§16.1.1τῇ δὲ Περσίδι καὶ τῇ Σουσιανῇ συνάπτουσιν οἱ Ἀσσύριοι·
ペルシスおよびスシアネにはアッシリア人が隣接している。
καλοῦσι δʼ οὕτω τὴν Βαβυλωνίαν καὶ πολλὴν τῆς κύκλῳ γῆς, ἧς ἐν μέρει καὶ ἡ Ἀτουρία ἐστίν, ἐν ᾗπερ ἡ Νίνος καὶ ἡ Ἀπολλωνιᾶτις καὶ Ἐλυμαῖοι καὶ Παραιτάκαι καὶ ἡ περὶ τὸ Ζάγρον ὄρος Χαλωνῖτις καὶ τὰ περὶ τὴν Νίνον πεδία, Δολομηνή τε καὶ Καλαχηνὴ καὶ Χαζήνη καὶ Ἀδιαβηνή, καὶ τὰ τῆς Μεσοποταμίας ἔθνη τὰ περὶ Γορδυαίους καὶ τοὺς περὶ Νίσιβιν Μυγδόνας μέχρι τοῦ Ζεύγματος τοῦ κατὰ τὸν Εὐφράτην καὶ τῆς πέραν τοῦ Εὐφράτου πολλὴ ἣν Ἄραβες κατέχουσι, καὶ οἱ ἰδίως ὑπὸ τῶν νῦν λεγόμενοι Σύροι μέχρι Κιλίκων καὶ Φοινίκων καὶ Ἰουδαίων καὶ τῆς θαλάττης τῆς κατὰ τὸ Αἰγύπτιον πέλαγος καὶ τὸν Ἰσσικὸν κόλπον.
彼らはバビロニアおよびその周囲の多くの土地をそのように呼んでおり、その一部としてアトゥリアもある。 そのアトゥリアの中にまさにニノスがあり、また、アポロニアティス、エリュマイオイ、パライタカイ、ザグロス山脈周辺のハロニティス、ニノス周辺の平野、すなわちドロメネ、カラケネ、ハゼネ、アディアベネ、そしてゴルデュアイオイ周辺のメソポタミアの諸部族、ニシビス周辺のミュグドネス、ユーフラテス川沿いのゼウグマに至るまでの地域、またユーフラテス川の向こう側の多くのアラブ人が占有する地域、そして現在の人々によって特にシリア人と呼ばれている人々が、キリキア、フェニキア、ユダヤ、そしてエジプト海やイッソス湾沿いの海に至るまでの地域もその一部をなしている。
§16.1.2δοκεῖ δὲ τὸ τῶν Σύρων ὄνομα διατεῖναι ἀπὸ μὲν τῆς Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου τὸ παλαιόν.
シリア人という名は、バビロニアからイッソス湾まで、そして古代においてはそこから黒海にまで及んでいたと思われる。
οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται, ὡς ἂν ὄντων τινῶν Σύρων καὶ μελάνων·
実際、タウロス山脈に近い側とポントスに近い側の両方のカッパドキア人は、今でも白シリア人と呼ばれているが、これはあたかもこれとは別に何か黒いシリア人たちも存在するかのような言い方である。
οὗτοι δʼ εἰσὶν οἱ ἐκτὸς τοῦ Ταύρου·
これらはタウロス山脈の外側にいる人々である。
λέγω δὲ Ταῦρον μέχρι τοῦ Ἀμανοῦ διατείνων τοὔνομα.
私が言うタウロスとは、その名をアマノス山脈まで及ぶものとして言っている。
οἱ δʼ ἱστοροῦντες τὴν Σύρων ἀρχὴν ὅταν φῶσι Μήδους μὲν ὑπὸ Περσῶν καταλυθῆναι Σύρους δὲ ὑπὸ Μήδων, οὐκ ἄλλους τινὰς τοὺς Σύρους λέγουσιν ἀλλὰ τοὺς ἐν Βαβυλῶνι καὶ Νίνῳ κατεσκευασμένους τὸ βασίλειον·
シリア人の支配の歴史を記述する人々が、メディア人はペルシア人によって滅ぼされ、シリア人はメディア人によって滅ぼされたと言うとき、彼らが「シリア人」と言っているのは他の人々ではなく、バビロンとニノスに王宮を築いた人々のことである。
ὧν ὁ μὲν Νίνος ἦν ὁ τὴν Νίνον ἐν τῇ Ἀτουρίᾳ κτίσας, ἡ δὲ τούτου γυνή, ἥπερ καὶ διεδέξατο τὸν ἄνδρα, Σεμίραμις, ἧς ἐστι κτίσμα ἡ Βαβυλών.
そのうち、ニノスはアトゥリアにニノスを創建した者であり、彼の妻で夫の後を継いだセミラミスは、バビロンの創建者である。
οὗτοι δὲ ἐκράτησαν τῆς Ἀσίας, καὶ τῆς Σεμιράμιδος χωρὶς τῶν ἐν Βαβυλῶνι ἔργων πολλὰ καὶ ἄλλα κατὰ πᾶσαν γῆν σχεδὸν δείκνυται ὅση τῆς ἠπείρου ταύτης ἐστί, τά τε χώματα ἃ δὴ καλοῦσι Σεμιράμιδος, καὶ τείχη καὶ ἐρυμάτων κατασκευαὶ καὶ συρίγγων τῶν ἐν αὐτοῖς καὶ ὑδρείων καὶ κλιμάκων καὶ διωρύγων ἐν ποταμοῖς καὶ λίμναις καὶ ὁδῶν καὶ γεφυρῶν.
彼らはアジアを支配し、セミラミスのものとしては、バビロンにおける数々の事業のほかに、この大陸のほぼ全土にわたって他の多くのものが今でも示されている。 すなわち、人々がまさにセミラミスの土塁と呼ぶもの、城壁、砦の建造物、その中にある地下道、貯水池、階段、川や湖の運河、道路、橋などである。
ἀπέλιπον δὲ τοῖς μεθʼ ἑαυτοὺς τὴν ἀρχὴν μέχρι * τῆς Σαρδαναπάλλου καὶ Ἀρβάκου·
彼らは後継者たちに支配権を残し、それはサルダナパロスとアルバケスの時代まで続いた。
μετέστη δʼ εἰς Μήδους ὕστερον.
その後、支配権はメディア人に移った。
§16.1.3̔η μὲν οὖν Νίνος πόλις ἠφανίσθη παραχρῆμα μετὰ τὴν τῶν Σύρων κατάλυσιν.
さて、ニノスの市は、シリア人の支配が崩壊した直後に消滅した。
πολὺ δὲ μείζων ἦν τῆς Βαβυλῶνος, ἐν πεδίῳ κειμένη τῆς Ἀτουρίας·
それはバビロンよりもはるかに大きく、アトゥリアの平野に位置していた。
ἡ δʼ Ἀτουρία τοῖς περὶ Ἄρβηλα τόποις ὅμορός ἐστι μεταξὺ τὸν Λύκον ἔχουσα ποταμόν.
アトゥリアはアルベラ周辺の地域に隣接しており、両者の間にはリュコス川が流れている。
τὰ μὲν οὖν Ἄρβηλα τῆς Βαβυλωνίας ὑπάρχει * ἃ κατʼ αὐτήν ἐστιν·
さて、アルベラはバビロニアに属しており、その境界に位置している。
ἐν δὲ τῇ περαίᾳ τοῦ Λύκου τὰ τῆς Ἀτουρίας πεδία τῇ Νίνῳ περίκειται.
リュコス川の対岸にはアトゥリアの平原があり、ニノスを取り囲んでいる。
ἐν δὲ τῇ Ἀτουρίᾳ ἐστὶ Γαυγάμηλα κώμη, ἐν ᾗ συνέβη νικηθῆναι καὶ ἀποβαλεῖν τὴν ἀρχὴν Δαρεῖον.
アトゥリアにはガウガメラという村があり、そこでダレイオスが敗北し、帝国を失うことになった。
ἔστι μὲν οὖν τόπος ἐπίσημος οὗτος καὶ τοὔνομα·
この場所とその名は有名である。
μεθερμηνευθὲν γάρ ἐστι καμήλου οἶκος·
なぜなら、その名を翻訳するとラクダの家となるからである。
ὠνόμασε δʼ οὕτω Δαρεῖος ὁ Ὑστάσπεω, κτῆμα δοὺς εἰς διατροφὴν τῇ καμήλῳ τῇ συνεκπεπονηκυίᾳ μάλιστα τὴν ὁδὸν τὴν διὰ τῆς ἐρήμου Σκυθίας μετὰ τῶν φορτίων, ἐν οἷς ἦν καὶ ἡ διατροφὴ τῷ βασιλεῖ.
ヒュスタスペスの子ダレイオスがこのように名付けた。 彼は、荷物を載せてスキティアの砂漠を越える旅を最もよく耐え抜いたラクダ(その荷物の中には王の食料もあった)に、その養いのための領地としてここを与えたのである。
οἱ μέντοι Μακεδόνες τοῦτο μὲν ὁρῶντες κώμιον εὐτελές, τὰ δὲ Ἄρβηλα κατοικίαν ἀξιόλογον, κτίσμα ὥς φασιν Ἀρβήλου τοῦ Ἀθμονέως, περὶ Ἄρβηλα τὴν μάχην καὶ νίκην κατεφήμισαν καὶ τοῖς συγγραφεῦσιν οὕτω παρέδωκαν.
しかしながら、マケドニア人たちは、これが取るに足らない小さな村であるのに対し、アルベラはアトモネウスの子アルベロスが創建したとされる注目すべき居住地であるのを見て、この戦いと勝利をアルベラの周辺であったと言い習わし、歴史家たちにそのように伝えたのである。