Humanitext Reader

斯特拉波 · 地理学 §15.3.7-15.3.10

居鲁士之墓与苏西斯地区的气候

第 504 段,共 577 段 · 希腊语

内容简介

亚历山大在巴萨尔加德参谒了居鲁士之墓,考证了其结构、铭文和遭劫的历史,随后整理了波斯和苏萨的巨额财宝,并将关注点转向最核心的巴比伦;同时,文中详述了苏西斯地区极端酷热的景象及其地理成因。

§15.3.7εἶτʼ εἰς Πασαργάδας ἧκε· καὶ τοῦτο δʼ ἦν βασίλειον ἀρχαῖον.
随后,他来到了巴萨尔加德;这里也是一座古老的王宫。
ἐνταῦθα δὲ καὶ τὸν Κύρου τάφον εἶδεν ἐν παραδείσῳ, πύργον οὐ μέγαν, τῷ δάσει τῶν δένδρων ἐναποκεκρυμμένον, κάτω μὲν στερεὸν ἄνω δὲ στέγην ἔχοντα καὶ σηκὸν στενὴν τελέως ἔχοντα τὴν εἴσοδον, διʼ ἧς παρελθεῖν εἴσω φησὶν Ἀριστόβουλος κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι τὸν τάφον·
在那里,他还在一座庭园中看到了居鲁士的陵墓,那是一座不大的塔,隐蔽在茂密的树木丛中,下部坚实,上部有屋顶和一间入口极其狭窄的小室。 阿里斯托布鲁斯说,在国王的命令下,他穿过该入口进入内部,并装饰了陵墓。
ἰδεῖν δὲ κλίνην τε χρυσῆν καὶ τράπεζαν σὺν ἐκπώμασι καὶ πύελον χρυσῆν καὶ ἐσθῆτα πολλὴν κόσμον τε λιθοκόλλητον·
他说,他看到了黄金床榻、摆放着杯子的桌子、黄金浴盆以及大量的衣服和镶嵌着宝石的饰物。
κατὰ μὲν οὖν τὴν πρώτην ἐπιδημίαν ταῦτʼ ἰδεῖν, ὕστερον δὲ συληθῆναι, καὶ τὰ μὲν ἄλλα ἐκκομισθῆναι τὴν δὲ κλίνην θραυσθῆναι μόνον καὶ τὴν πύελον, μεταθέντων τὸν νεκρόν, διʼ οὗ δῆλον γενέσθαι διότι προνομευτῶν ἔργον ἦν, οὐχὶ τοῦ σατράπου, καταλιπόντων ἃ μὴ δυνατὸν ἦν ῥᾳδίως ἐκκομίσαι·
在第一次逗留期间他看到了这些东西,但后来陵墓被盗,其他东西都被运走,只有床榻和浴盆因遗体被移动而被损毁。 由此显而易见,这是掠夺者而非总督所为,因为他们留下了无法轻易运走的东西。
συμβῆναι δὲ ταῦτα, καίπερ φυλακῆς περικειμένης Μάγων, σίτισιν λαμβανόντων καθʼ ἡμέραν πρόβατον, διὰ μηνὸς δʼ ἵππον.
尽管周围有祭司的卫队防守,¦p.1018 他们每天领取一只绵羊、每月领取一匹马作为口粮,但这些事情还是发生了。
ἀλλʼ ὁ ἐκτοπισμὸς τῆς Ἀλεξάνδρου στρατιᾶς εἰς Βάκτρα καὶ Ἰνδοὺς πολλά τε ἄλλα νεωτερισθῆναι παρεσκεύασε, καὶ δὴ καὶ τοῦθʼ ἓν τῶν νεωτερισθέντων ὑπῆρξεν.
然而,亚历山大军队远征巴克特拉和印度,导致了许多其他变故的发生,而这确实也是所发生的变故之一。
οὕτω μὲν οὖν Ἀριστόβουλος εἴρηκε, καὶ τὸ ἐπίγραμμα δὲ ἀπομνημονεύει τοῦτο ὦ ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύς· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος.
阿里斯托布鲁斯是这样说的,他还记下了这段铭文: “凡人啊,我是居鲁士,为波斯人赢得了帝国,并且是亚洲之王;因此,请不要嫉妒我的这座陵墓。
Ὀνησίκριτος δὲ τὸν μὲν πύργον δεκάστεγον εἴρηκε· καὶ ἐν μὲν τῇ ἀνωτάτω στέγῃ κεῖσθαι τὸν Κῦρον· ἐπίγραμμα δʼ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασιν ἐνθάδʼ ἐγὼ κεῖμαι Κῦρος βασιλεὺς βασιλήων.
” 然而,奥内西克里图斯则说,这座塔有十层,居鲁士躺在最上面的一层,并且有刻着波斯字母的希腊语铭文: “在此我安息,王中之王居鲁士。
καὶ ἄλλο περσίζον πρὸς τὸν αὐτὸν νοῦν.
” 还有另一个带有同样意思的波斯语铭文。
§15.3.8μέμνηται δʼ Ὀνησίκριτος καὶ τὸ ἐπὶ τοῦ Δαρείου τάφῳ γράμμα τόδε φίλος ἦν τοῖς φίλοις· ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην· κυνηγῶν ἐκράτουν· πάντα ποιεῖν ἠδυνάμην.
奥内西克里图斯还记录了达留斯陵墓上的如下铭文: “我曾是朋友的朋友;我曾是优秀的骑手和弓箭手;我精于狩猎;我无所不能。
Ἄριστος δʼ ὁ Σαλαμίνιος πολὺ μέν ἐστι νεώτερος τούτων, λέγει δὲ δίστεγον τὸν πύργον καὶ μέγαν, ἐν δὲ τῇ Περσῶν διαδοχῇ ἱδρῦσθαι, φυλάττεσθαι δὲ τὸν τάφον· ἐπίγραμμα δὲ τὸ λεχθὲν Ἑλληνικὸν καὶ ἄλλο Περσικὸν πρὸς τὸν αὐτὸν νοῦν.
” 萨拉米斯的阿里斯托斯虽然比这些作家晚得多,但他声称该塔是两层的,且很宏大,建于波斯人的世代交替期间,并且陵墓受到了看守;而铭文则是上述的希腊语铭文和另一段具有同样意思的波斯语铭文。
τοὺς δὲ Πασαργάδας ἐτίμησε Κῦρος, ὅτι τὴν ὑστάτην μάχην ἐνίκησεν Ἀστυάγην ἐνταῦθα τὸν Μῆδον, καὶ τὴν ἀρχὴν τῆς Ἀσίας μετήνεγκεν εἰς ἑαυτὸν καὶ πόλιν ἔκτισε καὶ βασίλειον κατεσκεύασε τῆς νίκης μνημεῖον.
居鲁士之所以器重巴萨尔加德,是因为他在这里的最后一场战役中击败了米底人阿斯提阿格斯,将亚洲的统治权转移到自己身上,并建起一座城市,建造了一座王宫作为胜利的纪念碑。
§15.3.9πάντα δὲ τὰ ἐν τῇ Περσίδι χρήματα ἐξεσκευάσατο εἰς τὰ Σοῦσα καὶ αὐτὰ θησαυρῶν καὶ κατασκευῆς μεστά· οὐδὲ τοῦθʼ ἡγεῖτο τὸ βασίλειον, ἀλλὰ τὴν Βαβυλῶνα, καὶ διενοεῖτο ταύτην προσκατασκευάζειν· κἀνταῦθα δʼ ἔκειντο θησαυροί.
亚历山大将波斯的所有财宝运往苏萨,而苏萨本身也装满了金银财宝和器物;然而,他并不认为苏萨是他的主要王宫,而是将巴比伦视为如此,并打算进一步扩建它;那里也存放着财宝。
φασὶ δὲ χωρὶς τῶν ἐν Βαβυλῶνι καὶ τῶν ἐν τῷ στρατοπέδῳ τῶν παρὰ ταῦτα μὴ ληφθέντων αὐτὰ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Περσίδι τέτταρας μυριάδας ταλάντων ἐξετασθῆναι· τινὲς δὲ καὶ πέντε λέγουσιν· ἄλλοι δὲ πάντα πάντοθεν συναχθῆναι παραδεδώκασιν εἰς Ἐκβάτανα ὀκτωκαίδεκα μυριάδας ταλάντων· τὰ δὲ Δαρείῳ φυγόντι ἐκ τῆς Μηδίας συνεκκομισθέντα τάλαντα ὀκτακισχίλια διήρπασαν οἱ δολοφονήσαντες αὐτόν.
人们说,除了在巴比伦和军营中的财宝,以及除此之外 ¦p.1019 未被夺取的财宝外,仅在苏萨和波斯发现的财宝就被估值为四万塔兰特;有人说甚至有五万塔兰特;而另有人传闻,从各处收集并运往埃克巴坦那的总额达十八万塔兰特;至于达留斯从米底逃跑时随身携带的八千塔兰特,则被暗杀他的人劫掠了。
§15.3.10τὴν γοῦν Βαβυλῶνα ὁ Ἀλέξανδρος προέκρινεν ὁρῶν καὶ τῷ μεγέθει πολὺ ὑπερβάλλουσαν καὶ τοῖς ἄλλοις.
无论如何,亚历山大看重巴比伦,因为他看到它在规模和其他方面都远远超过了其他城市。
εὐδαίμων δʼ οὖσα ἡ Σουσὶς ἔκπυρον τὸν ἀέρα ἔχει καυματηρὸν καὶ μάλιστα τὸν περὶ τὴν πόλιν, ὥς φησιν * ἐκεῖνος·
虽然苏西斯很富庶,但其空气灼热,正如那位作家所说,尤其是在城市周围。
τὰς γοῦν σαύρας καὶ τοὺς ὄφεις θέρους ἀκμάζοντος τοῦ ἡλίου κατὰ μεσημβρίαν διαβῆναι μὴ φθάνειν τὰς ὁδοὺς τὰς ἐν τῇ πόλει, ἀλλʼ ἐν μέσαις περιφλέγεσθαι, ὅπερ τῆς Περσίδος μηδαμοῦ συμβαίνειν καίπερ νοτιωτέρας οὔσης·
例如,在盛夏烈日当空的极热正午,蜥蜴和蛇甚至来不及穿过城里的街道,就在路中间被烤死了,这种情况在波斯任何地方都不会发生,尽管波斯位置更靠南。
λουτρὰ δὲ ψυχρὰ προτεθέντα ἐκθερμαίνεσθαι παραχρῆμα, τὰς δὲ κριθὰς διασπαρείσας εἰς τὸν ἥλιον ἅλλεσθαι καθάπερ ἐν τοῖς ἰπνοῖς τὰς κάχρυς·
此外,放在室外的冷水浴水会立即变热,而散落在阳光下的德大麦会像炉子里的烤大麦一样跳跃。
διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις γῆν ἐπιτίθεσθαι, ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μὲν μακροὺς δὲ ποιεῖσθαι τοὺς οἴκους, ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων διὰ τὸ πνῖγος.
因此,人们在屋顶上铺上两腕尺厚的土,但由于其重量,他们被迫将房屋盖得狭长,因为他们缺乏长梁,又因闷热而需要宽敞的房屋。
ἴδιον δέ τι πάσχειν τὴν φοινικίνην δοκόν· στερεὰν γὰρ οὖσαν, παλαιουμένην οὐκ εἰς τὸ κάτω τὴν ἔνδοσιν λαμβάνειν, ἀλλʼ εἰς τὸ ἄνω μέρος κυρτοῦσθαι τῷ βάρει καὶ βέλτιον ἀνέχειν τὴν ὀροφήν.
而椰枣木梁具有一种奇特的性质:它很坚实,陈旧时并不向下弯曲,反而在重量的作用下向上拱起,从而更好地支撑屋顶。
αἴτιον δὲ τῶν καυμάτων λέγεται τὸ ὑπερκεῖσθαι πρὸς ἄρκτον ὄρη ὑψηλὰ τὰ προεκδεχόμενα ἅπαντας τοὺς βορείους ἀνέμους·
据说,造成这种炎热的原因是北面耸立着高山,阻挡了所有的北风。
ὑπερπετεῖς δὴ πνέοντες ἀπὸ τῶν ἀκρωτηρίων μετέωροί τε τῶν πεδίων οὐ προσάπτονται, ἀλλὰ παρελαύνουσιν εἰς τὰ νοτιώτερα τῆς Σουσίδος· αὕτη δὲ νηνεμίαις κατέχεται, καὶ μάλιστα τότε ἡνίκα ἐτησίαι τὴν ἄλλην γῆν καταψύχουσιν ἐκκαομένην ὑπὸ τῶν καυμάτων.
也就是说,北风从山峰上吹过,掠过平原上空而未触及它们,流向了比苏西斯更靠南的地区;而苏西斯则被无风状态支配着,尤其是在 ¦p.1020 季风正冷却着因炎热而干焦的其他土地的时候更是如此。

词汇与语法注释

  1. §15.3.7κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι — κελεύσαντος τοῦ βασιλέως 是属格独立结构。κοσμῆσαι 与 παρελθεῖν 为并列关系,两者均隶属于 φησὶν Ἀριστόβουλος 的“对格通格不定式”结构(其主语对格为阿里斯托布鲁斯本人,因与主句动词 φησίν 的主语相同而被省略)。
  2. §15.3.7διʼ οὗ δῆλον γενέσθαι — 中性属格关系代词 οὗ 指代前文“只有床榻和浴盆损坏、遗体被移动”这一整件事实。关系从句中的动词亦因整段处于间接引语中而变为不定式 γενέσθαι(代替直陈式的 ἐγένετο)。
  3. §15.3.10ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων — 两个对格分词 ἀπορουμένους(匮乏)和 δεομένους(需要)在语法上与前文不定式 ποιεῖσθαι 的隐含主语对格(即建房者或居民)相一致。

引用这一段

斯特拉波, 地理学 §15.3.7-15.3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.7-15.3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。