Humanitext Reader

斯特拉波 · 地理学 §15.3.11-15.3.14

苏西斯的肥沃与波斯人的宗教礼仪

第 505 段,共 577 段 · 希腊语

内容简介

记述了苏西斯地区的极度肥沃、地理特征以及在帕提亚统治下邻近部落的局势,并详细说明了波斯人的宗教习俗,尤其是他们祭祀神明的方式以及针对火和水的独特献祭规则。

§15.3.11πολύσιτος δʼ ἄγαν ἐστὶν ὥστε ἑκατοντάχουν διʼ ὁμαλοῦ καὶ κριθὴν καὶ πυρὸν ἐκτρέφειν, ἔστι δʼ ὅτε καὶ διακοσιοντάχουν· διόπερ οὐδὲ πυκνὰς τὰς αὔλακας τέμνουσι· πυκνούμεναι γὰρ κωλύουσιν αἱ ῥίζαι τὴν βλάστην.
这个地方极其盛产粮食,因此在平原上大麦和小麦都能产出百倍,有时甚至两百倍的收成;因此他们甚至不把犁沟掘得太密,因为根部若太拥挤,就会阻碍幼芽的生长。
τὴν δʼ ἄμπελον οὐ φυομένην πρότερον Μακεδόνες κατεφύτευσαν κἀκεῖ καὶ ἐν Βαβυλῶνι, οὐ ταφρεύοντες ἀλλὰ παττάλους κατασεσιδηρωμένους ἐξ ἄκρων πήττοντες, εἶτʼ ἐξαιροῦντες, ἀντὶ δʼ αὐτῶν τὰ κλήματα καθιέντες εὐθέως.
此外,马其顿人在此地和巴比伦两处种植了以前未曾生长过的葡萄,他们不挖沟,而是用顶端包铁的木桩钉入土中,然后拔出,并立即将葡萄枝插在其位置上。
ἡ μὲν δὴ μεσόγαια τοιαύτη· ἡ δὲ παραλία τεναγώδης ἐστὶ καὶ ἀλίμενος·
内陆地区的情况大致如此;但沿海地区多有浅滩且无港口。
διὰ τοῦτο γοῦν καὶ φησὶν ὁ Νέαρχος μηδὲ καθοδηγῶν ἐπιχωρίων τυγχάνειν ἡνίκα τῷ στόλῳ παρέπλει πρὸς τὴν Βαβυλωνίαν ἐκ τῆς Ἰνδικῆς, ὅτι προσόρμους οὐκ εἶχεν, οὐδʼ ἀνθρώπων εὐπορεῖν οἷός τʼ ἦν τῶν ἡγησομένων κατʼ ἐμπειρίαν.
无论如何,正因为这个原因,尼阿库斯说,当他率领舰队从印度航行到巴比伦尼亚时,他甚至没有遇到任何当地的向导,因为他没有可供停泊的锚地,也无法找到有经验的向导。
§15.3.12γειτνιᾷ δὲ τῇ Σουσίδι τῆς Βαβυλωνίας ἡ Σιτακηνὴ μὲν πρότερον Ἀπολλωνιᾶτις δὲ ὕστερον προσαγορευθεῖσα.
巴比伦尼亚的一部分,即从前被称为西塔科内、后来被称为阿波罗尼亚蒂斯的地区,与苏西斯接壤。
ἀπὸ τῶν ἄρκτων δʼ ὑπέρκεινται ἀμφοῖν πρὸς ἕω Ἐλυμαῖοί τε καὶ Παραιτακηνοί, λῃστρικοὶ ἄνδρες καὶ ὀρεινῇ τραχείᾳ πεποιθότες· μᾶλλον δʼ οἱ Παραιτακηνοὶ τοῖς Ἀπολλωνιάταις ἐπίκεινται, ὥστε καὶ χεῖρον ἐκείνους διατιθέασιν.
在北面,埃利迈伊斯人和帕莱塔科诺伊人位于这两个国家的上方,朝向东方,他们是靠险峻山岳为生的强盗;但帕莱塔科诺伊人更直接地压迫着阿波罗尼亚蒂斯人,因而给他们带来的境况更糟。
οἱ δὲ Ἐλυμαῖοι κἀκείνοις καὶ τοῖς Σουσίοις, τούτοις δὲ καὶ οἱ Οὔξιοι προσπολεμοῦσιν· ἧττον δὲ νῦν, ὡς εἰκός, διὰ τὴν τῶν Παρθυαίων ἰσχύν, ὑφʼ οἷς εἰσιν ἅπαντες οἱ ταύτῃ.
埃利迈伊斯人与这两者以及苏萨人都处于战争状态,而乌克西奥伊人也与后者交战;但如今,正如预料的那样,由于帕提亚人的强大,这种冲突已经减少,因为该地区的所有人都在帕提亚人的统治之下。
εὖ μὲν οὖν πραττόντων ἐκείνων, εὖ πράττουσιν ἅπαντες καὶ οἱ ὑπήκοοι αὐτῶν· στασιαζόντων δέ, ὅπερ συμβαίνει πολλάκις, καὶ δὴ καὶ ἐφʼ ἡμῶν, ἄλλοτʼ ἄλλως συμβαίνει καὶ οὐ τὰ αὐτὰ πᾶσι· τοῖς μὲν γὰρ συνήνεγκεν ἡ ταραχή, τοῖς δὲ παρὰ γνώμην ἀπήντησεν.
因此,当帕提亚人昌盛时,他们所有的臣民也同样昌盛;但当他们发生内乱时(这经常发生,甚至在我们的时代也是如此),情况在不同时期也各不相同,并不对所有人都一样;因为混乱给一些人带来了利益,却违背了另一些人的预期。
ἡ μὲν δὴ χώρα ἥ τε Περσὶς καὶ ἡ Σουσιανὴ τοιαύτη.
波斯和苏西亚纳地区的情况大致如此。
§15.3.13τὰ ἔθη τὰ Περσικὰ καὶ τούτοις καὶ Μήδοις τὰ αὐτὰ καὶ ἄλλοις πλείοσι, περὶ ὧν εἰρήκασι μὲν πλείους, τὰ δὲ καίρια καὶ ἡμῖν λεκτέον.
波斯人的习俗对这些人、米底人以及其他许多人来说都是相同的,关于这些,虽然有许多人谈过,但我们也必须叙述其要点。
Πέρσαι τοίνυν ἀγάλματα μὲν καὶ βωμοὺς οὐχ ἱδρύονται, θύουσι δʼ ἐν ὑψηλῷ τόπῳ τὸν οὐρανὸν ἡγούμενοι Δία· τιμῶσι δὲ καὶ ἥλιον, ὃν καλοῦσι Μίθρην, καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ·
也就是说,波斯人并不树立神像和祭坛,而是把天空视为宙斯,在高处献祭;他们还崇拜太阳(他们称之为米特雷斯)、月亮、阿芙洛狄忒、火、地、风和水。
θύουσι δʼ ἐν καθαρῷ τόπῳ κατευξάμενοι παραστησάμενοι τὸ ἱερεῖον ἐστεμμένον·
他们在外献祭时,在清净的地方将戴着花冠的祭牲立于一旁并进行祈祷。
μελίσαντος δὲ τοῦ Μάγου τὰ κρέα τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν ἀπίασι διελόμενοι, τοῖς θεοῖς οὐδὲν ἀπονείμαντες μέρος· τῆς γὰρ ψυχῆς φασι τοῦ ἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός· ὅμως δὲ τοῦ ἐπίπλου τι μικρὸν τιθέασιν, ὡς λέγουσί τινες, ἐπὶ τὸ πῦρ.
当主持祭祀仪式的马戈斯将肉切成块后,他们便分好肉并离去,不分给神明任何部分;因为他们说神只需要祭牲的灵魂,而不需要其他任何东西;然而,正如一些人所说,他们会把网膜的一小部分放在火上。
§15.3.14διαφερόντως δὲ τῷ πυρὶ καὶ τῷ ὕδατι θύουσι, τῷ μὲν πυρί, προστιθέντες ξηρὰ ξύλα τοῦ λέπους χωρὶς πιμελὴν ἐπιτιθέντες ἄνωθεν· εἶθʼ ὑφάπτουσιν ἔλαιον καταχέοντες, οὐ φυσῶντες ἀλλὰ ῥιπίζοντες· τοὺς δὲ φυσήσαντας ἢ νεκρὸν ἐπὶ πῦρ θέντας ἢ βόλβιτον θανατοῦσι·
他们对火和水的献祭方式与众不同;对于火,他们添上剥去树皮的干柴,并在上面放上脂肪;然后他们浇上油从下面点燃,不用嘴吹而是用扇子扇;对于吹火、或者将尸体或粪便放在火上的人,他们处以死刑。
τῷ δʼ ὕδατι, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος αἱμαχθείη, ὡς μιανοῦντες·
对于水,他们来到湖泊、河流或泉水旁,挖一个坑在里面宰杀祭牲,小心不让附近的任何水被血污染,以免使其变脏。
εἶτʼ ἐπὶ μυρρίνην ἢ δάφνην διαθέντες τὰ κρέα ῥάβδοις λεπτοῖς * ἐφάπτονται οἱ Μάγοι καὶ ἐπᾴδουσιν, ἀποσπένδοντες ἔλαιον ὁμοῦ γάλακτι καὶ μέλιτι κεκραμένον οὐκ εἰς πῦρ οὐδʼ ὕδωρ, ἀλλʼ εἰς τοὔδαφος·
然后,他们把肉码在香桃木或月桂树枝上,马戈斯用细棒触碰肉并吟唱,将油、牛奶和蜂蜜混合的奠酒倒在地上,既不倒在火里也不倒在水里。
τὰς δʼ ἐπῳδὰς ποιοῦνται πολὺν χρόνον ῥάβδων μυρικίνων λεπτῶν δέσμην κατέχοντες.
他们拿着一束细柽柳枝,进行很长时间的咒吟。

词汇与语法注释

  1. 15.3.11ὥστε ἑκατοντάχουν διʼ ὁμαλοῦ καὶ κριθὴν καὶ πυρὸν ἐκτρέφειν — 由连词 ὥστε 引导的不定式 ἐκτρέφειν 的逻辑主语根据上下文是土地(或苏西斯地区),而其直接宾语是 κριθὴν καὶ πυρόν(大麦和小麦)。形容词 ἑκατοντάχουν(以及 διακοσιοντάχουν)作为宾语补足语,表示收成的倍数(“产出百倍或两百倍的大麦和小麦”)。
  2. 15.3.12εὖ μὲν οὖν πραττόντων ἐκείνων, εὖ πράττουσιν ἅπαντες — 代词 ἐκείνων 指代帕提亚人(Παρθυαίων),构成了属格独立结构(εὖ μὲν οὖν πραττόντων ἐκείνων)。在主句中,主语 ἅπαντες(由 καὶ οἱ ὑπήκοοι αὐτῶν 进一步限定)与主句动词 πράττουσιν 搭配。这一结构对比了统治者的政治稳定与被统治者的境况。
  3. 15.3.13μελίσαντος δὲ τοῦ Μάγου τὰ κρέα τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν — 在属格独立结构(μελίσαντος δὲ τοῦ Μάγου τὰ κρέα)中,属格名词 τοῦ Μάγου 被现在分词短语 τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν 作定语修饰。这表明主持祭祀仪式的祭司(马戈斯)先将肉切开,随后参与者(主句动词 ἀπίασι 的省略主语)将肉分好并离去。

引用这一段

斯特拉波, 地理学 §15.3.11-15.3.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.11-15.3.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。