Humanitext Reader

ストラボン · 地理誌 §15.3.20-15.3.24

ペルシア人の社会慣行と王権の盛衰史

507 / 577 箇所 · ギリシア語

要旨

ペルシア人の風習(酔中の議論、身分に応じた挨拶、埋葬や近親相姦の慣習)と、ポリュクレイトスが伝える行政・貢納制度、そして王たちの奢侈を描く。さらに、ペルシアがアジア初のギリシア支配者として台頭した歴史と、キュロスからアレクサンドロス、そしてパルティア従属に至る王朝の変遷を要約する。

§15.3.20Ἐν οἴνῳ τὰ μέγιστα βουλεύονται, καὶ βεβαιότερα τῶν ἐν νήψει τίθενται.
彼らはワインを飲みながら最も重要な事柄を決定し、その決定をしらふの時の決定よりも確実なものとみなす。
τῶν κατὰ τὰς ὁδοὺς συναντώντων τοὺς μὲν γνωρίμους καὶ ἰσοτίμους φιλοῦσι προσιόντες, τοῖς δὲ ταπεινοτέροις παραβάλλουσι τὴν γνάθον καὶ δέχονται ταύτῃ τὸ φίλημα·
道で出会う人々のうち、知り合いで対等な人々に対しては、近づいて接吻する。 より身分の低い人々に対しては、彼らは頬を差し出し、その頬で接吻を受け入れる。
οἱ δʼ ἔτι ταπεινότεροι προσκυνοῦσι μόνον.
さらに身分の低い人々は、ただ平伏して礼をするだけである。
θάπτουσι δὲ κηρῷ περιπλάσαντες τὰ σώματα, τοὺς δὲ Μάγους οὐ θάπτουσιν, ἀλλʼ οἰωνοβρώτους ἐῶσι·
彼らは遺体を蝋で包んで埋葬するが、マゴス僧たちは埋葬せず、鳥に食べられるままにしておく。
τούτοις δὲ καὶ μητράσι συνέρχεσθαι πάτριον νενόμισται.
彼らにとって、母親と交わることは祖先伝来の慣習とみなされている。
τοιαῦτα μὲν τὰ ἔθη.
以上のようなものが、彼らの風習である。
§15.3.21ἔστι δʼ ἴσως καὶ ταῦτα τῶν ἐθίμων, ἅ φησι Πολύκλειτος.
おそらく、ポリュクレイトスが語る次のようなことも彼らの慣習に属するであろう。
ἐν γὰρ Σούσοις ἑκάστῳ τῶν βασιλέων ἐπὶ τῆς ἄκρας ἰδίᾳ πεποιῆσθαι οἴκησιν καὶ θησαυροὺς καὶ παραθέσεις ὧν ἐπράττοντο φόρων, ὑπομνήματα τῆς οἰκονομίας·
すなわち、スサにおいて、歴代の王それぞれのために、城塞の上に個別の邸宅と、徴収された貢納物の宝庫および保管所が造られており、これらは管理運営の記録であったという。
πράττεσθαι δʼ ἐκ μὲν τῆς παραλίας ἀργύριον, ἐκ δὲ τῆς μεσογαίας ἃ φέρει ἑκάστη χώρα, ὥστε καὶ χρώματα καὶ φάρμακα καὶ τρίχα ἐρέαν ἤ τι τοιοῦθʼ ἕτερον καὶ θρέμματα ὁμοίως.
貢納物としては、沿岸地方からは銀が、内陸地方からは各土地が産出するものが徴収され、その結果、染料、薬、羊毛、その他これに類するもの、そして同様に家畜も集められた。
τὸν δὲ διατάξαντα τοὺς φόρους Δαρεῖον εἶναι.
税を制定したのはダレイオスであったという。
τὸν δὲ πλεῖστον χρυσὸν καὶ ἄργυρον ἐν κατασκευαῖς εἶναι, νομίσματι δὲ οὐ πολλῷ·
金銀の大部分は加工品として存在し、貨幣としては多くなかった。
πρός τε τὰς δωρεὰς ἐκεῖνα κεχαρισμένα νομίζειν μᾶλλον καὶ πρὸς κειμηλίων ἀπόθεσιν·
それらをむしろ贈り物として喜ばれるもの、また家宝の蓄えとしてふさわしいとみなしていた。
τὸ δὲ νόμισμα τὸ πρὸς τὰς χρείας ἀρκοῦν ἱκανὸν εἶναι, κόπτειν δὲ πάλιν τὸ τοῖς ἀναλώμασι σύμμετρον.
貨幣は日々の必要を満たすのに足りるだけで十分であり、出費に見合った分だけをその都度鋳造したという。
§15.3.22τὰ μὲν οὖν ἔθη σωφρονικὰ τὰ πλείω, διὰ δὲ τὸν πλοῦτον εἰς τρυφὴν ἐξέπεσον οἱ βασιλεῖς, ὥστε πυρὸν μὲν ἐξ Ἄσσου τῆς Αἰολίδος μετῄεσαν, οἶνον δʼ ἐκ Συρίας τὸν Χαλυβώνιον, ὕδωρ δὲ ἐκ τοῦ Εὐλαίου πάντων ἐλαφρότατον ὥστʼ ἐν Ἀττικῇ κοτύλῃ δραχμῇ ἀφολκότερον εἶναι.
このように、彼らの風習の大部分は節度あるものであるが、富のゆえに王たちは奢侈に流れ、その結果、小麦はアイオリスのアッソスから取り寄せ、ワインはシリアのハリュボニオン産のもの、水はあらゆる水のうちで最も軽いエウライオス川から取り寄せた。 その軽さは、アッティカのコテュレで測ったときに、他の水より一ドラクマ分軽くなるほどであった。
§15.3.23συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν, ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν, οὐδʼ ᾔδεισαν οὔτʼ ἐκεῖνοι τούτους οὔθʼ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλʼ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς.
ペルシア人がギリシア人にとって異民族の中で最も有名になったのは、次のような事情による。 すなわち、アジアを支配した他の民族の誰も、ギリシア人を支配したことがなく、彼らはギリシア人を知らず、ギリシア人もそれら異民族を、遠くからの噂話によってわずかに知るのみであったからである。
Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν·
例えばホメロスは、シリア人の支配もメディア人の支配も知らない。
οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκῃ πλοῦτον, τὸν ἐν Βαβυλῶνι καὶ Νίνῳ καὶ Ἐκβατάνοις παρεσιώπησε.
というのも、もし知っていたなら、エジプトのテーバイや、そこおよびフェニキアの富について言及する一方で、バビロンやニノス、エクバタナの富を沈黙したままにしておくことはなかったはずだからである。
πρῶτοι δὲ Πέρσαι Ἑλλήνων ἐπῆρξαν, Λυδοὶ δὲ ἐπῆρξαν μέν, ἀλλʼ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον, καὶ ταῦτʼ ἐπʼ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην.
ギリシア人を支配したのはペルシア人が最初であった。 リディア人も支配はしたが、アジア全体ではなく、ハリュス川の内側のわずかな一部分だけであり、それもクロイソスとアリュアッテスの時代の短い期間だけであった。
κρατηθέντες δʼ ὑπὸ Περσῶν, εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς, ἀφῃρέθησαν τοῦθʼ ὑπʼ ἐκείνων.
彼らはペルシア人に征服された際、もし自分たちに何らかの栄光があったとしても、それを彼らによって奪われてしまった。
Πέρσαι δʼ ἀφʼ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους ἔσχον·
ペルシア人はメディア人の国を滅ぼすと、すぐにリディア人も征服し、アジアのギリシア人たちを従属させた。
ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα, καὶ ἡττηθέντες πολλοῖς καὶ * πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.
その後、彼らはギリシア本土にも渡り、多くの、かつ度重なる戦いで敗れたものの、マケドニア人によって征服されるまで、海沿いの地域に至るまでのアジアを支配し続けた。
§15.3.24̔ο μὲν οὖν εἰς τὴν ἡγεμονίαν καταστήσας αὐτοὺς Κῦρος ἦν·
したがって、彼らを支配の地位に就かせたのはキュロスであった。
διαδεξάμενος δὲ τοῦτον Καμβύσης υἱὸς ὑπὸ τῶν Μάγων κατελύθη·
彼の後を継いだ息子のカンビュセスはマゴス僧たちによって退位させられた。
τούτους δʼ ἀνελόντες οἱ ἑπτὰ Πέρσαι Δαρείῳ τῷ Ὑστάσπεω παρέδοσαν τὴν ἀρχήν·
彼らを殺害した七人のペルシア人がヒュスタスペスの子ダレイオスに支配権を渡した。
εἶθʼ οἱ ἀπὸ τούτου διαδεχόμενοι κατέληξαν εἰς Ἄρσην, ὃν ἀποκτείνας Βαγῶος ὁ εὐνοῦχος κατέστησε Δαρεῖον οὐκ ὄντα τοῦ γένους τῶν βασιλέων.
その後、彼の後継者たちはアルセスに至って終わり、宦官バゴアスがアルセスを殺害して、王の家系ではないダレイオスを擁立した。
τοῦτον δὲ καταλύσας Ἀλέξανδρος αὐτὸς ἦρξε * δέκα ἢ ἕνδεκα ἔτη·
彼を打倒したアレクサンドロス自身が10年または11年間統治した。
εἶτʼ εἰς πλείους τοὺς διαδεξαμένους καὶ τοὺς ἐπιγόνους τούτων μερισθεῖσα ἡ ἡγεμονία τῆς Ἀσίας διελύθη·
その後、アジアの支配権は多くの後継者とその子孫たちに分割され、崩壊した。
συνέμεινε δʼ ὅσον πεντήκοντα ἐπὶ τοῖς διακοσίοις ἔτη.
それはおよそ250年間続いた。
νῦν δʼ ἤδη καθʼ αὑτοὺς συνεστῶτες οἱ Πέρσαι βασιλέας ἔχουσιν ὑπηκόους ἑτέροις βασιλεῦσι, πρότερον μὲν Μακεδόσι νῦν δὲ Παρθυαίοις.
しかし、今や独自の国家を確立しているペルシア人たちは、他の王たち、かつてはマケドニア人、現在はパルティア人に従属する王を抱えている。

語釈・文法注

  1. 15.3.20βεβαιότερα τῶν ἐν νήψει — 比較級 βεβαιότερα(より確実な)の基準を示すために、比較の属格として τῶν ἐν νήψει(しらふの時の[決定])が用いられている。冠詞 τῶν は省略された中性複数名詞 βουλευμάτων(決定された事柄)を実名詞化している。
  2. 15.3.21πεποιῆσθαι — 動詞 φησι(彼が言う)の主節から続く、対格不定詞を伴う間接話法の始まり。ここでは完了受動不定詞 πεποιῆσθαι が用いられており、この不定詞構造(πράττεσθαι, εἶναι, νομίζειν 等)が本節末尾まで連続することで、記述全体がポリュクレイトスの報告に基づくものであることを示している。
  3. 15.3.22δραχμῇ — 比較級 ἀφολκότερον(より軽い、重量の引きが少ない)に伴い、その重量の具体的な差異を表す「差の与格」として用いられている。「1ドラクマの重量分だけ軽い」ことを意味する。
  4. 15.3.23οὐδὲ γὰρ ἂν ... παρεσιώπησε — 小辞 ἄν と直説法アオリスト παρεσιώπησε による過去の反実仮想の帰結節。条件節は、直前の主文言及分詞 ὀνομάζων(〜と言及しながら)に含まれる「もし言及していたならば」という条件の意味から引き出されている。

この箇所を引用する

ストラボン, 地理誌 §15.3.20-15.3.24. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.20-15.3.24

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。