Humanitext Reader

斯特拉波 · 地理学 §15.3.4-15.3.6

苏西斯的水系与波斯波利斯的焚毁

第 503 段,共 577 段 · 希腊语

内容简介

详细介绍了苏西斯和波斯周边的水系(如科阿斯佩斯河和帕西提格里斯河)与地形,以及尼阿库斯等人的地理测算,并叙述了亚历山大大帝强攻隘口进入波斯波利斯并烧毁其王宫的历史过程。

§15.3.4τὰ μὲν οὖν Σοῦσα ἐν μεσογαίοις κεῖται ἐπὶ τῷ Χοάσπῃ ποταμῷ περαιτέρω κατὰ τὸ ζεῦγμα, ἡ δὲ χώρα μέχρι τῆς θαλάττης καθήκει· καὶ ἔστιν αὐτῆς ἡ παραλία μέχρι τῶν ἐκβολῶν σχεδόν τι τοῦ Τίγριος ἀπὸ τῶν ὅρων τῆς Περσικῆς παραλίας σταδίων ὡς τρισχιλίων.
苏萨坐落在内陆的科阿斯佩斯河畔,在架桥更远处的对岸,而该地区一直延伸到海边;从波斯沿岸的边界到提格里斯河口附近,其海岸线大约有三千斯塔德。
ῥεῖ δὲ διὰ τῆς χώρας ὁ Χοάσπης εἰς τὴν αὐτὴν τελευτῶν παραλίαν, ἀπὸ τῶν Οὐξίων τὰς ἀρχὰς ἔχων.
科阿斯佩斯河流经该地区,最终注入同一海岸,其源头源自乌克西奥伊人的领地。
παρεμπίπτει γάρ τις ὀρεινὴ τραχεῖα καὶ ἀπότομος μεταξὺ τῶν Σουσίων καὶ τῆς Περσίδος, στενὰ ἔχουσα δυσπάροδα καὶ ἀνθρώπους λῃστάς, οἳ μισθοὺς ἐπράττοντο καὶ αὐτοὺς τοὺς βασιλέας κατὰ τὴν ἐκ Σούσων εἰς Πέρσας εἰσβολήν.
因为在苏萨人的领地与波斯之间夹着一片险峻陡峭的山地,拥有难以通过的隘口和强盗般的人民,他们在国王们从苏萨进入波斯时,甚至向王们本人勒索通行税。
φησὶ δὲ Πολύκλειτος εἰς λίμνην τινὰ συμβάλλειν τόν τε Χοάσπην καὶ τὸν Εὔλαιον καὶ ἔτι τὸν Τίγριν, εἶτʼ ἐκεῖθεν εἰς τὴν θάλατταν ἐκδιδόναι· πρὸς δὲ τῇ λίμνῃ καὶ ἐμπόριον εἶναι, τῶν ποταμῶν μὲν οὐ δεχομένων τὰ ἐκ τῆς θαλάττης, οὐδὲ καταπεμπόντων διὰ τοὺς καταράκτας ἐπίτηδες γενομένους, πεζῇ δʼ ἐμπορευομένων· ὀκτακοσίους γὰρ εἶναι σταδίους εἰς Σοῦσα * λέγουσιν ἄλλοι· ἄλλοι δέ φασι τοὺς διὰ Σούσων ποταμοὺς εἰς ἓν ῥεῦμα τὸ τοῦ Τίγριος συμπίπτειν κατὰ τὰς μεταξὺ διώρυγας τοῦ Εὐφράτου· διὰ δὲ τοῦτο κατὰ τὰς ἐκβολὰς ὀνομάζεσθαι Πασίτιγριν.
但波留克列特斯声称,科阿斯佩斯河、埃乌莱乌斯河以及提格里斯河汇入某一个湖泊,然后从那里排入大海;并说在该湖旁还有一个贸易港,因为河流不接纳来自海洋的货物,也不因故意建造的堰坝而将其向下运送,人们便通过陆路进行贸易;因为其他人说,到苏萨的距离是八百斯塔德;但另有人说,流经苏萨的河流通过介于其间的幼发拉底河运河汇入提格里斯河的单一河流;由于这个原因,在河口处被称为帕西提格里斯河。
§15.3.5νέαρχος δὲ τὸν παράπλουν τῆς Σουσίδος τεναγώδη φήσας πέρας αὐτοῦ λέγει τὸν Εὐφράτην ποταμόν· πρὸς δὲ τῷ στόματι κώμην οἰκεῖσθαι τὴν ὑποδεχομένην τὰ ἐκ τῆς Ἀραβίας φορτία· συνάπτειν γὰρ ἐφεξῆς τὴν τῶν Ἀράβων παραλίαν τῷ στόματι τοῦ Εὐφράτου καὶ τοῦ Πασιτίγριος, τὸ δὲ μεταξὺ πᾶν ἐπέχειν λίμνην τὴν ὑποδεχομένην τὸν Τίγριν.
而尼阿库斯说,苏西斯的沿岸航线多沙洲,并说其终点是幼发拉底河;并说在其河口处坐落着一个接收来自阿拉伯货物的村庄;因为他说,阿拉伯人的海岸接续与幼发拉底河及帕西提格里斯河的河口相接,而其中间的全部空间被一个接纳提格里斯河的湖泊所占据。
ἀναπλεύσαντι δὲ τῷ Πασιτίγρει σταδίους πεντήκοντα καὶ ἑκατὸν τὴν σχεδίαν εἶναι τὴν ἄγουσαν ἐπὶ Σούσων ἐκ τῆς Περσίδος, ἀπέχουσαν Σούσων σταδίους * ἑξήκοντα· τὸν δὲ Πασίτιγριν ἀπὸ τοῦ Ὀροάτιδος διέχειν περὶ δισχιλίους σταδίους· διὰ δὲ τῆς λίμνης ἐπὶ τὸ στόμα τοῦ Τίγριος τὸν ἀνάπλουν εἶναι σταδίων ἑξακοσίων· πλησίον δὲ τοῦ στόματος κώμην οἰκεῖσθαι * τὴν Σουσιανὴν διέχουσαν τῶν Σούσων σταδίους πεντακοσίους· ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτου καὶ μέχρι Βαβυλῶνος τὸν ἀνάπλουν εἶναι διὰ γῆς οἰκουμένης καλῶς σταδίων πλειόνων ἢ τρισχιλίων.
沿着帕西提格里斯河向上航行一百五十斯塔德,有一座从波斯通往苏萨的舟桥,距离苏萨六十斯塔德;而帕西提格里斯河距离奥罗阿蒂斯河约二千斯塔德;通过湖泊到提格里斯河口的航程为六百斯塔德;在其河口附近坐落着一个苏萨人的村庄,距离苏萨五百斯塔德;从幼发拉底河口一直到巴比伦,向上航行要经过人口稠密且繁荣的土地,路程超过三千斯塔德。
Ὀνησίκριτος δὲ πάντας φησὶν ἐκβάλλειν εἰς τὴν λίμνην τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐκπεσόντα δὲ πάλιν τὸν Εὐφράτην ἐκ τῆς λίμνης ἰδίῳ στόματι πρὸς τὴν θάλατταν συνάπτειν.
而奥内西克里图斯则说,幼发拉底河和提格里斯河全部排入湖中,但幼发拉底河再次从湖中流出,以其自己的河口与大海相接。
§15.3.6ἔστι δὲ καὶ ἄλλα πλείω στενὰ διεκβάλλοντι τὰ ἐν τοῖς Οὐξίοις κατʼ αὐτὴν τὴν Περσίδα, ἃ καὶ αὐτὰ βίᾳ διῆλθεν Ἀλέξανδρος, κατά τε τὰς Περσικὰς πύλας καὶ κατʼ ἄλλους τόπους διεξιὼν τὴν χώραν, καὶ κατοπτεῦσαι σπεύδων τὰ κυριώτατα μέρη καὶ τὰ γαζοφυλάκια, ἃ τοσούτοις χρόνοις ἐξεπεπλήρωτο, οἷς ἐδασμολόγησαν Πέρσαι τὴν Ἀσίαν·
对于穿过乌克西奥伊人领地内的隘口进入波斯本土的人来说,还有其他许多狭路,这些狭路也是亚历山大凭武力通过的,他通过波斯门以及其他地方穿过该地区,并急于侦察最重要的部分和宝藏库,这些宝藏库是在波斯人向亚洲征税的如此漫长的时间里被填满的。
ποταμοὺς δὲ διέβη πλείους τοὺς διαρρέοντας τὴν χώραν καὶ καταφερομένους εἰς τὸν Περσικὸν κόλπον.
他渡过了多条流经该地区并注入波斯湾的河流。
μετὰ γὰρ τὸν Χοάσπην ὁ Κοπράτας ἐστὶ καὶ ὁ Πασίτιγρις, ὃς ἐκ τῆς Οὐξίας καὶ αὐτὸς ῥεῖ·
因为在科阿斯佩斯河之后是科普拉塔斯河和帕西提格里斯河,后者同样源于乌克西亚。
ἔστι δὲ καὶ Κῦρος ποταμὸς διὰ τῆς κοίλης καλουμένης Περσίδος ῥέων περὶ Πασαργάδας, οὗ μετέλαβε τὸ ὄνομα βασιλεὺς ἀντὶ Ἀγραδάτου μετονομασθεὶς Κῦρος.
还有居鲁士河,流经巴萨尔加德周边被称为“中凹的波斯”的地方,国王因改名为居鲁士以替代阿格拉达托斯而采用了这条河的名字。
πρὸς αὐτῇ δὲ τῇ Περσεπόλει τὸν Ἀράξην διέβη·
在波斯波利斯附近,他渡过了阿拉克塞斯河。
ἦν δὲ ἡ Περσέπολις μετὰ Σοῦσα κάλλιστα κατεσκευασμένη μεγίστη πόλις, ἔχουσα βασίλεια ἐκπρεπῆ, καὶ μάλιστα τῇ πολυτελείᾳ τῶν κειμένων.
波斯波利斯是仅次于苏萨的建设得最美丽的巨大城市,拥有极为壮丽的王宫,尤其以其内藏财宝的奢华而著称。
ῥεῖ δʼ ὁ Ἀράξης ἐκ τῶν Παραιτακῶν· συμβάλλει δʼ εἰς αὐτὸν ὁ Μῆδος ἐκ Μηδίας ὁρμηθείς.
阿拉克塞斯河流自帕莱塔卡伊地区;源于米底的梅多斯河汇入其中。
φέρονται δὲ διʼ αὐλῶνος παμφόρου συνάπτοντος τῇ Καρμανίᾳ καὶ τοῖς ἑωθινοῖς μέρεσι τῆς χώρας, καθάπερ καὶ αὐτὴ ἡ Περσέπολις.
这些河流经一个与卡尔马尼亚及该国东部地区相接的丰饶山谷,正如波斯波利斯本身一样。
ἐνέπρησε δὲ ὁ Ἀλέξανδρος τὰ ἐν Περσεπόλει βασίλεια τιμωρῶν τοῖς Ἕλλησιν, ὅτι κἀκείνων ἱερὰ καὶ πόλεις οἱ Πέρσαι πυρὶ καὶ σιδήρῳ διεπόρθησαν.
亚历山大烧毁了波斯波利斯的王宫,以为希腊人报仇,因为波斯人曾用烈火与利剑彻底摧毁了希腊人的神庙和城市。

词汇与语法注释

  1. 15.3.4περαιτέρω κατὰ τὸ ζεῦγμα — 意为“在架桥更远处的对岸”或“过了桥更远的地方”。ζεύγμα 指在河上架起的舟桥或渡口,此处用来表示苏萨相对于科阿斯佩斯河渡口的位置关系。
  2. 15.3.4τῶν ποταμῶν μὲν οὐ δεχομένων τὰ ἐκ τῆς θαλάττης, οὐδὲ καταπεμπόντων — 具有因果意义的分词结构。解释由于河流无法接纳来自海洋的货物,也因人工建造的堰坝(καταράκται)而无法向下(或向上)运送,因此人们必须通过陆路(πεζῇ)进行贸易。
  3. 15.3.5ἀναπλεύσαντι δὲ τῷ Πασιτίγρει — 与格分词 ἀναπλεύσαντι 作为表示关联的与格(dative of reference),意思是“对于向上航行的人来说”。
  4. 15.3.6ἃ τοσούτοις χρόνοις ἐξεπεπλήρωτο, οἷς ἐδασμολόγησαν Πέρσαι τὴν Ἀσίαν — 关系代名词 οἷς 受其与格先行词 τοσούτοις χρόνοις 的格吸引(格吸引现象)而变为与格,此处原本通常应使用表示时间持续的宾格。
  5. 15.3.6τιμωρῶν τοῖς Ἕλλησιν — 与格 τοῖς Ἕλλησιν 是动词 τιμωρέω(意为“为某人报仇、复仇”)的间接宾语,此处起到利益与格(dative of advantage)的作用,即“为了希腊人的利益”。

引用这一段

斯特拉波, 地理学 §15.3.4-15.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.4-15.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。