§15.3.15ἐν δὲ τῇ Καππαδοκίᾳ (πολὺ γὰρ ἐκεῖ τὸ τῶν Μάγων φῦλον, οἳ καὶ πύραιθοι καλοῦνται·
カッパドキアでは(そこにはマゴス僧の族が多く、彼らは「火を灯す者(ピュライトイ)」とも呼ばれている。
πολλὰ δὲ καὶ τῶν Περσικῶν θεῶν ἱερά), οὐδὲ μαχαίρᾳ θύουσιν, ἀλλὰ κορμῷ τινι ὡς ἂν ὑπέρῳ τύπτοντες.
またペルシアの神々の神殿も多く存在する)、彼らは剣で犠牲を捧げることさえせず、丸太のようなもので、あたかも乳棒で打つようにして屠る。
ἔστι δὲ καὶ πυραιθεῖα, σηκοί τινες ἀξιόλογοι·
また「火の神殿(ピュライテイア)」と呼ばれる、注目に値するいくつかの聖域もある。
ἐν δὲ τούτοις μέσοις βωμός, ἐν ᾧ πολλή τε σποδός, καὶ πῦρ ἄσβεστον φυλάττουσιν οἱ Μάγοι·
これらの中央には祭壇があり、そこには多くの灰があり、マゴス僧たちが絶やさぬ火を守っている。
καὶ καθʼ ἡμέραν δὲ εἰσιόντες, ἐπᾴδουσιν ὥραν σχεδόν τι πρὸ τοῦ πυρὸς τὴν δέσμην τῶν ῥάβδων ἔχοντες, τιάρας περικείμενοι πιλωτὰς καθεικυίας ἑκατέρωθεν μέχρι τοῦ καλύπτειν τὰ χείλη τὰς παραγναθίδας.
毎日彼らはそこに入り、火の前で1時間ほど、木の枝の束を手に持ちながら呪文を唱える。 その際、彼らはフェルト製のティアラをかぶっているが、それは両側から頬当てが垂れ下がって唇を覆うほどである。
ταὐτὰ δʼ ἐν τοῖς τῆς Ἀναΐτιδος καὶ τοῦ Ὠμάνου ἱεροῖς νενόμισται·
これと同じことが、アナイティスとオマノスの神殿でも慣習となっている。
τούτων δὲ καὶ σηκοί εἰσι, καὶ ξόανον τοῦ Ὠμάνου πομπεύει.
これらの神殿もあり、オマノスの木像が練り歩く。
ταῦτα μὲν οὖν ἡμεῖς ἑωράκαμεν, ἐκεῖνα δʼ ἐν ταῖς ἱστορίαις λέγεται καὶ τὰ ἐφεξῆς.
これらは私たち自身が目にしたことであるが、それ以外のことは歴史書や、それに続く記述に語られている。
§15.3.16εἰς γὰρ ποταμὸν οὔτʼ οὐροῦσιν οὔτε νίπτονται Πέρσαι, οὐδὲ λούονται, οὐδὲ νεκρὸν ἐμβάλλουσιν οὐδʼ ἄλλα τῶν δοκούντων εἶναι μυσαρῶν·
というのも、ペルシア人は川の中に放尿せず、手や顔を洗わず、入浴もせず、死体を投げ込むことも、その他汚れているとみなされるものを投げ込むこともしない。
ὅτῳ δʼ ἂν θύσωσι θεῷ, πρώτῳ τῷ πυρὶ εὔχονται.
また、彼らがどの神に犠牲を捧げるにしても、最初に火に対して祈る。
§15.3.17βασιλεύονται δʼ ὑπὸ τῶν ἀπὸ γένους·
王は(王の)家系から立てられる。
ὁ δʼ ἀπειθῶν ἀποτμηθεὶς κεφαλὴν καὶ βραχίονα ῥίπτεται.
従わない者は頭と片腕を切り落とされて投げ捨てられる。
γαμοῦσι δὲ πολλὰς καὶ ἅμα παλλακὰς τρέφουσι πλείους πολυτεκνίας χάριν.
彼らは多くの妻を娶り、同時に多くの子孫を得るために、さらに多くの側室を養う。
τιθέασι δὲ καὶ οἱ βασιλεῖς ἆθλα πολυτεκνίας κατʼ ἔτος·
王たちも毎年、多子のための賞を設定している。
τὰ δὲ τρεφόμενα μέχρι ἐτῶν τεττάρων οὐκ ἄγεται τοῖς γονεῦσιν εἰς ὄψιν.
育てられる子供は4歳になるまで親の前に連れてこられない(姿を見せない)。
οἱ δὲ γάμοι κατὰ τὰς ἀρχὰς τῆς ἐαρινῆς ἰσημερίας ἐπιτελοῦνται παρέρχεται δʼ ἐπὶ τὸν θάλαμον προφαγὼν μῆλον ἢ καμήλου μυελόν, ἄλλο δʼ οὐδὲν τὴν ἡμέραν ἐκείνην.
結婚は春分の日の始まりに行われる。 花婿は、婚礼の部屋に入る前に、リンゴかラクダの骨髄をあらかじめ食べ、その日はそれ以外には何も食べない。
§15.3.18Ἀπὸ δὲ πέντε ἐτῶν ἕως τετάρτου καὶ εἰκοστοῦ παιδεύονται τοξεύειν καὶ ἀκοντίζειν καὶ ἱππάζεσθαι καὶ ἀληθεύειν, διδασκάλοις τε λόγων τοῖς σωφρονεστάτοις χρῶνται, οἳ καὶ τὸ μυθῶδες πρὸς τὸ συμφέρον ἀνάγοντες παραπλέκουσι, καὶ μέλους χωρὶς καὶ μετʼ ᾠδῆς ἔργα θεῶν τε καὶ ἀνδρῶν τῶν ἀρίστων ἀναδιδόντες.
5歳から24歳まで、彼らは弓を射ること、槍を投げること、乗馬すること、そして真実を語ることを教育される。 彼らは言論の教師として最も節度ある人々を用いる。 彼らは有益な目的のために神話的なものを交えながら語り、旋律を伴わずに、あるいは歌を伴って、神々と最も優れた人々(英雄)の業績を語り伝える。
συνάγουσι δʼ εἰς ἕνα τόπον, ψόφῳ χαλκοῦ πρὸ ὄρθρου διεγείροντες ὡς ἐπὶ ἐξοπλισίαν ἢ θήραν·
彼らは若者たちを一箇所に集め、夜明け前に青銅の音で、あたかも武装や狩りに向かうかのように目覚めさせる。
τάξαντες δʼ ἀνὰ πεντήκοντα ἡγεμόνα τῶν βασιλέως τινὰ παίδων αὐτοῖς ἢ σατράπου τρέχοντι κελεύουσιν ἕπεσθαι, χωρίον ἀφορίσαντες τριάκοντα ἢ τετταράκοντα σταδίων.
50人ごとに隊を編成し、王の子らあるいはサトラップの子らの一人を彼らの指導者として、走って従うよう命じる。 その際、30スタディオンまたは40スタディオンの距離を定める。
ἀπαιτοῦσι δὲ καὶ λόγον ἑκάστου μαθήματος, ἅμα καὶ μεγαλοφωνίαν καὶ πνεῦμα καὶ πλευρὰν ἀσκοῦντες, καὶ πρὸς καῦμα δὲ καὶ πρὸς ψῦχος καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις ὥστʼ ἄβροχα φυλάττειν καὶ ὅπλα καὶ ἐσθῆτα, καὶ ποιμαίνειν δὲ καὶ ἀγραυλεῖν καὶ καρποῖς ἀγρίοις χρῆσθαι, τερμίνθῳ δρυοβαλάνοις ἀχράδι.
彼らは教えられた各課目の問答(説明)を要求し、同時に大声、呼吸、肺活量を鍛えさせる。 また、暑さや寒さ、雨、急流の渡河に対処させ、武器や衣服を濡らさないよう守らせ、さらに羊を飼うこと、野宿すること、野性の果実(テルミントス、カシの実、野生のナシ)を食することを学ばせる。
ἡ δὲ καθʼ ἡμέραν δίαιτα ἄρτος μετὰ τὸ γυμνάσιον καὶ μᾶζα καὶ κάρδαμον καὶ ἁλῶν χόνδρος καὶ κρέα ὀπτὰ ἢ ἑφθὰ ἐξ ὕδατος, ποτὸν δʼ ὕδωρ.
日常の食生活は、運動のあと、パン、大麦のパン、クレソン、岩塩、焙るか水で茹でた肉であり、飲み物は水である。
θηρεύουσι δὲ σαύνια ἀφʼ ἵππων βάλλοντες καὶ τοξεύματα καὶ σφενδονῶντες.
彼らは馬の上から投げ槍や矢を放ち、石を投げて狩りをする。
δείλης δὲ φυτουργεῖν καὶ ῥιζοτομεῖν ἀσκοῦσι καὶ ὁπλοποιεῖν καὶ λίνα καὶ ἄρκυς φιλοτεχνεῖν.
夕方には、植物を植えること、根を切ること、武器を作ること、網や罠を器用に作ることを鍛える。
οὐχ ἅπτονται δὲ τῶν θηρευμάτων οἱ παῖδες, ἀλλὰ κομίζειν οἴκαδε ἔθος.
子供たちは獲物に手を触れず、家に持ち帰るのが慣習である。
τίθεται δʼ ὑπὸ τοῦ βασιλέως ἆθλα δρόμου καὶ τῶν ἐν τοῖς πεντάθλοις.
王によって徒競走や五種競技の賞が設けられる。
κοσμοῦνται δʼ οἱ παῖδες χρυσῷ, τὸ πυρωπὸν τιθεμένων ἐν τιμῇ·
子供たちは金で身を飾るが、火のような色(金)が重んじられるからである。
διὸ οὐδὲ νεκρῷ προσφέρουσι καθάπερ οὐδὲ τὸ πῦρ κατὰ τιμήν.
それゆえ、彼らは火と同様に、敬意から、死体に(金を)近づけない。
§15.3.19στρατεύονται δὲ καὶ ἄρχουσιν ἀπὸ εἴκοσιν ἐτῶν ἕως πεντήκοντα πεζοί τε καὶ ἱππεῖς·
20歳から50歳まで兵役に就き、また統治に携わる。 歩兵としても騎兵としてもである。
ἀγορᾶς δὲ οὐχ ἅπτονται·
彼らは市場に関わらない。
οὔτε γὰρ πωλοῦσιν οὔτʼ ὠνοῦνται.
売ることも買うこともしないからである。
ὁπλίζονται δὲ γέρρῳ ῥομβοειδεῖ, παρὰ δὲ τὰς φαρέτρας σαγάρεις ἔχουσι καὶ κοπίδας, περὶ δὲ τῇ κεφαλῇ πίλημα πυργωτόν, θώραξ δʼ ἐστὶν αὐτοῖς φολιδωτός.
彼らは菱形の盾で武装し、矢筒の脇には両刃の斧と曲刀を持つ。 頭には塔のようなフェルト帽をかぶり、鱗状の甲冑を着用する。
ἐσθὴς δὲ τοῖς ἡγεμόσι μὲν ἀναξυρὶς τριπλῆ, χιτὼν δὲ χειριδωτὸς διπλοῦς ἕως γόνατος, ὁ ὑπενδύτης μὲν λευκός, ἄνθινος δʼ ὁ ἐπάνω·
指導者たちの衣服は、三重のズボン、膝までの袖付きの二重のチュニック(下着は白、上着は花柄)である。
ἱμάτιον δὲ θέρους μὲν πορφυροῦν ἢ ἰάνθινον, χειμῶνος δʼ ἄνθινον, τιᾶραι παραπλήσιαι ταῖς τῶν Μάγων, ὑπόδημα κοῖλον διπλοῦν, τοῖς δὲ πολλοῖς χιτὼν ἕως μεσοκνημίου διπλοῦς, ῥάκος δὲ σινδόνιόν τι περὶ τῇ κεφαλῇ·
マントは夏は紫またはスミレ色、冬は花柄。 ティアラはマゴス僧のものに類似し、二重の底の深い靴を履く。 一般の人々は、ふくらはぎの半ばまでの二重のチュニックを着て、頭にはリンネルの布を巻く。
ἔχει δʼ ἕκαστος τόξον καὶ σφενδόνην.
各自が弓と石投げを持つ。
δειπνοῦσι πολυτελῶς Πέρσαι τιθέντες καὶ ὁλομελῆ καὶ πολλὰ καὶ ποικίλα·
ペルシア人は贅沢に食事をし、動物を丸ごと用意し、多くの多様な料理を供する。
κόσμος τε λαμπρὸς στρωμνῆς ἐκπωμάτων τε τῶν ἄλλων ὥστε χρυσῷ καὶ ἀργύρῳ καταλάμπεσθαι.
寝具や杯などの豪華な調度品があり、金や銀で輝いている。