§15.3.1μετὰ δὲ Καρμανίαν ἡ Περσὶς ἔστι, πολλὴ μὲν ἐν τῇ παραλίᾳ τοῦ ἀπʼ αὐτῆς ὀνομαζομένου κόλπου, πολὺ δὲ μείζων ἐν τῇ μεσογαίᾳ, καὶ μάλιστα ἐπὶ μῆκος τὸ ἀπὸ τοῦ νότου καὶ τῆς Καρμανίας ἐπὶ τὰς ἄρκτους καὶ τὰ περὶ Μηδίαν ἔθνη.
カルマニアの次にはペルシスがあり、自らの名にちなんで呼ばれる湾の沿岸において広く、内陸においてははるかに広く、とりわけ南およびカルマニアから北およびメディア周辺の諸部族に至る長さにおいて最大である。
τριττὴ δʼ ἐστὶ καὶ τῇ φύσει καὶ τῇ τῶν ἀέρων κράσει.
それは自然の性質においても、気候においても三つの地域に分かれている。
ἡ μὲν γὰρ παραλία καυματηρά τε καὶ ἀμμώδης καὶ σπανιστὴ καρποῖς ἐστι πλὴν φοινίκων, ὅσον ἐν τετρακισχιλίοις καὶ τετρακοσίοις ἢ τριακοσίοις ἐξεταζομένη σταδίοις, καταστρέφουσα εἰς ποταμὸν μέγιστον τῶν ταύτῃ καλούμενον Ὀρόατιν·
というのも、沿岸部は、熱くて砂が多く、ナツメヤシを除けば農作物が乏しく、その範囲はおよそ四千四百ないし四千三百スタディオンにわたって測定され、この地で最大と呼ばれるオロアティスという川に終わっているからである。
ἡ δʼ ὑπὲρ ταύτης ἐστὶ πάμφορος καὶ πεδινὴ καὶ θρεμμάτων ἀρίστη τροφός, ποταμοῖς τε καὶ λίμναις πληθύει.
その上の地域は、あらゆる作物が実り、平坦で、家畜の最良の飼育地であり、川や湖に富んでいる。
τρίτη δʼ ἐστὶν ἡ πρὸς βορρᾶν χειμέριος καὶ ὀρεινή·
第三の地域は北に位置し、寒冷で山がちである。
πρὸς δὲ ταῖς ἐσχατιαῖς εἰσιν οἱ καμηλοβοσκοί.
その辺境の近くには、ラクダ飼いたちがいる。
μῆκος μὲν οὖν ἐστι κατʼ Ἐρατοσθένη τὸ ἐπὶ τὰς ἄρκτους καὶ * τὰς Κασπίους πύλας περὶ ὀκτακισχιλίων κατά τινας προπιπτούσας ἄκρας.
さて、エラトステネスによれば、北およびカスピ海門に至る長さは、いくつかの突き出た岬に沿うと約八千スタディオンである。
λοιπὴ δʼ ἐστὶν ἐπὶ Κασπίους πύλας οὐ πλεῖον ἢ τῶν τρισχιλίων.
しかし、カスピ海門までの残りの部分は、三千スタディオンを超えない。
πλάτος δὲ τὸ ἐν τῇ μεσογαίᾳ τὸ ἀπὸ Σούσων εἰς Περσέπολιν στάδιοι τετρακισχίλιοι διακόσιοι, κἀντεῦθεν ἐπὶ τοὺς τῆς Καρμανίας ὅρους ἄλλοι χίλιοι ἑξακόσιοι.
内陸部における幅は、スサからペルセポリスまでが四千二百スタディオン、そこからカルマニアの国境まではさらに千六百スタディオンである。
φῦλα δὲ οἰκεῖ τὴν χώραν οἵ τε Πατεισχορεῖς λεγόμενοι καὶ οἱ Ἀχαιμενίδαι καὶ Μάγοι·
この地方に住む部族は、パテイスコレイスと呼ばれる者たち、アカイメネス家、そしてマゴス僧である。
οὗτοι μὲν οὖν σεμνοῦ τινός εἰσι βίου ζηλωταί, Κύρτιοι δὲ καὶ Μάρδοι λῃστρικοί, ἄλλοι δὲ γεωργικοί.
さて、これらの日々は厳かな生き方を熱心に追求する者たちであるが、キュルティオイやマルドイは略奪的であり、他の人々は農耕に従事している。
§15.3.2σχεδὸν δέ τι καὶ ἡ Σουσὶς μέρος γεγένηται τῆς Περσίδος μεταξὺ αὐτῆς κειμένη καὶ τῆς Βαβυλωνίας, ἔχουσα πόλιν ἀξιολογωτάτην τὰ Σοῦσα.
スシスもまた、ペルシスとバビロニアの間に位置し、最も極めて重要な都市スサを擁しており、ほとんどペルシスの一部となっている。
οἱ γὰρ Πέρσαι κρατήσαντες Μήδων καὶ ὁ Κῦρος, ὁρῶντες τὴν μὲν οἰκείαν γῆν ἐπʼ ἐσχάτοις που ταττομένην, τὴν δὲ Σουσίδα ἐνδοτέρω καὶ πλησιαιτέραν τῇ Βαβυλωνίᾳ καὶ τοῖς ἄλλοις ἔθνεσιν, ἐνταῦθα ἔθεντο τὸ τῆς ἡγεμονίας βασίλειον·
なぜなら、ペルシア人とキュロスがメディア人を征服したとき、彼らは自らの本来の土地が辺境の地にあるのに対し、スシスはより内陸にあり、バビロニアや他の諸民族により近いことを見て、そこに支配権の王宮を定めたからである。
ἅμα καὶ τὸ ὅμορον τῆς χώρας ἀποδεξάμενοι καὶ τὸ ἀξίωμα τῆς πόλεως καὶ * κρεῖττον τὸ μηδέποτε καθʼ ἑαυτὴν τὴν Σουσίδα πραγμάτων μεγάλων ἐπήβολον γεγονέναι, ἀλλʼ ἀεὶ ὑφʼ ἑτέροις ὑπάρξαι καὶ ἐν μέρει τετάχθαι συστήματος μείζονος, πλὴν εἰ ἄρα τὸ παλαιὸν τὸ κατὰ τοὺς ἥρωας.
同時に、彼らはその土地の隣接性を歓迎し、都市の威信を重んじ、さらに、スシス自体が自立して大きな大業を成し遂げたことが一度もなく、常に他者に従属し、より大きな組織の一部として位置づけられてきたという、より好都合な事情も受け入れたからである(ただし、おそらく英雄たちの時代という古代は例外であったかもしれないが)。
λέγεται γὰρ δὴ κτίσμα Τιθωνοῦ τοῦ Μέμνονος πατρός, κύκλον ἔχουσα ἑκατὸν καὶ εἴκοσι σταδίων, παραμήκης τῷ σχήματι·
実際、この都市はメムノンの父ティトノスの創建であると言われており、周囲は百二十スタディオンで、長方形の形をしている。
ἡ δʼ ἀκρόπολις ἐκαλεῖτο Μεμνόνιον·
アクロポリスはメムノニオンと呼ばれていた。
λέγονται δὲ καὶ Κίσσιοι οἱ Σούσιοι· φησὶ δὲ καὶ Αἰσχύλος τὴν μητέρα Μέμνονος Κισσίαν.
また、スサの人々はキッシオイとも呼ばれ、アイスキュロスもメムノンの母をキッシアと呼んでいる。
ταφῆναι δὲ λέγεται Μέμνων περὶ Πάλτον τῆς Συρίας παρὰ Βαδᾶν ποταμόν, ὡς εἴρηκε Σιμωνίδης ἐν Μέμνονι διθυράμβῳ τῶν Δηλιακῶν.
また、メムノンは、シモニデスがデロス島詩篇のディテュランボス『メムノン』の中で述べているように、シリアのパルトス付近のバダス川のほとりに埋葬されたと言われている。
τὸ δὲ τεῖχος ᾠκοδόμητο τῆς πόλεως καὶ ἱερὰ καὶ βασίλεια παραπλησίως ὥσπερ τὰ τῶν Βαβυλωνίων ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, καθάπερ εἰρήκασί τινες·
都市の城壁、神殿、王宮は、一部の人々が述べているように、バビロニア人のそれとほぼ同様に、焼レンガとアスファルトで築かれていた。
Πολύκλειτος δὲ διακοσίων φησὶ τὸν κύκλον καὶ ἀτείχιστον.
しかしポリュクレイトスは、その周囲は二百スタディオンで、城壁はなかったと言っている。
§15.3.3κοσμήσαντες δὲ τὰ ἐν Σούσοις βασίλεια μάλιστα τῶν ἄλλων οὐδὲν ἧττον καὶ τὰ ἐν Περσεπόλει καὶ τὰ ἐν Πασαργάδαις ἐξετίμησαν·
彼らはスサの王宮を他のどの場所よりも美しく飾ったが、それと同様にペルセポリスやパサルガダイの王宮をも重んじた。
καὶ ἥ γε γάζα καὶ οἱ θησαυροὶ καὶ τὰ μνήματα ἐνταῦθα ἦν τοῖς Πέρσαις, ὡς ἐν τόποις ἐρυμνοτέροις καὶ ἅμα προγονικοῖς.
そして、財宝や宝物庫、墓所は、より守りが堅く、同時に先祖伝来の地であるとして、ペルシア人にとってこれらの場所にあった。
ἦν δὲ καὶ ἄλλα βασίλεια τὰ ἐν Γάβαις ἐν τοῖς ἀνωτέρω που μέρεσι τῆς Περσίδος καὶ τὰ ἐν τῇ παραλίᾳ τὰ κατὰ τὴν Ταόκην λεγομένην·
また、ペルシスのより上方の地域にあるガバイの王宮や、タオケと呼ばれる沿岸部にある王宮など、他の王宮もあった。
ταῦτα μὲν τὰ κατὰ τὴν τῶν Περσῶν ἀρχήν, οἱ δʼ ὕστερον ἄλλοις καὶ ἄλλοις ἐχρήσαντο, ὡς εἰκός, εὐτελεστέροις τισίν, ἅτε καὶ τῆς Περσίδος ἠλαττωμένης ὑπό τε τῶν Μακεδόνων καὶ ἔτι μᾶλλον ὑπὸ τῶν Παρθυαίων.
これらはペルシア人の帝国の時代のものであったが、後世の支配者たちは、当然のことながら、マケドニア人によって、さらにそれ以上にパルティア人によってペルシスの勢力が縮小されたため、他のより質素な王宮を用いた。
καὶ γὰρ εἰ βασιλεύονται μέχρι νῦν ἴδιον βασιλέα ἔχοντες οἱ Πέρσαι, τῇ γε δυνάμει πλεῖστον ἀπολείπονται καὶ τῷ Παρθυαίων προσέχουσι βασιλεῖ.
というのも、ペルシア人は現在に至るまで独自の王を擁して治められているとはいえ、その力においてはきわめて劣っており、パルティアの王に従っているからである。