§15.2.1μετὰ δὲ τὴν Ἰνδικήν ἐστιν ἡ Ἀριανή, μερὶς πρώτη τῆς ὑπὸ Πέρσαις τῆς μετὰ τὸν Ἰνδὸν ποταμὸν καὶ τῶν ἄνω σατραπειῶν τῶν ἐκτὸς τοῦ Ταύρου, τὰ μὲν νότια καὶ τὰ ἀρκτικὰ μέρη τῇ αὐτῇ θαλάττῃ καὶ τοῖς αὐτοῖς ὄρεσιν ἀφοριζομένη οἷσπερ καὶ ἡ Ἰνδική, καὶ τῷ αὐτῷ ποταμῷ τῷ Ἰνδῷ, μέσον ἔχουσα αὐτὸν ἑαυτῆς τε καὶ τῆς Ἰνδικῆς, ἐντεῦθεν δὲ πρὸς τὴν ἑσπέραν ἐκτεινομένη μέχρι τῆς ἀπὸ Κασπίων πυλῶν εἰς Καρμανίαν γραφομένης γραμμῆς, ὥστε εἶναι τετράπλευρον τὸ σχῆμα.
紧邻印度的是阿里亚内,它是波斯人统治下紧随印度河之后的领土的第一部分,也是托罗斯山脉以外的上部行省的第一部分。 它的南部和北部由与印度相同的海洋和山脉所界定,东部则由同一条印度河所界定,将该河置于自身与印度之间;从那里向西延伸,直到从里海门到卡尔马尼亚所划的界线,因此其形状呈四边形。
τὸ μὲν οὖν νότιον πλευρὸν ἀπὸ τῶν ἐκβολῶν ἄρχεται τοῦ Ἰνδοῦ καὶ τῆς Παταληνῆς, τελευτᾷ δὲ πρὸς Καρμανίαν καὶ τοῦ Περσικοῦ κόλπου τὸ στόμα, ἄκραν ἔχον ἐκκειμένην ἱκανῶς πρὸς νότον· εἶτα εἰς τὸν κόλπον λαμβάνει καμπὴν ὡς ἐπὶ τὴν Περσίδα.
其南部边缘始于印度河口和帕塔莱内,止于卡尔马尼亚和波斯湾口,拥有一处向南显著突出的岬角;然后向湾内弯曲,朝向波斯。
οἰκοῦσι δὲ Ἄρβιες πρῶτον, ὁμώνυμοι τῷ ποταμῷ Ἄρβει τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν, ὅσον χιλίων σταδίων ἔχοντες παραλίαν, ὥς φησι Νέαρχος· Ἰνδῶν δʼ ἐστὶ μερὶς καὶ αὕτη·
首先居住着阿尔比伊斯人,他们与将他们同相邻的奥里泰人隔开的阿尔比斯河同名,根据尼阿科斯的说法,他们拥有大约一千斯塔迪亚的海岸线;这同样也是印度的一部分。
εἶτʼ Ὠρῖται ἔθνος αὐτόνομον· τούτων δʼ ὁ παράπλους χιλίων ὀκτακοσίων, ὁ δὲ τῶν ἑξῆς Ἰχθυοφάγων ἑπτακισχίλιοι τετρακόσιοι, ὁ δὲ τῶν Καρμανίων τρισχίλιοι ἑπτακόσιοι μέχρι Περσίδος· ὥσθʼ οἱ σύμπαντες μύριοι τρισχίλιοι ἐννακόσιοι.
接着是奥里泰人,一个自治的部落;他们的沿海航程为一千八百斯塔迪亚,而随后的食鱼者为七千四百斯塔迪亚,卡尔马尼亚人直到波斯为三千七百斯塔迪亚;因此总计为一万三千九百斯塔迪亚。
§15.2.2̔αλιτενὴς δʼ ἐστὶν ἡ τῶν Ἰχθυοφάγων καὶ ἄδενδρος ἡ πλείστη φοινίκων καὶ ἀκάνθης τινὸς καὶ μυρίκης· καὶ ὑδάτων δὲ καὶ τροφῆς ἡμέρου σπάνις·
食鱼者的土地是低洼的,大部分地方除椰枣树、某种荆棘和柽柳外,没有其他树木;且缺乏水源和农作物。
τοῖς δʼ ἰχθύσι χρῶνται καὶ αὐτοὶ καὶ θρέμματα καὶ τοῖς ὀμβρίοις ὕδασι καὶ ὀρυκτοῖς· καὶ τὰ κρέα δὲ τῶν θρεμμάτων ἰχθύων προσβάλλει·
他们自己和家畜都以鱼为食,并饮用雨水和掘出之水;甚至他们家畜的肉也带有鱼的味道。
οἰκήσεις δὲ ποιοῦνται τοῖς ὀστέοις τῶν κητῶν χρώμενοι καὶ κόγχοις ὀστρέων τὸ πλέον, δοκοῖς μὲν ταῖς πλευραῖς καὶ ὑπερείσμασι, θυρώμασι δὲ ταῖς σιαγόσιν· οἱ σπόνδυλοι δʼ αὐτοῖς εἰσιν ὅλμοι, ἐν οἷς πτίττουσι τοὺς ἰχθύας ἐν ἡλίῳ κατοπτήσαντες, εἶτʼ ἀρτοποιοῦνται σίτου μικρὰ καταμίξαντες·
他们利用鲸骨和大部分贝壳建造住所,用肋骨作为梁和支柱,用颚骨作为门扉;他们的脊椎骨则是臼,他们在其中捣碎在阳光下晒干的鱼,然后掺入少量谷物制作面包。
καὶ γὰρ μύλοι αὐτοῖς εἰσι, σιδήρου μὴ ὄντος.
事实上,尽管没有铁,他们却拥有石磨。
καὶ τοῦτο μὲν ἧττον θαυμαστόν· καὶ γὰρ ἄλλοθεν ἐνέγκασθαι δυνατόν· ἀλλὰ πῶς ἐπικόπτουσιν ἀποτριβέντα;
这固然不算太令人惊奇,因为石磨也可以从别处运来;但当它们磨损时,他们如何重新雕琢呢?
λίθοις μέντοι φασίν, οἷς καὶ τὰ βέλη καὶ τὰ ἀκοντίσματα πεπυρακτωμένα ἀποξύνουσι.
然而他们说,是用石头,他们还用石头来研磨那些经火烧硬的箭和投枪的尖端。
τοὺς δʼ ἰχθύας τοὺς μὲν ἐν κλιβάνοις κατοπτῶσι, τοὺς δὲ πλείστους ὠμοφαγοῦσι· περιβάλλονται δὲ δικτύοις φλοιοῦ φοινικίνου.
有些鱼他们用烤炉烘烤,但大部分都是生吃;他们用椰枣树皮织成的网包裹身体。
§15.2.3̔υπέρκειται δὲ τούτων ἡ Γεδρωσία, τῆς μὲν Ἰνδικῆς ἧττον ἔμπυρος τῆς δʼ ἄλλης Ἀσίας μᾶλλον, καὶ τοῖς καρποῖς καὶ τοῖς ὕδασιν ἐνδεὴς πλὴν θέρους, οὐ πολὺ ἀμείνων τῆς τῶν Ἰχθυοφάγων· ἀρωματοφόρος δὲ νάρδου μάλιστα καὶ σμύρνης, ὥστε τὴν Ἀλεξάνδρου στρατιὰν ὁδεύουσαν ἀντὶ ὀρόφου καὶ στρωμάτων τούτοις χρῆσθαι, εὐωδιαζομένην ἅμα καὶ ὑγιεινότερον τὸν ἀέρα ἔχουσαν παρὰ τοῦτο·
在这些地方之上的是盖德罗西亚,它虽不如印度那样炎热,但比亚洲其他地方更为炎热,除夏天外缺乏作物和水源,并不比食鱼者的土地好多少;但它盛产香料,尤其是甘松和没药,以至于亚历山大的军队在行军时,用这些来代替屋顶和铺盖,同时因此闻到芬芳,空气也变得更加健康。
γενέσθαι δʼ αὐτοῖς θέρους τὴν ἐκ τῆς Ἰνδικῆς ἄφοδον ἐπίτηδες συνέβη· τότε γὰρ ὄμβρους ἔχειν τὴν Γεδρωσίαν καὶ ποὺς ποταμοὺς πληροῦσθαι καὶ τὰ ὑδρεῖα, χειμῶνος δʼ ἐπιλείπειν· πίπτειν δὲ τοὺς ὄμβρους ἐν τοῖς ἄνω μέρεσι τοῖς προσαρκτίοις καὶ ἐγγὺς τῶν ὀρῶν· πληρουμένων δὲ τῶν ποταμῶν καὶ τὰ πεδία τὰ πλησιάζοντα τῇ θαλάττῃ ποτίζεσθαι καὶ ὑδρείων εὐπορεῖν.
他们之所以在夏天从印度撤退,是有意为之;因为在那个时期,盖德罗西亚会降雨,河流和蓄水池都会被注满,但在冬天它们会干涸;降雨发生在北部上游和靠近山脉的地方;当河流注满时,靠近海洋的平原也得到灌溉,蓄水池也变得充足。
προέπεμψε δʼ εἰς τὴν ἔρημον μεταλλευτὰς τῶν ὑδρείων ὁ βασιλεὺς καὶ τοὺς ναύσταθμα αὐτῷ καὶ τῷ στόλῳ κατασκευάσοντας.
国王预先派遣开凿蓄水池的工人和为自己及舰队建造船坞的人进入沙漠。
§15.2.4τριχῇ γὰρ διελὼν τὰς δυνάμεις, τῇ μὲν αὐτὸς ὥρμησε διὰ τῆς Γεδρωσίας, ἀφιστάμενος τῆς θαλάττης τὸ πλεῖστον πεντακοσίους σταδίους, ἵνʼ ἅμα καὶ τῷ ναυτικῷ τὴν παραλίαν ἐπιτηδείαν παρασκευάζοι, πολλάκις δὲ καὶ συνάπτων τῇ θαλάττῃ καίπερ ἀπόρους καὶ τραχείας ἐχούσῃ τὰς ἀκτάς· τὴν δὲ προέπεμψε μετὰ Κρατεροῦ διὰ τῆς μεσογαίας, ἅμα χειρουμένου τε τὴν Ἀριανὴν καὶ προϊόντος ἐπὶ τοὺς αὐτοὺς τόπους ἐφʼ οὓς Ἀλέξανδρος τὴν πορείαν εἶχε· τὸ δὲ ναυτικὸν Νεάρχῳ καὶ Ὀνησικρίτῳ τῷ ἀρχικυβερνήτῃ παραδοὺς ἐκέλευσεν οἰκείας στάσεως ἐπιλαμβανομένους ἐπακολουθεῖν καὶ ἀντιπαραπλεῖν αὐτοῦ τῇ πορείᾳ.
因为他将军队分为三部分:他亲自率领其中一部分穿过盖德罗西亚,大部分时间与海岸保持五百斯塔迪亚的距离,以便同时为海军准备合适的沿岸地带,并且尽管海岸险峻且难以接近,他仍多次与海洋交会;他派遣另一部分由克拉特鲁斯率领穿过内陆,以便他在平定阿里亚内的同时,向着亚历山大行军的同一目的地前进;他将海军交给尼阿科斯和首席舵手奥内西克里托斯,命令他们寻找合适的停靠站并随后跟进,与他的行军平行航行。