Humanitext Reader

斯特拉波 · 地理学 §16.1.1-16.1.3

亚述的地理范围与诸城起源

第 508 段,共 577 段 · 希腊语

内容简介

本段描述了亚述(广义的叙利亚)的地理范围及其各细分区域,叙利亚帝国(巴比伦与尼诺斯/尼尼微)的起源及塞米拉姆斯的功绩,并阐述了高加米拉战役和阿贝拉战役名称的由来。

§16.1.1τῇ δὲ Περσίδι καὶ τῇ Σουσιανῇ συνάπτουσιν οἱ Ἀσσύριοι·
亚述人与波斯及苏西亚那接壤。
καλοῦσι δʼ οὕτω τὴν Βαβυλωνίαν καὶ πολλὴν τῆς κύκλῳ γῆς, ἧς ἐν μέρει καὶ ἡ Ἀτουρία ἐστίν, ἐν ᾗπερ ἡ Νίνος καὶ ἡ Ἀπολλωνιᾶτις καὶ Ἐλυμαῖοι καὶ Παραιτάκαι καὶ ἡ περὶ τὸ Ζάγρον ὄρος Χαλωνῖτις καὶ τὰ περὶ τὴν Νίνον πεδία, Δολομηνή τε καὶ Καλαχηνὴ καὶ Χαζήνη καὶ Ἀδιαβηνή, καὶ τὰ τῆς Μεσοποταμίας ἔθνη τὰ περὶ Γορδυαίους καὶ τοὺς περὶ Νίσιβιν Μυγδόνας μέχρι τοῦ Ζεύγματος τοῦ κατὰ τὸν Εὐφράτην καὶ τῆς πέραν τοῦ Εὐφράτου πολλὴ ἣν Ἄραβες κατέχουσι, καὶ οἱ ἰδίως ὑπὸ τῶν νῦν λεγόμενοι Σύροι μέχρι Κιλίκων καὶ Φοινίκων καὶ Ἰουδαίων καὶ τῆς θαλάττης τῆς κατὰ τὸ Αἰγύπτιον πέλαγος καὶ τὸν Ἰσσικὸν κόλπον.
他们用这个名字称呼巴比伦尼亚及其周围的大片土地,阿图里亚也是其中的一部分,而尼诺斯正是在那里,还有阿波罗尼亚蒂斯、埃利迈人、帕赖塔凯人、扎格罗斯山脉周围的哈洛尼蒂斯、尼诺斯周围的平原,即多洛梅内、卡拉凯内、哈泽内和阿迪亚贝内,以及戈尔迪亚人周围的美索不达米亚部落、尼西比斯周围的米格多内斯人(一直延伸到幼发拉底河畔的泽乌格马),以及幼发拉底河彼岸由阿拉伯人占领的大片地区,还有今天的人们特指的叙利亚人,一直延伸到基利家、腓尼基、犹太人,以及埃及海和伊索斯湾旁的海域。
§16.1.2δοκεῖ δὲ τὸ τῶν Σύρων ὄνομα διατεῖναι ἀπὸ μὲν τῆς Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου τὸ παλαιόν.
叙利亚人这一名称似乎从巴比伦尼亚一直延伸到伊索斯湾,而在古代,则从该湾一直延伸到黑海。
οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται, ὡς ἂν ὄντων τινῶν Σύρων καὶ μελάνων·
无论如何,两类卡帕多西亚人(靠近托罗斯山脉的人和靠近蓬托斯海的人)直到今天仍被称为“白叙利亚人”,仿佛除此之外还有一些黑叙利亚人似的。
οὗτοι δʼ εἰσὶν οἱ ἐκτὸς τοῦ Ταύρου· λέγω δὲ Ταῦρον μέχρι τοῦ Ἀμανοῦ διατείνων τοὔνομα.
而后者是托罗斯山脉以外的人——我说托罗斯山脉时,是将这个名字延伸到了阿马努斯山。
οἱ δʼ ἱστοροῦντες τὴν Σύρων ἀρχὴν ὅταν φῶσι Μήδους μὲν ὑπὸ Περσῶν καταλυθῆναι Σύρους δὲ ὑπὸ Μήδων, οὐκ ἄλλους τινὰς τοὺς Σύρους λέγουσιν ἀλλὰ τοὺς ἐν Βαβυλῶνι καὶ Νίνῳ κατεσκευασμένους τὸ βασίλειον·
叙利亚帝国历史的撰写者们,当他们说米底人被波斯人推翻、叙利亚人被米底人推翻时,他们所说的“叙利亚人”不是别人,正是指在巴比伦和尼诺斯建立王宫的人。
ὧν ὁ μὲν Νίνος ἦν ὁ τὴν Νίνον ἐν τῇ Ἀτουρίᾳ κτίσας, ἡ δὲ τούτου γυνή, ἥπερ καὶ διεδέξατο τὸν ἄνδρα, Σεμίραμις, ἧς ἐστι κτίσμα ἡ Βαβυλών.
在他们之中,尼诺斯是在阿图里亚创建尼诺斯城的人,而他的妻子塞米拉米斯继承了丈夫的王位,是巴比伦的创建者。
οὗτοι δὲ ἐκράτησαν τῆς Ἀσίας, καὶ τῆς Σεμιράμιδος χωρὶς τῶν ἐν Βαβυλῶνι ἔργων πολλὰ καὶ ἄλλα κατὰ πᾶσαν γῆν σχεδὸν δείκνυται ὅση τῆς ἠπείρου ταύτης ἐστί, τά τε χώματα ἃ δὴ καλοῦσι Σεμιράμιδος, καὶ τείχη καὶ ἐρυμάτων κατασκευαὶ καὶ συρίγγων τῶν ἐν αὐτοῖς καὶ ὑδρείων καὶ κλιμάκων καὶ διωρύγων ἐν ποταμοῖς καὶ λίμναις καὶ ὁδῶν καὶ γεφυρῶν.
他们统治了亚洲,除了塞米拉米斯在巴比伦的工程外,在这块大陆的几乎所有地方,至今仍指认出她的许多其他工程,例如人们所说的“塞米拉米斯土垒”、城墙、要塞建筑、其中的地下通道、蓄水池、阶梯、河流与湖泊中的运河、道路以及桥梁。
ἀπέλιπον δὲ τοῖς μεθʼ ἑαυτοὺς τὴν ἀρχὴν μέχρι * τῆς Σαρδαναπάλλου καὶ Ἀρβάκου· μετέστη δʼ εἰς Μήδους ὕστερον.
他们将帝国留给了后继者,一直延续到萨尔达那帕洛斯和阿尔巴克斯的时代;后来统治权转移到了米底人手中。
§16.1.3̔η μὲν οὖν Νίνος πόλις ἠφανίσθη παραχρῆμα μετὰ τὴν τῶν Σύρων κατάλυσιν.
尼诺斯城在叙利亚人统治崩溃后立即消失了。
πολὺ δὲ μείζων ἦν τῆς Βαβυλῶνος, ἐν πεδίῳ κειμένη τῆς Ἀτουρίας·
它比巴比伦大得多,坐落在阿图里亚的平原上。
ἡ δʼ Ἀτουρία τοῖς περὶ Ἄρβηλα τόποις ὅμορός ἐστι μεταξὺ τὸν Λύκον ἔχουσα ποταμόν.
阿图里亚与阿贝拉周围的地区相邻,其间有莱科斯河流过。
τὰ μὲν οὖν Ἄρβηλα τῆς Βαβυλωνίας ὑπάρχει * ἃ κατʼ αὐτήν ἐστιν· ἐν δὲ τῇ περαίᾳ τοῦ Λύκου τὰ τῆς Ἀτουρίας πεδία τῇ Νίνῳ περίκειται.
阿贝拉属于巴比伦尼亚,位于其边界上;而在莱科斯河的对岸,阿图里亚的平原环绕着尼诺斯。
ἐν δὲ τῇ Ἀτουρίᾳ ἐστὶ Γαυγάμηλα κώμη, ἐν ᾗ συνέβη νικηθῆναι καὶ ἀποβαλεῖν τὴν ἀρχὴν Δαρεῖον.
在阿图里亚有高加米拉村,大流士曾在此战败并失去了帝国。
ἔστι μὲν οὖν τόπος ἐπίσημος οὗτος καὶ τοὔνομα· μεθερμηνευθὲν γάρ ἐστι καμήλου οἶκος·
这个地方及其名字都很著名,因为翻译过来就是“骆驼之家”。
ὠνόμασε δʼ οὕτω Δαρεῖος ὁ Ὑστάσπεω, κτῆμα δοὺς εἰς διατροφὴν τῇ καμήλῳ τῇ συνεκπεπονηκυίᾳ μάλιστα τὴν ὁδὸν τὴν διὰ τῆς ἐρήμου Σκυθίας μετὰ τῶν φορτίων, ἐν οἷς ἦν καὶ ἡ διατροφὴ τῷ βασιλεῖ.
希斯塔斯佩斯之子大流士如此命名它,并将其作为财产赐予那只最成功地驮着行李(其中包括国王的食物)穿过斯基泰荒漠的骆驼,作为养活它的费用。
οἱ μέντοι Μακεδόνες τοῦτο μὲν ὁρῶντες κώμιον εὐτελές, τὰ δὲ Ἄρβηλα κατοικίαν ἀξιόλογον, κτίσμα ὥς φασιν Ἀρβήλου τοῦ Ἀθμονέως, περὶ Ἄρβηλα τὴν μάχην καὶ νίκην κατεφήμισαν καὶ τοῖς συγγραφεῦσιν οὕτω παρέδωκαν.
然而,马其顿人看到这是一个微不足道的村庄,而阿贝拉是一个著名的定居点(据说是阿特莫内乌斯之子阿贝洛斯所建),便声称这场战役和胜利发生在阿贝拉附近,并以此方式将其流传给历史学家。

词汇与语法注释

  1. 16.1.1ἧς ἐν μέρει καὶ ἡ Ἀτουρία ἐστίν — 关系代名词 ἧς 指代前文的 πολλὴν τῆς κύκλῳ γῆς(或整个 τὴν Βαβυλωνίαν καὶ πολλὴν...),引出构成统称为亚述的辽阔疆域一部分的各个地理区域。
  2. 16.1.2ὡς ἂν ὄντων τινῶν Σύρων καὶ μελάνων — 连词 ὡς 极不常见地与 ἄν 结合,并修饰属格独立分词 ὄντων,表示潜在的或假设性的对比,意为“仿佛(除此之外)也存在着一些黑叙利亚人似的”。
  3. 16.1.2μέχρι * τῆς Σαρδαναπάλλου καὶ Ἀρβάκου — 星号暗示文本存在残缺(lacuna)。阴性单数属格冠词 τῆς 在上下文中修饰省略的名词如 ἀρχῆς(统治、帝国)或 ἡγεμονίας,意为“直到萨尔达那帕洛斯(的统治)与阿尔巴克斯的时代”。
  4. 16.1.3τῇ συνεκπεπονηκυίᾳ — 动词 συνεκπονέω(共同忍受、彻底完成)的完成时主动分词阴性单数与格形式。它修饰前文的 τῇ καμήλῳ(那只骆驼),并以宾格的 τὴν ὁδὸν(旅途)作为其直接宾语。

引用这一段

斯特拉波, 地理学 §16.1.1-16.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.1-16.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。