Humanitext Reader

斯特拉波 · 地理学 §15.3.15-15.3.19

马戈斯人的火崇拜与波斯人的教育习俗

第 506 段,共 577 段 · 希腊语

内容简介

在记述了卡帕多西亚地区马戈斯人的献祭仪式与对不灭之火的崇拜之后,本文详细介绍了波斯人的教育制度、青少年严苛的身体与道德训练,以及他们成年后的兵役制度、独特的武器装备和奢华的衣食起居习惯。

§15.3.15ἐν δὲ τῇ Καππαδοκίᾳ (πολὺ γὰρ ἐκεῖ τὸ τῶν Μάγων φῦλον, οἳ καὶ πύραιθοι καλοῦνται· πολλὰ δὲ καὶ τῶν Περσικῶν θεῶν ἱερά), οὐδὲ μαχαίρᾳ θύουσιν, ἀλλὰ κορμῷ τινι ὡς ἂν ὑπέρῳ τύπτοντες.
在卡帕多西亚(因为那里有许多马戈斯人的族群,他们也被称为“燃火者”;那里也有许多波斯神明的神殿),他们甚至不用刀来献祭,而是用一种木头击打,仿佛用乳杵一样。
ἔστι δὲ καὶ πυραιθεῖα, σηκοί τινες ἀξιόλογοι· ἐν δὲ τούτοις μέσοις βωμός, ἐν ᾧ πολλή τε σποδός, καὶ πῦρ ἄσβεστον φυλάττουσιν οἱ Μάγοι·
那里也有火庙,即一些值得瞩目的圣所;在这些圣所的中央有一个祭坛,里面有许多灰烬,马戈斯人保持着不灭之火。
καὶ καθʼ ἡμέραν δὲ εἰσιόντες, ἐπᾴδουσιν ὥραν σχεδόν τι πρὸ τοῦ πυρὸς τὴν δέσμην τῶν ῥάβδων ἔχοντες, τιάρας περικείμενοι πιλωτὰς καθεικυίας ἑκατέρωθεν μέχρι τοῦ καλύπτειν τὰ χείλη τὰς παραγναθίδας.
他们每天进入其中,在火前吟唱约一个小时,手里拿着一束木棒,头上戴着毡制的头巾,头巾两侧垂下护颊,以致遮住嘴唇。
ταὐτὰ δʼ ἐν τοῖς τῆς Ἀναΐτιδος καὶ τοῦ Ὠμάνου ἱεροῖς νενόμισται· τούτων δὲ καὶ σηκοί εἰσι, καὶ ξόανον τοῦ Ὠμάνου πομπεύει.
在阿奈蒂斯和奥马诺斯的神殿中也有相同的习俗;这些神殿也有圣所,奥马诺斯的木雕神像会进行巡游。
ταῦτα μὲν οὖν ἡμεῖς ἑωράκαμεν, ἐκεῖνα δʼ ἐν ταῖς ἱστορίαις λέγεται καὶ τὰ ἐφεξῆς.
这些是我们亲眼所见的,而其他的事情在历史书中已有记载,以及随后的内容。
§15.3.16εἰς γὰρ ποταμὸν οὔτʼ οὐροῦσιν οὔτε νίπτονται Πέρσαι, οὐδὲ λούονται, οὐδὲ νεκρὸν ἐμβάλλουσιν οὐδʼ ἄλλα τῶν δοκούντων εἶναι μυσαρῶν· ὅτῳ δʼ ἂν θύσωσι θεῷ, πρώτῳ τῷ πυρὶ εὔχονται.
因为波斯人既不在河里小便,也不在河里洗手脸,不洗澡,也不将尸体或任何被认为污秽的其他东西扔进河里;而且无论他们向哪位神献祭,他们首先向火祈祷。
§15.3.17βασιλεύονται δʼ ὑπὸ τῶν ἀπὸ γένους· ὁ δʼ ἀπειθῶν ἀποτμηθεὶς κεφαλὴν καὶ βραχίονα ῥίπτεται.
他们由王室家族成员统治;不服从者被砍下头颅和一只手臂扔掉。
γαμοῦσι δὲ πολλὰς καὶ ἅμα παλλακὰς τρέφουσι πλείους πολυτεκνίας χάριν.
他们娶许多妻子,同时供养更多的妾,以便繁衍众多子孙。
τιθέασι δὲ καὶ οἱ βασιλεῖς ἆθλα πολυτεκνίας κατʼ ἔτος·
国王们也每年为繁衍子孙最多的人设立奖项。
τὰ δὲ τρεφόμενα μέχρι ἐτῶν τεττάρων οὐκ ἄγεται τοῖς γονεῦσιν εἰς ὄψιν.
被抚养的孩子在四岁之前不被带到父母面前(不让他们看见)。
οἱ δὲ γάμοι κατὰ τὰς ἀρχὰς τῆς ἐαρινῆς ἰσημερίας ἐπιτελοῦνται παρέρχεται δʼ ἐπὶ τὸν θάλαμον προφαγὼν μῆλον ἢ καμήλου μυελόν, ἄλλο δʼ οὐδὲν τὴν ἡμέραν ἐκείνην.
婚礼在春分之始举行。 新郎在进入洞房前,先吃一个苹果或骆驼骨髓,但那天不再吃其他任何东西。
§15.3.18Ἀπὸ δὲ πέντε ἐτῶν ἕως τετάρτου καὶ εἰκοστοῦ παιδεύονται τοξεύειν καὶ ἀκοντίζειν καὶ ἱππάζεσθαι καὶ ἀληθεύειν, διδασκάλοις τε λόγων τοῖς σωφρονεστάτοις χρῶνται, οἳ καὶ τὸ μυθῶδες πρὸς τὸ συμφέρον ἀνάγοντες παραπλέκουσι, καὶ μέλους χωρὶς καὶ μετʼ ᾠδῆς ἔργα θεῶν τε καὶ ἀνδρῶν τῶν ἀρίστων ἀναδιδόντες.
从五岁到二十四岁,他们接受射箭、投枪、骑马和说真话的教育,并聘请最克制的人作为言论的老师。 这些老师为了有益的目的而穿插神话内容,在没有旋律的情况下,或伴随着歌声,传授神明和最杰出人物的功绩。
συνάγουσι δʼ εἰς ἕνα τόπον, ψόφῳ χαλκοῦ πρὸ ὄρθρου διεγείροντες ὡς ἐπὶ ἐξοπλισίαν ἢ θήραν·
他们将年轻人们聚集在一个地方,在黎明前用青铜的声音唤醒他们,仿佛要去武装演练或打猎。
τάξαντες δʼ ἀνὰ πεντήκοντα ἡγεμόνα τῶν βασιλέως τινὰ παίδων αὐτοῖς ἢ σατράπου τρέχοντι κελεύουσιν ἕπεσθαι, χωρίον ἀφορίσαντες τριάκοντα ἢ τετταράκοντα σταδίων.
他们每五十人编为一队,以国王或总督的一个儿子为他们的领袖,命令他们跑步跟随他,规定的距离为三十或四十斯塔迪亚。
ἀπαιτοῦσι δὲ καὶ λόγον ἑκάστου μαθήματος, ἅμα καὶ μεγαλοφωνίαν καὶ πνεῦμα καὶ πλευρὰν ἀσκοῦντες, καὶ πρὸς καῦμα δὲ καὶ πρὸς ψῦχος καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις ὥστʼ ἄβροχα φυλάττειν καὶ ὅπλα καὶ ἐσθῆτα, καὶ ποιμαίνειν δὲ καὶ ἀγραυλεῖν καὶ καρποῖς ἀγρίοις χρῆσθαι, τερμίνθῳ δρυοβαλάνοις ἀχράδι.
他们还要求每个人汇报所学的功课,同时训练他们洪亮的声音、呼吸和肺活量,并训练他们御暑、御寒、防雨、渡过急流,以使武器和衣服保持干燥,还让他们学习放牧、露宿以及以野生果实(黄连木、橡子、野梨)为食。
ἡ δὲ καθʼ ἡμέραν δίαιτα ἄρτος μετὰ τὸ γυμνάσιον καὶ μᾶζα καὶ κάρδαμον καὶ ἁλῶν χόνδρος καὶ κρέα ὀπτὰ ἢ ἑφθὰ ἐξ ὕδατος, ποτὸν δʼ ὕδωρ.
他们运动后的日常饮食是面包、大麦饼、水芹、岩盐,以及烤肉或水煮肉,饮料是水。
θηρεύουσι δὲ σαύνια ἀφʼ ἵππων βάλλοντες καὶ τοξεύματα καὶ σφενδονῶντες.
他们骑在马上投掷标枪、射箭或用弹弓打猎。
δείλης δὲ φυτουργεῖν καὶ ῥιζοτομεῖν ἀσκοῦσι καὶ ὁπλοποιεῖν καὶ λίνα καὶ ἄρκυς φιλοτεχνεῖν.
黄昏时,他们练习种植植物、切根、制造武器以及巧妙地制作网和陷阱。
οὐχ ἅπτονται δὲ τῶν θηρευμάτων οἱ παῖδες, ἀλλὰ κομίζειν οἴκαδε ἔθος.
孩子们不碰猎物,将其带回家是他们的习俗。
τίθεται δʼ ὑπὸ τοῦ βασιλέως ἆθλα δρόμου καὶ τῶν ἐν τοῖς πεντάθλοις.
国王设立跑步和五项全能的奖项。
κοσμοῦνται δʼ οἱ παῖδες χρυσῷ, τὸ πυρωπὸν τιθεμένων ἐν τιμῇ· διὸ οὐδὲ νεκρῷ προσφέρουσι καθάπερ οὐδὲ τὸ πῦρ κατὰ τιμήν.
孩子们用金子装饰自己,因为他们敬重如火般的光泽(金子);因此,正如他们出于敬意不让火接近尸体一样,他们也不让金子接近尸体。
§15.3.19στρατεύονται δὲ καὶ ἄρχουσιν ἀπὸ εἴκοσιν ἐτῶν ἕως πεντήκοντα πεζοί τε καὶ ἱππεῖς·
他们从二十岁到五十岁服兵役并担任官职,无论是步兵还是骑兵。
ἀγορᾶς δὲ οὐχ ἅπτονται· οὔτε γὰρ πωλοῦσιν οὔτʼ ὠνοῦνται.
他们不涉足市场,因为他们既不卖也不买。
ὁπλίζονται δὲ γέρρῳ ῥομβοειδεῖ, παρὰ δὲ τὰς φαρέτρας σαγάρεις ἔχουσι καὶ κοπίδας, περὶ δὲ τῇ κεφαλῇ πίλημα πυργωτόν, θώραξ δʼ ἐστὶν αὐτοῖς φολιδωτός.
他们装备有菱形的盾牌,在箭筒旁备有战斧和砍刀,头上戴着塔状的毡帽,身穿鳞甲。
ἐσθὴς δὲ τοῖς ἡγεμόσι μὲν ἀναξυρὶς τριπλῆ, χιτὼν δὲ χειριδωτὸς διπλοῦς ἕως γόνατος, ὁ ὑπενδύτης μὲν λευκός, ἄνθινος δʼ ὁ ἐπάνω·
领袖们的衣服是三重裤子,以及一件膝盖以上的双层有袖短袍(内衣是白色的,外衣是带花纹的)。
ἱμάτιον δὲ θέρους μὲν πορφυροῦν ἢ ἰάνθινον, χειμῶνος δʼ ἄνθινον, τιᾶραι παραπλήσιαι ταῖς τῶν Μάγων, ὑπόδημα κοῖλον διπλοῦν, τοῖς δὲ πολλοῖς χιτὼν ἕως μεσοκνημίου διπλοῦς, ῥάκος δὲ σινδόνιόν τι περὶ τῇ κεφαλῇ·
他们的斗篷在夏天是紫色或紫罗兰色的,在冬天是带花纹的,头戴类似于马戈斯人的头巾,脚穿双层深鞋。 而普通人则穿一件及小腿中部的双层短袍,头上缠着一些麻布。
ἔχει δʼ ἕκαστος τόξον καὶ σφενδόνην.
每个人都有弓和弹弓。
δειπνοῦσι πολυτελῶς Πέρσαι τιθέντες καὶ ὁλομελῆ καὶ πολλὰ καὶ ποικίλα·
波斯人宴飨奢华,甚至摆出整肢的野兽和许多多样的菜肴。
κόσμος τε λαμπρὸς στρωμνῆς ἐκπωμάτων τε τῶν ἄλλων ὥστε χρυσῷ καὶ ἀργύρῳ καταλάμπεσθαι.
床榻、杯皿和其他器皿都装饰华丽,以致在金银的光辉下熠熠生辉。

词汇与语法注释

  1. 15.3.15ὡς ἂν ὑπέρῳ τύπτοντες — ὡς ἄν 搭配分词的句式,表示假设性的比较:“仿佛用乳杵击打一样”。小词 ἄν 为分词增添了潜在或假设的色彩。
  2. 15.3.15καθεικυίας — 动词 καθίημι 的完成主动分词阴性宾格复数形式。它修饰其后的宾格名词 τὰς παραγναθίδας(护颊),意为“使(护颊)垂下”。
  3. 15.3.18οἳ καὶ τὸ μυθῶδες πρὸς τὸ συμφέρον ἀνάγοντες παραπλέκουσι — 关系代词 οἵ 作主语,分词 ἀνάγοντες 修饰主语,动词 παραπλέκουσι 为关系从句的主要动词。πρὸς τὸ συμφέρον 表示目的或方向:“为了有益的目的”。
  4. 15.3.18διὸ οὐδὲ νεκρῷ προσφέρουσι καθάπερ οὐδὲ τὸ πῦρ κατὰ τιμήν — 承接前句的“用金子装饰”,在此省去了宾格作目的语(χρυσόν)。此外,在 καθάπερ οὐδὲ τὸ πῦρ 之后亦需补出动词 προσφέρουσι,从而理解这一双重省略:“因此,出于敬意,他们不让金子接近尸体,正如他们不让火接近尸体一样”。

引用这一段

斯特拉波, 地理学 §15.3.15-15.3.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.15-15.3.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。