὺ δὲ κλείοιτο, καὶ αἱ διώρυγες ἀεὶ μετριάζοιεν ὥστε μήτε πλεονάζειν ἐν αὐταῖς τὸ ὕδωρ μήτʼ ἐλλείπειν.
同时,具有极大实用价值的向上游航行,也总是受到上述两种情况的损害,而除非能迅速开辟运河口并迅速关闭,且使运河水量始终保持适度,既不过剩也不匮乏,否则这是无法纠正的。
§16.1.11φησὶ δʼ Ἀριστόβουλος τὸν Ἀλέξανδρον αὐτὸν ἀναπλέοντα καὶ κυβερνῶντα τὸ σκάφος ἐπισκοπεῖν καὶ ἀνακαθαίρειν τὰς διώρυγας μετὰ τοῦ πλήθους τῶν συνακολουθησάντων· ὡς δʼ αὕτως καὶ τὰ στόμια ἐμφράττειν, τὰ δʼ ἀνοίγειν·
亚里士多布鲁斯说,亚历山大亲自乘船逆流而上并驾驶着船只,与随行的众人一起视察并清理了运河;同样地,他堵塞了一些河口,又开辟了另一些。
κατανοήσαντα δὲ μίαν τὴν μάλιστα τείνουσαν ἐπὶ τὰ ἕλη καὶ τὰς λίμνας τὰς πρὸ τῆς Ἀραβίας, δυσμεταχείριστον ἔχουσαν τὸ στόμα καὶ μὴ ῥᾳδίως ἐμφράττεσθαι δυναμένην διὰ τὸ εὐένδοτον καὶ μαλακόγειον, ἄλλο ἀνοῖξαι καινὸν στόμα, ἀπὸ σταδίων τριάκοντα ὑπόπετρον λαβόντα χωρίον, κἀκεῖ μεταγαγεῖν τὸ ῥεῖθρον·
当他注意到有一个最直接通往阿拉伯前面沼泽和湖泊的河口,由于土地松软易陷而难以处理、不易堵塞时,他便在三十斯塔德之外选择了一个下层为岩石的地方,开辟了另一个新河口,并将水流引向那里。
ταῦτα δὲ ποιεῖν προνοοῦντα ἅμα καὶ τοῦ μὴ τὴν Ἀραβίαν δυσείσβολον τελέως ὑπὸ τῶν λιμνῶν ἢ καὶ τῶν ἑλῶν ἀποτελεσθῆναι, νησίζουσαν ἤδη διὰ τὸ πλῆθος τοῦ ὕδατος·
他做这些事,同时也是为了防止阿拉伯因湖泊或沼泽而变得完全难以入侵,因为该地由于水源过剩已经开始变得像岛屿一样。
διανοεῖσθαι γὰρ δὴ κατακτᾶσθαι τὴν χώραν ταύτην καὶ στόλους καὶ ὁρμητήρια ἤδη κατεσκευάσθαι, τὰ πλοῖα τὰ μὲν ἐν Φοινίκῃ τε καὶ Κύπρῳ ναυπηγησάμενον διάλυτά τε καὶ γομφωτά, ἃ κομισθέντα εἰς Θάψακον σταθμοῖς ἑπτὰ εἶτα τῷ ποταμῷ κατακομισθῆναι μέχρι Βαβυλῶνος, τὰ δʼ ἐν τῇ Βαβυλωνίᾳ συμπηξάμενον τῶν ἐν τοῖς ἄλσεσι καὶ τοῖς παραδείσοις κυπαρίττων· σπάνις γὰρ ὕλης ἐνταῦθα, ἐν δὲ Κοσσαίοις καὶ ἄλλοις τισὶ μετρία τίς ἐστιν εὐπορία.
因为他确实打算征服这个国家,并且已经准备好了舰队和基地;一部分船只在腓尼基和塞浦路斯建造,设计为可拆卸和用螺栓固定的,运到塔普萨科斯后经过七个驿站,再沿河运送至巴比伦;另一部分船只则在巴比伦尼亚利用林木和园林中的柏树装配而成,因为那里缺乏木材,尽管在科萨人和其他一些地方有适度的供应。
σκήψασθαι μὲν οὖν αἰτίαν τοῦ πολέμου φησίν, ἐπειδὴ μόνοι τῶν ἁπάντων οὐ πρεσβεύσαιντο οἱ Ἄραβες ὡς αὐτόν, τὸ δʼ ἀληθὲς ὀρεγόμενον πάντων εἶναι κύριον· καὶ ἐπεὶ δύο θεοὺς ἐπυνθάνετο τιμᾶσθαι μόνους ὑπʼ αὐτῶν, τόν τε Δία καὶ τὸν Διόνυσον, τοὺς τὰ κυριώτατα πρὸς τὸ ζῆν παρέχοντας, τρίτον ὑπολαβεῖν ἑαυτὸν τιμήσεσθαι, κρατήσαντα καὶ ἐπιτρέψαντα τὴν πάτριον αὐτονομίαν ἔχειν ἣν εἶχον πρότερον.
亚里士多布鲁斯说,亚历山大声称战争的起因是因为阿拉伯人是所有人中唯一没有向他派遣使节的,但事实是他渴望成为万物的主宰;并且当他得知他们只崇拜两位神——宙斯和狄奥尼索斯(因为他们提供了生活最核心的需求)时,他设想如果自己征服了他们并允许他们保留以前拥有的祖传自治权,他自己将被作为第三位神受到崇拜。
ταῦτά τε δὴ πραγματεύεσθαι περὶ τὰς διώρυγας τὸν Ἀλέξανδρον, καὶ τοὺς τάφους σκευωρεῖσθαι τοὺς τῶν βασιλέων καὶ δυναστῶν· τοὺς γὰρ πλείστους ἐν ταῖς λίμναις εἶναι.
亚历山大在忙于这些关于运河的事务的同时,也巡视了国王和统治者们的陵墓,因为其中大多数都在湖泊之中。
§16.1.12Ἐρατοσθένης δὲ τῶν λιμνῶν μνησθεὶς τῶν πρὸς τῇ Ἀραβίᾳ, φησὶ τὸ ὕδωρ ἀπορούμενον διεξόδων ἀνοῖξαι πόρους ὑπὸ γῆς καὶ διʼ ἐκείνων ὑποφέρεσθαι μέχρι Κοιλοσύρων· ἀναθλίβεσθαι δὲ εἰς τοὺς περὶ Ῥινοκόρουρα καὶ τὸ Κάσιον ὄρος τόπους καὶ ποιεῖν τὰς ἐκεῖ λίμνας καὶ τὰ βάραθρα· οὐκ οἶδα δʼ εἰ πιθανῶς εἴρηκεν.
埃拉托斯特尼在提到阿拉伯附近的湖泊时,说水流因没有出口而在地下开辟了通道,并穿过这些通道一直输送到柯里叙利亚;并且它在勒诺科鲁拉和卡西乌斯山周围的地方涌出,形成了那里的湖泊和深渊;但我不知道他所说的是否可信。
αἱ γὰρ τοῦ Εὐφράτου παρεκχύσεις αἱ ποιοῦσαι τὰς πρὸς τῇ Ἀραβίᾳ λίμνας καὶ τὰ ἕλη πλησίον εἰσὶ τῆς κατὰ Πέρσας θαλάττης, ὁ δὲ διείργων ἰσθμὸς οὔτε πολύς ἐστιν οὔτε πετρώδης, ὥστε ταύτῃ μᾶλλον εἰκὸς ἦν βιάσασθαι τὸ ὕδωρ εἰς τὴν θάλατταν, εἴτʼ ὑπὸ γῆς εἰτʼ ἐπιπολῆς, ἢ πλείους τῶν ἑξακισχιλίων σταδίων διανύειν, ἄνυδρον καὶ ξηρὰν οὕτω, καὶ ταῦτα ὀρῶν ἐν μέσῳ κειμένων, τοῦ τε Λιβάνου καὶ τοῦ Ἀντιλιβάνου καὶ τοῦ Κασίου·
因为形成阿拉伯附近湖泊和沼泽的幼发拉底河溢水靠近波斯海,而分隔它们的地峡既不宽也不是岩石质的,因此,水流在地下或地表从这个方向强行流入海洋,比起在如此缺水和干燥的土地上穿行六千多斯塔德,并且中间还隔着黎巴嫩山、前黎巴嫩山和卡西乌斯山等大山,显然是更有可能的。
οἱ μὲν δὴ τοιαῦτα λέγουσι.
人们确实是这样说的。

词汇与语法注释

  1. 16.1.10δυσέγχωστον — 意为“难以用土填塞”或“难以筑坝”。该形容词指在运河口建造土坝的技术困难,因为在松软易陷的土地上堆积的任何泥土都会连同地基一起坍塌。
  2. 16.1.11μίαν τὴν μάλιστα τείνουσαν ... ἄλλο ἀνοῖξαι καινὸν στόμα — `μίαν` 为阴性单数宾格,在语境中指代前文的“运河”(`τὰς διώρυγας`,阴性名词)之“一条”。分词 `κατανοήσαντα`(注意到)为宾格,与由 `φησί` 引导的间接引语中不定式 `ἀνοῖξαι`(开辟)的主语 `τὸν Ἀλέξανδρον` 一致。
  3. 16.1.11ὑπολαβεῖν ἑαυτὸν τιμήσεσθαι — 不定式 `ὑπολαβεῖν`(设想、认为)悬挂于主句动词 `φησί`(说)之下。在此对格不定式结构中,`ἑαυτόν`(他自己)作主语,未来中被动形式的不定式 `τιμήσεσθαι`(将被尊崇/崇拜)作谓语。
  4. 16.1.12ὥστε ταύτῃ μᾶλλον εἰκὸς ἦν βιάσασθαι τὸ ὕδωρ ... ἢ πλείους τῶν ἑξακισχιλίων σταδίων διανύειν — 在表示结果的 `ὥστε` 从句中,无人称表达 `εἰκὸς ἦν`(本是更有可能)支配着由连词 `ἤ`(比)进行对比的两个不定式:`βιάσασθαι`(强行流入)和 `διανύειν`(穿行)。宾格的 `τὸ ὕδωρ`(水)作为这两个不定式的共同逻辑主语。

引用这一段

斯特拉波, 地理学 §16.1.10-16.1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.10-16.1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。