§15.3.4τὰ μὲν οὖν Σοῦσα ἐν μεσογαίοις κεῖται ἐπὶ τῷ Χοάσπῃ ποταμῷ περαιτέρω κατὰ τὸ ζεῦγμα, ἡ δὲ χώρα μέχρι τῆς θαλάττης καθήκει·
さて、スサは内陸部においてコアスペス川に沿って、架橋の向こう側に位置しているが、その地方は海にまで達している。
καὶ ἔστιν αὐτῆς ἡ παραλία μέχρι τῶν ἐκβολῶν σχεδόν τι τοῦ Τίγριος ἀπὸ τῶν ὅρων τῆς Περσικῆς παραλίας σταδίων ὡς τρισχιλίων.
そして、ペルシア沿岸の国境からティグリス川の河口付近に至るまでのその沿岸部は、約三千スタディオンである。
ῥεῖ δὲ διὰ τῆς χώρας ὁ Χοάσπης εἰς τὴν αὐτὴν τελευτῶν παραλίαν, ἀπὸ τῶν Οὐξίων τὰς ἀρχὰς ἔχων.
コアスペス川はその地方を流れて同じ沿岸部へと注いでおり、ウクシオイ人の地からその源を発している。
παρεμπίπτει γάρ τις ὀρεινὴ τραχεῖα καὶ ἀπότομος μεταξὺ τῶν Σουσίων καὶ τῆς Περσίδος, στενὰ ἔχουσα δυσπάροδα καὶ ἀνθρώπους λῃστάς, οἳ μισθοὺς ἐπράττοντο καὶ αὐτοὺς τοὺς βασιλέας κατὰ τὴν ἐκ Σούσων εἰς Πέρσας εἰσβολήν.
というのも、スサ人の地とペルシスの間には、険しく切り立った山がちの地が割り込んでおり、通行の困難な狭路と略奪的な人々を擁しており、彼らはスサからペルシスへと進入する際に、王たち自身からさえ通行料を取り立てていたからである。
φησὶ δὲ Πολύκλειτος εἰς λίμνην τινὰ συμβάλλειν τόν τε Χοάσπην καὶ τὸν Εὔλαιον καὶ ἔτι τὸν Τίγριν, εἶτʼ ἐκεῖθεν εἰς τὴν θάλατταν ἐκδιδόναι·
しかしポリュクレイトスは、コアスペス川とエウライオス川、さらにティグリス川がある湖に合流し、そこから海へと注ぎ出ていると主張している。
πρὸς δὲ τῇ λίμνῃ καὶ ἐμπόριον εἶναι, τῶν ποταμῶν μὲν οὐ δεχομένων τὰ ἐκ τῆς θαλάττης, οὐδὲ καταπεμπόντων διὰ τοὺς καταράκτας ἐπίτηδες γενομένους, πεζῇ δʼ ἐμπορευομένων·
そして、その湖のそばには交易地もあり、海からの貨物を川が受け入れず、また意図的に作られた堰のために下流へ送ることもできないため、人々は陸路で交易を行っているという。
ὀκτακοσίους γὰρ εἶναι σταδίους εἰς Σοῦσα * λέγουσιν ἄλλοι·
というのも、スサまでは八百スタディオンであると他の人々は言っているからである。
ἄλλοι δέ φασι τοὺς διὰ Σούσων ποταμοὺς εἰς ἓν ῥεῦμα τὸ τοῦ Τίγριος συμπίπτειν κατὰ τὰς μεταξὺ διώρυγας τοῦ Εὐφράτου·
また他の人々は、スサを流れる川が、ユーフラテス川との間の運河を通ってティグリス川の単一の流れへと合流すると述べている。
διὰ δὲ τοῦτο κατὰ τὰς ἐκβολὰς ὀνομάζεσθαι Πασίτιγριν.
このため、河口付近ではパシティグリス川と呼ばれている。
§15.3.5νέαρχος δὲ τὸν παράπλουν τῆς Σουσίδος τεναγώδη φήσας πέρας αὐτοῦ λέγει τὸν Εὐφράτην ποταμόν·
ネアルコスは、スシスの沿岸航路は浅瀬が多いとした上で、その終点をユーフラテス川であると述べている。
πρὸς δὲ τῷ στόματι κώμην οἰκεῖσθαι τὴν ὑποδεχομένην τὰ ἐκ τῆς Ἀραβίας φορτία·
そして、その河口にはアラビアからの貨物を受け入れる村が位置しているという。
συνάπτειν γὰρ ἐφεξῆς τὴν τῶν Ἀράβων παραλίαν τῷ στόματι τοῦ Εὐφράτου καὶ τοῦ Πασιτίγριος, τὸ δὲ μεταξὺ πᾶν ἐπέχειν λίμνην τὴν ὑποδεχομένην τὸν Τίγριν.
なぜなら、アラビア人の沿岸は続いてユーフラテス川およびパシティグリス川の河口と接しており、その中間全体はティグリス川を受け入れる湖が占めているからである。
ἀναπλεύσαντι δὲ τῷ Πασιτίγρει σταδίους πεντήκοντα καὶ ἑκατὸν τὴν σχεδίαν εἶναι τὴν ἄγουσαν ἐπὶ Σούσων ἐκ τῆς Περσίδος, ἀπέχουσαν Σούσων σταδίους * ἑξήκοντα·
パシティグリス川を百五十スタディオン遡ると、ペルシスからスサへと通じる舟橋があり、それはスサから六十スタディオン離れている。
τὸν δὲ Πασίτιγριν ἀπὸ τοῦ Ὀροάτιδος διέχειν περὶ δισχιλίους σταδίους·
また、パシティグリス川はオロアティス川から約二千スタディオン離れている。
διὰ δὲ τῆς λίμνης ἐπὶ τὸ στόμα τοῦ Τίγριος τὸν ἀνάπλουν εἶναι σταδίων ἑξακοσίων·
湖を通ってティグリス川の河口に至る遡行は六百スタディオンである。
πλησίον δὲ τοῦ στόματος κώμην οἰκεῖσθαι * τὴν Σουσιανὴν διέχουσαν τῶν Σούσων σταδίους πεντακοσίους·
その河口の近くには、スサから五百スタディオン離れたスシス地方の村が位置している。
ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτου καὶ μέχρι Βαβυλῶνος τὸν ἀνάπλουν εἶναι διὰ γῆς οἰκουμένης καλῶς σταδίων πλειόνων ἢ τρισχιλίων.
ユーフラテス川の河口からバビロンに至る遡行は、よく開墾され居住された土地を通って、三千スタディオン以上である。
Ὀνησίκριτος δὲ πάντας φησὶν ἐκβάλλειν εἰς τὴν λίμνην τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐκπεσόντα δὲ πάλιν τὸν Εὐφράτην ἐκ τῆς λίμνης ἰδίῳ στόματι πρὸς τὴν θάλατταν συνάπτειν.
しかしオネシクリトスは、ユーフラテス川とティグリス川のすべてが湖に注ぎ込み、そこからユーフラテス川が再び湖から流れ出して独自の河口によって海と接している、と述べている。
§15.3.6ἔστι δὲ καὶ ἄλλα πλείω στενὰ διεκβάλλοντι τὰ ἐν τοῖς Οὐξίοις κατʼ αὐτὴν τὴν Περσίδα, ἃ καὶ αὐτὰ βίᾳ διῆλθεν Ἀλέξανδρος, κατά τε τὰς Περσικὰς πύλας καὶ κατʼ ἄλλους τόπους διεξιὼν τὴν χώραν, καὶ κατοπτεῦσαι σπεύδων τὰ κυριώτατα μέρη καὶ τὰ γαζοφυλάκια, ἃ τοσούτοις χρόνοις ἐξεπεπλήρωτο, οἷς ἐδασμολόγησαν Πέρσαι τὴν Ἀσίαν·
ウクシオイ人の地における隘路を抜けてペルシス自体に入る者には、他にもさらに多くの狭路があり、これらをもまたアレクサンドロスは武力で突破し、ペルシア門やその他の場所を通ってこの地方を通過した。 彼は、最も重要な地域や、ペルシア人がアジアから徴税した非常に長い歳月にわたって満たされてきた宝物庫を偵察することを急いでいたのである。
ποταμοὺς δὲ διέβη πλείους τοὺς διαρρέοντας τὴν χώραν καὶ καταφερομένους εἰς τὸν Περσικὸν κόλπον.
彼はその地方を流れ下ってペルシア湾へと注ぐ、より多くの川を渡った。
μετὰ γὰρ τὸν Χοάσπην ὁ Κοπράτας ἐστὶ καὶ ὁ Πασίτιγρις, ὃς ἐκ τῆς Οὐξίας καὶ αὐτὸς ῥεῖ·
なぜなら、コアスペス川の次にはコプラタス川があり、またパシティグリス川があって、これもまたウクシアから流れている。
ἔστι δὲ καὶ Κῦρος ποταμὸς διὰ τῆς κοίλης καλουμένης Περσίδος ῥέων περὶ Πασαργάδας, οὗ μετέλαβε τὸ ὄνομα βασιλεὺς ἀντὶ Ἀγραδάτου μετονομασθεὶς Κῦρος.
また、キュロス川もあり、これはパサルガダイの周辺、いわゆる「中凹のペルシス」を流れており、王はもともとアグラダトスと呼ばれていたが、改名してキュロスとなり、この川からその名を取った。
πρὸς αὐτῇ δὲ τῇ Περσεπόλει τὸν Ἀράξην διέβη·
そして、ペルセポリスのすぐ近くで彼はアラクセス川を渡った。
ἦν δὲ ἡ Περσέπολις μετὰ Σοῦσα κάλλιστα κατεσκευασμένη μεγίστη πόλις, ἔχουσα βασίλεια ἐκπρεπῆ, καὶ μάλιστα τῇ πολυτελείᾳ τῶν κειμένων.
ペルセポリスはスサに次いで最も美しく造営された最大の都市であり、とりわけそこに置かれた財宝の贅沢さにおいて卓越した王宮を擁していた。
ῥεῖ δʼ ὁ Ἀράξης ἐκ τῶν Παραιτακῶν· συμβάλλει δʼ εἰς αὐτὸν ὁ Μῆδος ἐκ Μηδίας ὁρμηθείς.
アラクセス川はパライタカイの地から流れており、メディアから発したメドス川がこれに合流する。
φέρονται δὲ διʼ αὐλῶνος παμφόρου συνάπτοντος τῇ Καρμανίᾳ καὶ τοῖς ἑωθινοῖς μέρεσι τῆς χώρας, καθάπερ καὶ αὐτὴ ἡ Περσέπολις.
これらの川は、ペルセポリス自体がそうであるように、カルマニアやその地方の東部地域と接する、あらゆる作物が実る渓谷を通って流れている。
ἐνέπρησε δὲ ὁ Ἀλέξανδρος τὰ ἐν Περσεπόλει βασίλεια τιμωρῶν τοῖς Ἕλλησιν, ὅτι κἀκείνων ἱερὰ καὶ πόλεις οἱ Πέρσαι πυρὶ καὶ σιδήρῳ διεπόρθησαν.
アレクサンドロスは、ペルシア人がギリシア人の神殿や都市を火と剣をもって徹底的に破壊したことに対して、ギリシア人のために報復として、ペルセポリスの王宮を焼き払った。