§15.3.7εἶτʼ εἰς Πασαργάδας ἧκε·
それから、彼はパサルガダイに到着した。
καὶ τοῦτο δʼ ἦν βασίλειον ἀρχαῖον.
ここもまた古い王宮であった。
ἐνταῦθα δὲ καὶ τὸν Κύρου τάφον εἶδεν ἐν παραδείσῳ, πύργον οὐ μέγαν, τῷ δάσει τῶν δένδρων ἐναποκεκρυμμένον, κάτω μὲν στερεὸν ἄνω δὲ στέγην ἔχοντα καὶ σηκὸν στενὴν τελέως ἔχοντα τὴν εἴσοδον, διʼ ἧς παρελθεῖν εἴσω φησὶν Ἀριστόβουλος κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι τὸν τάφον·
そこで彼は庭園の中にあるキュロスの墓を見た。 それは大きくない塔で、生い茂る木々に隠されており、下部は強固で、上部は屋根と完全に狭い入り口を持つ小部屋を備えていた。 アリストブーロスによれば、王の命により彼はその入り口を通って内部に入り、墓を装飾したという。
ἰδεῖν δὲ κλίνην τε χρυσῆν καὶ τράπεζαν σὺν ἐκπώμασι καὶ πύελον χρυσῆν καὶ ἐσθῆτα πολλὴν κόσμον τε λιθοκόλλητον·
そして、黄金の寝台、器の置かれたテーブル、黄金の浴槽、多くの衣服、貴石のちりばめられた装飾品を見たという。
κατὰ μὲν οὖν τὴν πρώτην ἐπιδημίαν ταῦτʼ ἰδεῖν, ὕστερον δὲ συληθῆναι, καὶ τὰ μὲν ἄλλα ἐκκομισθῆναι τὴν δὲ κλίνην θραυσθῆναι μόνον καὶ τὴν πύελον, μεταθέντων τὸν νεκρόν, διʼ οὗ δῆλον γενέσθαι διότι προνομευτῶν ἔργον ἦν, οὐχὶ τοῦ σατράπου, καταλιπόντων ἃ μὴ δυνατὸν ἦν ῥᾳδίως ἐκκομίσαι·
最初の滞在の際にはこれらのものを見たが、後に略奪され、他のものは持ち去られたものの、遺骸が動かされた際に寝台と浴槽だけは破壊されたという。 このことから、それがサトラップの仕業ではなく、容易に持ち去ることのできないものを残していった略奪者たちの仕業であったことが明らかになった。
συμβῆναι δὲ ταῦτα, καίπερ φυλακῆς περικειμένης Μάγων, σίτισιν λαμβανόντων καθʼ ἡμέραν πρόβατον, διὰ μηνὸς δʼ ἵππον.
このようなことが起こったのは、マゴス僧たちの守備隊が周囲に配置され、毎日一頭の羊を、毎月一頭の馬を食糧として受け取っていたにもかかわらずであった。
ἀλλʼ ὁ ἐκτοπισμὸς τῆς Ἀλεξάνδρου στρατιᾶς εἰς Βάκτρα καὶ Ἰνδοὺς πολλά τε ἄλλα νεωτερισθῆναι παρεσκεύασε, καὶ δὴ καὶ τοῦθʼ ἓν τῶν νεωτερισθέντων ὑπῆρξεν.
しかし、バクトラやインドへのアレクサンドロスの軍の遠征が多くの乱れを引き起こす原因となり、実にこれもまた引き起こされた乱れの一つとなった。
οὕτω μὲν οὖν Ἀριστόβουλος εἴρηκε, καὶ τὸ ἐπίγραμμα δὲ ἀπομνημονεύει τοῦτο
ὦ ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύς·
このようにアリストブーロスは述べており、さらに次の碑文を記憶に留めている。 「人よ、私はペルシア人に帝国をもたらし、アジアの王となったキュロスである。
μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος.
それゆえ、私からこの記念碑を妬まないでくれ。
Ὀνησίκριτος δὲ τὸν μὲν πύργον δεκάστεγον εἴρηκε·
」しかしオネシクリトスは、その塔は十階建てであったと述べている。
καὶ ἐν μὲν τῇ ἀνωτάτω στέγῃ κεῖσθαι τὸν Κῦρον·
そして最も上の階にキュロスが横たわっており、ペルシアの文字で刻まれたギリシア語の碑文があったという。
ἐπίγραμμα δʼ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασιν
ἐνθάδʼ ἐγὼ κεῖμαι Κῦρος βασιλεὺς βασιλήων.
「ここに私は横たわる、王たちの王キュロス。
καὶ ἄλλο περσίζον πρὸς τὸν αὐτὸν νοῦν.
」そして、同じ意味の、ペルシア風のもう一つの碑文もあったという。
§15.3.8μέμνηται δʼ Ὀνησίκριτος καὶ τὸ ἐπὶ τοῦ Δαρείου τάφῳ γράμμα τόδε
φίλος ἦν τοῖς φίλοις·
また、オネシクリトスはダレイオスの墓にある次のような碑文をも記録している。 「私は友に対して友であった。
ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην·
優れた騎手であり射手であった。
κυνηγῶν ἐκράτουν·
狩猟において傑出していた。
πάντα ποιεῖν ἠδυνάμην.
何事も成し遂げることができた。
Ἄριστος δʼ ὁ Σαλαμίνιος πολὺ μέν ἐστι νεώτερος τούτων, λέγει δὲ δίστεγον τὸν πύργον καὶ μέγαν, ἐν δὲ τῇ Περσῶν διαδοχῇ ἱδρῦσθαι, φυλάττεσθαι δὲ τὸν τάφον·
」サラミスのアリストスは、彼らよりもはるかに後代の人物であるが、その塔は二階建てで大きく、ペルシア人の継承の間に建てられたものであり、その墓は守られていたと述べている。
ἐπίγραμμα δὲ τὸ λεχθὲν Ἑλληνικὸν καὶ ἄλλο Περσικὸν πρὸς τὸν αὐτὸν νοῦν.
そして、先述のギリシア語の碑文と、同じ意味のペルシア語のもう一つの碑文があったという。
τοὺς δὲ Πασαργάδας ἐτίμησε Κῦρος, ὅτι τὴν ὑστάτην μάχην ἐνίκησεν Ἀστυάγην ἐνταῦθα τὸν Μῆδον, καὶ τὴν ἀρχὴν τῆς Ἀσίας μετήνεγκεν εἰς ἑαυτὸν καὶ πόλιν ἔκτισε καὶ βασίλειον κατεσκεύασε τῆς νίκης μνημεῖον.
キュロスがパサルガダイを重んじたのは、彼がここでメディア人のアステュアゲスに対して最後の戦いで勝利を収め、アジアの支配権を自分自身へと移し、都市を築き、勝利の記念碑として王宮を造営したからである。
§15.3.9πάντα δὲ τὰ ἐν τῇ Περσίδι χρήματα ἐξεσκευάσατο εἰς τὰ Σοῦσα καὶ αὐτὰ θησαυρῶν καὶ κατασκευῆς μεστά·
アレクサンドロスは、ペルシスにあったすべての財宝をスサへと運び出したが、スサ自体もまた宝物や装飾品で満ちていた。
οὐδὲ τοῦθʼ ἡγεῖτο τὸ βασίλειον, ἀλλὰ τὴν Βαβυλῶνα, καὶ διενοεῖτο ταύτην προσκατασκευάζειν·
しかし、彼はここを主要な王宮とは見なさず、むしろバビロンをそう見なし、ここをさらに拡張しようと計画していた。
κἀνταῦθα δʼ ἔκειντο θησαυροί.
そしてそこにも宝物が置かれていた。
φασὶ δὲ χωρὶς τῶν ἐν Βαβυλῶνι καὶ τῶν ἐν τῷ στρατοπέδῳ τῶν παρὰ ταῦτα μὴ ληφθέντων αὐτὰ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Περσίδι τέτταρας μυριάδας ταλάντων ἐξετασθῆναι·
人々は、バビロンにあったものや軍営にあったもの、またこれら以外に略奪されなかったものは別として、スサとペルシスにあったものだけで四万タラントンと査定されたと述べている。
τινὲς δὲ καὶ πέντε λέγουσιν·
中には五万タラントンと言う者もいる。
ἄλλοι δὲ πάντα πάντοθεν συναχθῆναι παραδεδώκασιν εἰς Ἐκβάτανα ὀκτωκαίδεκα μυριάδας ταλάντων·
また、あらゆる場所からすべてが集められてエクバタナに運ばれた額は十八万タラントンに達すると伝える人々もいる。
τὰ δὲ Δαρείῳ φυγόντι ἐκ τῆς Μηδίας συνεκκομισθέντα τάλαντα ὀκτακισχίλια διήρπασαν οἱ δολοφονήσαντες αὐτόν.
メディアから逃亡したダレイオスが携えて行った八千タラントンは、彼を暗殺した者たちによって略奪された。
§15.3.10τὴν γοῦν Βαβυλῶνα ὁ Ἀλέξανδρος προέκρινεν ὁρῶν καὶ τῷ μεγέθει πολὺ ὑπερβάλλουσαν καὶ τοῖς ἄλλοις.
ともかく、アレクサンドロスはバビロンが規模においてもその他の点においてもはるかに超越しているのを見て、ここを優先したのである。
εὐδαίμων δʼ οὖσα ἡ Σουσὶς ἔκπυρον τὸν ἀέρα ἔχει καυματηρὸν καὶ μάλιστα τὸν περὶ τὴν πόλιν, ὥς φησιν * ἐκεῖνος·
スシス地方は豊かであるものの、空気は灼熱で暑く、あの著者が言うように、とりわけ都市の周辺ではそうである。
τὰς γοῦν σαύρας καὶ τοὺς ὄφεις θέρους ἀκμάζοντος τοῦ ἡλίου κατὰ μεσημβρίαν διαβῆναι μὴ φθάνειν τὰς ὁδοὺς τὰς ἐν τῇ πόλει, ἀλλʼ ἐν μέσαις περιφλέγεσθαι, ὅπερ τῆς Περσίδος μηδαμοῦ συμβαίνειν καίπερ νοτιωτέρας οὔσης·
例えば、夏の日差しが最も強烈な真昼には、トカゲや蛇が都市の道路を渡り切ることができず、その途中で焼け死んでしまうほどである。 これは、ペルシスがより南に位置しているにもかかわらず、そこでは決して起こらないことである。
λουτρὰ δὲ ψυχρὰ προτεθέντα ἐκθερμαίνεσθαι παραχρῆμα, τὰς δὲ κριθὰς διασπαρείσας εἰς τὸν ἥλιον ἅλλεσθαι καθάπερ ἐν τοῖς ἰπνοῖς τὰς κάχρυς·
また、外に置かれた冷たい水浴の湯は瞬時に熱くなり、日の中に撒かれた大麦は、まるでかまどの中の煎り麦のように跳ね上がる。
διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις γῆν ἐπιτίθεσθαι, ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μὲν μακροὺς δὲ ποιεῖσθαι τοὺς οἴκους, ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων διὰ τὸ πνῖγος.
このため、人々は屋根の上に二プーキスの厚さの土を載せるが、その重みのために、長い梁を欠きながらも蒸し暑さゆえに広い部屋を必要とするという困難に直面し、部屋を細長く作らざるを得ない。
ἴδιον δέ τι πάσχειν τὴν φοινικίνην δοκόν·
また、ナツメヤシの梁には独特の性質がある。
στερεὰν γὰρ οὖσαν, παλαιουμένην οὐκ εἰς τὸ κάτω τὴν ἔνδοσιν λαμβάνειν, ἀλλʼ εἰς τὸ ἄνω μέρος κυρτοῦσθαι τῷ βάρει καὶ βέλτιον ἀνέχειν τὴν ὀροφήν.
すなわち、それは頑丈であって、古くなっても下へとしなるのではなく、重みによって上の方へと湾曲し、屋根をより良く支えるのである。
αἴτιον δὲ τῶν καυμάτων λέγεται τὸ ὑπερκεῖσθαι πρὸς ἄρκτον ὄρη ὑψηλὰ τὰ προεκδεχόμενα ἅπαντας τοὺς βορείους ἀνέμους·
この暑さの原因は、北側に高い山々がそびえ、それがあらゆる北風を遮っているからだと言われている。
ὑπερπετεῖς δὴ πνέοντες ἀπὸ τῶν ἀκρωτηρίων μετέωροί τε τῶν πεδίων οὐ προσάπτονται, ἀλλὰ παρελαύνουσιν εἰς τὰ νοτιώτερα τῆς Σουσίδος·
すなわち、北風は峰々から吹き越えて上空を通り、平原には届かずに、スシス地方より南の地域へと流れていく。
αὕτη δὲ νηνεμίαις κατέχεται, καὶ μάλιστα τότε ἡνίκα ἐτησίαι τὴν ἄλλην γῆν καταψύχουσιν ἐκκαομένην ὑπὸ τῶν καυμάτων.
そのため、この地方は無風状態に支配され、季節風が、暑さのために焼き尽くされている他の土地を冷ましている時にこそ、とりわけそうなのである。