§15.3.11πολύσιτος δʼ ἄγαν ἐστὶν ὥστε ἑκατοντάχουν διʼ ὁμαλοῦ καὶ κριθὴν καὶ πυρὸν ἐκτρέφειν, ἔστι δʼ ὅτε καὶ διακοσιοντάχουν·
この地方は極めて穀物が豊かであり、平地では大麦も小麦も100倍、時には200倍もの実を結ぶ。
διόπερ οὐδὲ πυκνὰς τὰς αὔλακας τέμνουσι·
それゆえ、人々は畝を密集させて刻むことはしない。
πυκνούμεναι γὰρ κωλύουσιν αἱ ῥίζαι τὴν βλάστην.
根が密集すると芽の成長を妨げるからである。
τὴν δʼ ἄμπελον οὐ φυομένην πρότερον Μακεδόνες κατεφύτευσαν κἀκεῖ καὶ ἐν Βαβυλῶνι, οὐ ταφρεύοντες ἀλλὰ παττάλους κατασεσιδηρωμένους ἐξ ἄκρων πήττοντες, εἶτʼ ἐξαιροῦντες, ἀντὶ δʼ αὐτῶν τὰ κλήματα καθιέντες εὐθέως.
また、以前は育っていなかった葡萄を、マケドニア人たちがこの地とバビロンの両方に植えた。 彼らは溝を掘るのではなく、先端を鉄で補強した杭を打ち込み、それを引き抜いて、その代わりにすぐさま葡萄の枝を挿し込んだ。
ἡ μὲν δὴ μεσόγαια τοιαύτη·
内陸部はこのようなものである。
ἡ δὲ παραλία τεναγώδης ἐστὶ καὶ ἀλίμενος·
しかし、沿岸部は浅瀬が多く、港がない。
διὰ τοῦτο γοῦν καὶ φησὶν ὁ Νέαρχος μηδὲ καθοδηγῶν ἐπιχωρίων τυγχάνειν ἡνίκα τῷ στόλῳ παρέπλει πρὸς τὴν Βαβυλωνίαν ἐκ τῆς Ἰνδικῆς, ὅτι προσόρμους οὐκ εἶχεν, οὐδʼ ἀνθρώπων εὐπορεῖν οἷός τʼ ἦν τῶν ἡγησομένων κατʼ ἐμπειρίαν.
まさにこのために、ネアルコスは、インドからバビロニアへ艦隊を率いて航海していたとき、地元の案内人を得ることもできなかったと言っている。 なぜなら港がなく、経験に基づいて案内してくれる人々を確保することもできなかったからである。
§15.3.12γειτνιᾷ δὲ τῇ Σουσίδι τῆς Βαβυλωνίας ἡ Σιτακηνὴ μὲν πρότερον Ἀπολλωνιᾶτις δὲ ὕστερον προσαγορευθεῖσα.
スシス地方には、バビロニアのうち、以前はシタケネと呼ばれ、のちにはアポロニアティスと名付けられた地方が隣接している。
ἀπὸ τῶν ἄρκτων δʼ ὑπέρκεινται ἀμφοῖν πρὸς ἕω Ἐλυμαῖοί τε καὶ Παραιτακηνοί, λῃστρικοὶ ἄνδρες καὶ ὀρεινῇ τραχείᾳ πεποιθότες·
北側から、この両地方の上、東の方にかけて、エリマイオス人とパライタケノイ人が位置している。 彼らは強盗行為を働く人々であり、険しい山岳地帯を頼みとしている。
μᾶλλον δʼ οἱ Παραιτακηνοὶ τοῖς Ἀπολλωνιάταις ἐπίκεινται, ὥστε καὶ χεῖρον ἐκείνους διατιθέασιν.
むしろパライタケノイ人の方がアポロニアティス人に隣接しており、そのため彼らをよりひどい目に遭わせている。
οἱ δὲ Ἐλυμαῖοι κἀκείνοις καὶ τοῖς Σουσίοις, τούτοις δὲ καὶ οἱ Οὔξιοι προσπολεμοῦσιν·
エリマイオス人はアポロニアティス人およびスシス人の両方と戦っており、スシス人に対してはウクシオス人もまた交戦している。
ἧττον δὲ νῦν, ὡς εἰκός, διὰ τὴν τῶν Παρθυαίων ἰσχύν, ὑφʼ οἷς εἰσιν ἅπαντες οἱ ταύτῃ.
しかし現在は、当然のことながら、パルティア人の勢力のために戦闘は衰えている。 この地域のすべての者が彼らの支配下にあるからである。
εὖ μὲν οὖν πραττόντων ἐκείνων, εὖ πράττουσιν ἅπαντες καὶ οἱ ὑπήκοοι αὐτῶν·
それゆえ、彼らが安定しているときは、その被支配者たちもみな安定している。
στασιαζόντων δέ, ὅπερ συμβαίνει πολλάκις, καὶ δὴ καὶ ἐφʼ ἡμῶν, ἄλλοτʼ ἄλλως συμβαίνει καὶ οὐ τὰ αὐτὰ πᾶσι·
しかし、彼らが内紛を起こしているとき(これはしばしば起こることであり、実に私たちの時代にもそうであるが)、状況は時々刻々、人によって異なり、すべての人に同じことが起こるわけではない。
τοῖς μὲν γὰρ συνήνεγκεν ἡ ταραχή, τοῖς δὲ παρὰ γνώμην ἀπήντησεν.
ある者たちにはその混乱が有利に働き、他の者たちには予期せぬ不都合となって現れたからである。
ἡ μὲν δὴ χώρα ἥ τε Περσὶς καὶ ἡ Σουσιανὴ τοιαύτη.
ともかく、ペルシスとスシアナの地方はこのようなものである。
§15.3.13τὰ ἔθη τὰ Περσικὰ καὶ τούτοις καὶ Μήδοις τὰ αὐτὰ καὶ ἄλλοις πλείοσι, περὶ ὧν εἰρήκασι μὲν πλείους, τὰ δὲ καίρια καὶ ἡμῖν λεκτέον.
ペルシア人の習慣は、彼らやメディア人、またその他多くの人々と同じである。 これらについては多くの者が述べているが、主要な点を私たちも語らねばならない。
Πέρσαι τοίνυν ἀγάλματα μὲν καὶ βωμοὺς οὐχ ἱδρύονται, θύουσι δʼ ἐν ὑψηλῷ τόπῳ τὸν οὐρανὸν ἡγούμενοι Δία·
すなわち、ペルシア人は神像や祭壇を建てず、高い場所で、天をゼウスとみなして犠牲を捧げる。
τιμῶσι δὲ καὶ ἥλιον, ὃν καλοῦσι Μίθρην, καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ·
彼らはまた太陽を崇拝し、これをミトレスと呼び、月、アプロディテ、火、地、風、水を崇拝する。
θύουσι δʼ ἐν καθαρῷ τόπῳ κατευξάμενοι παραστησάμενοι τὸ ἱερεῖον ἐστεμμένον·
彼らは清浄な場所で、花冠を飾った犠牲の獣を傍らに立たせ、祈りを捧げて犠牲を行う。
μελίσαντος δὲ τοῦ Μάγου τὰ κρέα τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν ἀπίασι διελόμενοι, τοῖς θεοῖς οὐδὲν ἀπονείμαντες μέρος·
そして、儀式を主導するマゴス僧が肉を切り分けたあと、彼らはそれを分け合って立ち去るが、神々にはいかなる部分も割り当てない。
τῆς γὰρ ψυχῆς φασι τοῦ ἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός·
なぜなら彼らは、神は犠牲の獣の魂を求めているのであり、他のものは何も求めていないと言うからである。
ὅμως δὲ τοῦ ἐπίπλου τι μικρὸν τιθέασιν, ὡς λέγουσί τινες, ἐπὶ τὸ πῦρ.
しかし、ある人々が言うには、大網のわずかな部分を火の上に載せるという。
§15.3.14διαφερόντως δὲ τῷ πυρὶ καὶ τῷ ὕδατι θύουσι, τῷ μὲν πυρί, προστιθέντες ξηρὰ ξύλα τοῦ λέπους χωρὶς πιμελὴν ἐπιτιθέντες ἄνωθεν·
彼らは火と水に対しては、格別のやり方で犠牲を捧げる。 火に対しては、樹皮の剥がれた乾いた薪をくべ、その上に脂肪を載せる。
εἶθʼ ὑφάπτουσιν ἔλαιον καταχέοντες, οὐ φυσῶντες ἀλλὰ ῥιπίζοντες·
そして油を注ぎかけて下から火をつけ、息を吹きかけるのではなく、扇いで火を起こす。
τοὺς δὲ φυσήσαντας ἢ νεκρὸν ἐπὶ πῦρ θέντας ἢ βόλβιτον θανατοῦσι·
息を吹きかけたり、死体や糞を火に載せたりした者は死刑に処す。
τῷ δʼ ὕδατι, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος αἱμαχθείη, ὡς μιανοῦντες·
水に対しては、湖や川や泉に行き、穴を掘ってその中で犠牲の獣を屠り、近くの水が血で汚れないよう注意を払う。 水を汚してしまうからである。
εἶτʼ ἐπὶ μυρρίνην ἢ δάφνην διαθέντες τὰ κρέα ῥάβδοις λεπτοῖς * ἐφάπτονται οἱ Μάγοι καὶ ἐπᾴδουσιν, ἀποσπένδοντες ἔλαιον ὁμοῦ γάλακτι καὶ μέλιτι κεκραμένον οὐκ εἰς πῦρ οὐδʼ ὕδωρ, ἀλλʼ εἰς τοὔδαφος·
そして、ミルトスや月桂樹の枝の上に肉を並べたあと、マゴス僧たちが細い棒でそれに触れて呪文を唱え、油に牛乳と蜂蜜を混ぜたものを、火でも水でもなく地の上に注ぎかける。
τὰς δʼ ἐπῳδὰς ποιοῦνται πολὺν χρόνον ῥάβδων μυρικίνων λεπτῶν δέσμην κατέχοντες.
彼らはギョリュウの細い枝の束を手に持ちながら、長い時間呪文を唱える。