§15.2.1μετὰ δὲ τὴν Ἰνδικήν ἐστιν ἡ Ἀριανή, μερὶς πρώτη τῆς ὑπὸ Πέρσαις τῆς μετὰ τὸν Ἰνδὸν ποταμὸν καὶ τῶν ἄνω σατραπειῶν τῶν ἐκτὸς τοῦ Ταύρου, τὰ μὲν νότια καὶ τὰ ἀρκτικὰ μέρη τῇ αὐτῇ θαλάττῃ καὶ τοῖς αὐτοῖς ὄρεσιν ἀφοριζομένη οἷσπερ καὶ ἡ Ἰνδική, καὶ τῷ αὐτῷ ποταμῷ τῷ Ἰνδῷ, μέσον ἔχουσα αὐτὸν ἑαυτῆς τε καὶ τῆς Ἰνδικῆς, ἐντεῦθεν δὲ πρὸς τὴν ἑσπέραν ἐκτεινομένη μέχρι τῆς ἀπὸ Κασπίων πυλῶν εἰς Καρμανίαν γραφομένης γραμμῆς, ὥστε εἶναι τετράπλευρον τὸ σχῆμα.
インドの次にあるのはアリアネであり、それはペルシア人支配下にある地域でインド川ののちに続くものの最初の部分であり、またタウロス山脈の外側にある上部サトラペイア群の最初の部分である。 南と北の境界は、インドと同じ海と山によって、また東の境界は同じインド川によって区切られており、この川を自身とインドとの中間に置いている。 そこから西の方へと、カスピ門からカルマニアへと引かれた線まで延びており、結果としてその形状は四角形となる。
τὸ μὲν οὖν νότιον πλευρὸν ἀπὸ τῶν ἐκβολῶν ἄρχεται τοῦ Ἰνδοῦ καὶ τῆς Παταληνῆς, τελευτᾷ δὲ πρὸς Καρμανίαν καὶ τοῦ Περσικοῦ κόλπου τὸ στόμα, ἄκραν ἔχον ἐκκειμένην ἱκανῶς πρὸς νότον· εἶτα εἰς τὸν κόλπον λαμβάνει καμπὴν ὡς ἐπὶ τὴν Περσίδα.
したがって南の辺は、インド川の河口とパタレネから始まり、カルマニアとペルシア湾の入り口で終わるが、そこは十分に南に突き出た岬を成しており、その後、ペルシアの方へと湾に向かって屈曲している。
οἰκοῦσι δὲ Ἄρβιες πρῶτον, ὁμώνυμοι τῷ ποταμῷ Ἄρβει τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν, ὅσον χιλίων σταδίων ἔχοντες παραλίαν, ὥς φησι Νέαρχος·
最初にアルビエスが住んでおり、彼らは隣のオリタイから自分たちを隔てているアルビス川と同名であり、ネアルコスによればおよそ千スタディオンの海岸線を持っている。
Ἰνδῶν δʼ ἐστὶ μερὶς καὶ αὕτη·
これもまたインドの一部である。
εἶτʼ Ὠρῖται ἔθνος αὐτόνομον·
次に、独立した部族であるオリタイがおり、彼らの沿岸航路は千八百スタディオンである。
τούτων δʼ ὁ παράπλους χιλίων ὀκτακοσίων, ὁ δὲ τῶν ἑξῆς Ἰχθυοφάγων ἑπτακισχίλιοι τετρακόσιοι, ὁ δὲ τῶν Καρμανίων τρισχίλιοι ἑπτακόσιοι μέχρι Περσίδος·
その次に続く魚食人のそれは七千四百スタディオンであり、カルマニア人のそれはペルシアに至るまで三千七百スタディオンである。
ὥσθʼ οἱ σύμπαντες μύριοι τρισχίλιοι ἐννακόσιοι.
したがって、合計は一万三千九百スタディオンとなる。
§15.2.2̔αλιτενὴς δʼ ἐστὶν ἡ τῶν Ἰχθυοφάγων καὶ ἄδενδρος ἡ πλείστη φοινίκων καὶ ἀκάνθης τινὸς καὶ μυρίκης·
魚食人の土地は低湿で、その大部分はナツメヤシやある種の棘、ギョリュウを除いて木がない。
καὶ ὑδάτων δὲ καὶ τροφῆς ἡμέρου σπάνις·
また、水や農作物の欠乏がある。
τοῖς δʼ ἰχθύσι χρῶνται καὶ αὐτοὶ καὶ θρέμματα καὶ τοῖς ὀμβρίοις ὕδασι καὶ ὀρυκτοῖς·
彼ら自身も家畜も魚を食べ、雨水や井戸水を使用している。
καὶ τὰ κρέα δὲ τῶν θρεμμάτων ἰχθύων προσβάλλει·
そして家畜の肉も魚の味を帯びている。
οἰκήσεις δὲ ποιοῦνται τοῖς ὀστέοις τῶν κητῶν χρώμενοι καὶ κόγχοις ὀστρέων τὸ πλέον, δοκοῖς μὲν ταῖς πλευραῖς καὶ ὑπερείσμασι, θυρώμασι δὲ ταῖς σιαγόσιν·
彼らは鯨の骨や、大部分は貝殻を用いて家畜小屋を作り、肋骨を梁や支柱に、あご骨を門扉にしている。
οἱ σπόνδυλοι δʼ αὐτοῖς εἰσιν ὅλμοι, ἐν οἷς πτίττουσι τοὺς ἰχθύας ἐν ἡλίῳ κατοπτήσαντες, εἶτʼ ἀρτοποιοῦνται σίτου μικρὰ καταμίξαντες·
彼らにとって脊椎骨は臼であり、その中で天日で乾かした魚をすりつぶし、その後、少量の穀物を混ぜてパンを作る。
καὶ γὰρ μύλοι αὐτοῖς εἰσι, σιδήρου μὴ ὄντος.
実際、鉄がないにもかかわらず、彼らには石臼がある。
καὶ τοῦτο μὲν ἧττον θαυμαστόν·
そして、これは驚くに値しない。
καὶ γὰρ ἄλλοθεν ἐνέγκασθαι δυνατόν·
なぜなら他所から持ってくることは可能だからである。
ἀλλὰ πῶς ἐπικόπτουσιν ἀποτριβέντα;
しかし、磨り減ったものを彼らはどうやって削り直すのか。
λίθοις μέντοι φασίν, οἷς καὶ τὰ βέλη καὶ τὰ ἀκοντίσματα πεπυρακτωμένα ἀποξύνουσι.
彼らが言うには、石によるのであり、それを用いて彼らは火で硬くした矢や投げ槍をも研いで尖らせる。
τοὺς δʼ ἰχθύας τοὺς μὲν ἐν κλιβάνοις κατοπτῶσι, τοὺς δὲ πλείστους ὠμοφαγοῦσι·
魚はあるものはオーブンで焼き、大部分は生で食べる。
περιβάλλονται δὲ δικτύοις φλοιοῦ φοινικίνου.
彼らはナツメヤシの樹皮の網を身にまとっている。
§15.2.3̔υπέρκειται δὲ τούτων ἡ Γεδρωσία, τῆς μὲν Ἰνδικῆς ἧττον ἔμπυρος τῆς δʼ ἄλλης Ἀσίας μᾶλλον, καὶ τοῖς καρποῖς καὶ τοῖς ὕδασιν ἐνδεὴς πλὴν θέρους, οὐ πολὺ ἀμείνων τῆς τῶν Ἰχθυοφάγων·
これらの上にはゲドロシアがあり、インドに比べれば暑くないが、アジアの他の地域に比べればより暑く、夏以外は果物や水に乏しく、魚食人の土地より少しマシな程度である。
ἀρωματοφόρος δὲ νάρδου μάλιστα καὶ σμύρνης, ὥστε τὴν Ἀλεξάνδρου στρατιὰν ὁδεύουσαν ἀντὶ ὀρόφου καὶ στρωμάτων τούτοις χρῆσθαι, εὐωδιαζομένην ἅμα καὶ ὑγιεινότερον τὸν ἀέρα ἔχουσαν παρὰ τοῦτο·
しかし芳香植物を産し、特にナルドと没薬が豊富である。 その結果、アレクサンドロスの軍隊は行軍の際、屋根や敷物の代わりにこれらを用い、同時に良い香りに包まれ、これによって空気もより健康的になった。
γενέσθαι δʼ αὐτοῖς θέρους τὴν ἐκ τῆς Ἰνδικῆς ἄφοδον ἐπίτηδες συνέβη·
彼らにとってインドからの撤退が夏に行われたのは、意図的なことであった。
τότε γὰρ ὄμβρους ἔχειν τὴν Γεδρωσίαν καὶ ποὺς ποταμοὺς πληροῦσθαι καὶ τὰ ὑδρεῖα, χειμῶνος δʼ ἐπιλείπειν·
というのも、その時期にはゲドロシアに雨が降り、川や貯水池が満たされるが、冬には不足するからである。
πίπτειν δὲ τοὺς ὄμβρους ἐν τοῖς ἄνω μέρεσι τοῖς προσαρκτίοις καὶ ἐγγὺς τῶν ὀρῶν·
そして、雨は上流の北側の山に近い地域に降る。
πληρουμένων δὲ τῶν ποταμῶν καὶ τὰ πεδία τὰ πλησιάζοντα τῇ θαλάττῃ ποτίζεσθαι καὶ ὑδρείων εὐπορεῖν.
川が満ちると、海に近い平原も潤され、貯水池も豊かになる。
προέπεμψε δʼ εἰς τὴν ἔρημον μεταλλευτὰς τῶν ὑδρείων ὁ βασιλεὺς καὶ τοὺς ναύσταθμα αὐτῷ καὶ τῷ στόλῳ κατασκευάσοντας.
王は、貯水池を掘る工夫たちと、彼自身と艦隊のために船だまりを建設する者たちをあらかじめ砂漠へと送り出した。
§15.2.4τριχῇ γὰρ διελὼν τὰς δυνάμεις, τῇ μὲν αὐτὸς ὥρμησε διὰ τῆς Γεδρωσίας, ἀφιστάμενος τῆς θαλάττης τὸ πλεῖστον πεντακοσίους σταδίους, ἵνʼ ἅμα καὶ τῷ ναυτικῷ τὴν παραλίαν ἐπιτηδείαν παρασκευάζοι, πολλάκις δὲ καὶ συνάπτων τῇ θαλάττῃ καίπερ ἀπόρους καὶ τραχείας ἐχούσῃ τὰς ἀκτάς·
というのも、彼は軍を三つの部分に分割し、一方の部隊を率いて彼自身はゲドロシアを通って進み、海軍のために沿岸を都合よく整えるため、また、海が接近困難で険しい海岸を伴っていたにもかかわらず、しばしば海に近づきつつ、海岸から最大でも五百スタディオン離れて進んだからである。
τὴν δὲ προέπεμψε μετὰ Κρατεροῦ διὰ τῆς μεσογαίας, ἅμα χειρουμένου τε τὴν Ἀριανὴν καὶ προϊόντος ἐπὶ τοὺς αὐτοὺς τόπους ἐφʼ οὓς Ἀλέξανδρος τὴν πορείαν εἶχε· τὸ δὲ ναυτικὸν Νεάρχῳ καὶ Ὀνησικρίτῳ τῷ ἀρχικυβερνήτῃ παραδοὺς ἐκέλευσεν οἰκείας στάσεως ἐπιλαμβανομένους ἐπακολουθεῖν καὶ ἀντιπαραπλεῖν αὐτοῦ τῇ πορείᾳ.
他方の部隊はクラテロスとともに内陸を通って先に行かせたが、これは彼がアリアネを平定しつつ、アレクサンドロスが行軍の目的地としていたのと同じ場所へと進むためであった。 他方、海軍をネアルコスと主席舵手オネシクリトスに委ね、彼らが適切な停泊地を確保しながら追随し、彼の行軍と並行して航行するように命じた。