Humanitext Reader

ストラボン · 地理誌 §15.1.69-15.1.73

インドの祝祭と哲学者プラムネスおよび使節団

496 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、インドの祝祭や豪華な行列、そしてプラムネスと呼ばれる哲学者の分類について説明し、続いてアルテミドロスの地理的記述や、アウグストゥスに謁見したインド使節団とアテナイで自焚したザルマノチェガスについて論じている。

§15.1.69λέγεται δὲ καὶ ταῦτα παρὰ τῶν συγγραφέων, ὅτι σέβονται μὲν τὸν ὄμβριον Δία Ἰνδοὶ καὶ τὸν Γάγγην ποταμὸν καὶ τοὺς ἐγχωρίους δαίμονας.
また、歴史家たちによって次のようなことも言われている。 すなわち、インド人たちは雨を降らせるゼウスとガンジス川、そして現地の神々を崇拝している。
ὅταν δὲ βασιλεὺς λούῃ τὴν τρίχα, μεγάλην ἑορτὴν ἄγουσι καὶ μεγάλα δῶρα πέμπουσι τὸν ἑαυτοῦ πλοῦτον ἕκαστος ἐπιδεικνύμενος κατὰ ἅμιλλαν.
王が髪を洗うとき、彼らは盛大な祭りを催し、競い合って各自の富を示しながら、素晴らしい贈り物を送る。
τῶν τε μυρμήκων τινὰς καὶ πτερωτοὺς λέγουσι τῶν χρυσωρύχων·
また、砂金を掘り出すアリたちのうちには、羽を持つものもいると彼らは言っている。
ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς, καθάπερ τοὺς Ἰβηρικούς·
また、川はイベリアの川のように砂金を運んでくる。
ἐν δὲ ταῖς κατὰ τὰς ἑορτὰς πομπαῖς πολλοὶ μὲν ἐλέφαντες πέμπονται χρυσῷ κεκοσμημένοι καὶ ἀργύρῳ, πολλὰ δὲ τέθριππα καὶ βοϊκὰ ζεύγη·
祭りの行列においては、金や銀で飾られた多くの象、また多くの四頭立ての戦車や牛の引く車が送られる。
εἶθʼ ἡ στρατιὰ κεκοσμημένη·
それから、美しく装われた軍隊。
καὶ χρυσώματα δὲ τῶν μεγάλων λεβήτων καὶ κρατήρων ὀργυιαίων·
また、一オルグイアもある大きな大釜や混酒器の金製の器類。
καὶ τοῦ Ἰνδικοῦ χαλκοῦ τράπεζαί τε καὶ θρόνοι καὶ ἐκπώματα καὶ λουτῆρες, λιθοκόλλητα τὰ πλεῖστα σμαράγδοις καὶ βηρύλλοις καὶ ἄνθραξιν Ἰνδικοῖς·
そしてインドの青銅で作られたテーブル、椅子、杯、湯船があり、その大部分はエメラルド、緑柱石、インドの紅玉などの宝石がちりばめられている。
καὶ ἐσθὴς δὲ ποικίλη χρυσόπαστος, καὶ βόνασοι καὶ παρδάλεις καὶ λέοντες τιθασοὶ καὶ τῶν ποικίλων ὀρνέων καὶ εὐφθόγγων πλῆθος.
また、金糸を散りばめた多彩な衣服、ボナソス、ヒョウ、手懐けられたライオン、そして色鮮やかで美しい声で鳴く鳥類の群れも加わる。
ὁ δὲ Κλείταρχός φησιν ἁμάξας τετρακύκλους, δένδρα κομιζούσας τῶν μεγαλοφύλλων, ἐξ ὧν ἀπήρτηται γένη τετιθασευμένων ὀρνέων, ὧν εὐφωνότατον μὲν εἴρηκε τὸν ὠρίωνα, λαμπρότατον δὲ κατὰ τὴν ὄψιν καὶ πλείστην ἔχοντα ποικιλίαν τὸν καλούμενον κατρέα·
他方、クレイタルコスは、大きな葉を持つ木々を載せた四輪の荷車について述べている。 それらの木々からは手懐けられた鳥の種類が吊り下げられており、そのうちで最も美しい声を持つのはオリーオーンであり、見た目が最も華やかで極めて多様な色彩を持つのは、カトレウスと呼ばれる鳥であると彼は言っている。
τὴν γὰρ ἰδέαν ταῷ μάλιστα ἐγγίζειν.
その姿はクジャクに最も近いからである。
τὴν δὲ λοιπὴν εἰκονογραφίαν παρʼ ἐκείνου ληπτέον.
その他の描写については、彼の記述から得るべきである。
§15.1.70φιλοσόφους τε τοῖς Βραχμᾶσιν ἀντιδιαιροῦνται Πράμνας, ἐριστικούς τινας καὶ ἐλεγκτικούς·
また、彼らはブラクマネスに対立する哲学者としてプラムネスたちを区分している。 彼らは議論好きで論駁を好む人々である。
τοὺς δὲ Βραχμᾶνας φυσιολογίαν καὶ ἀστρονομίαν ἀσκεῖν, γελωμένους ὑπʼ ἐκείνων ὡς ἀλαζόνας καὶ ἀνοήτους.
他方、ブラクマネスたちは自然学と天文学を修めており、彼らからは、ほら吹きで愚か者であるとして嘲笑されている。
τούτων δὲ τοὺς μὲν ὀρεινοὺς καλεῖσθαι τοὺς δὲ γυμνήτας τοὺς δὲ πολιτικοὺς καὶ προσχωρίους·
そして、これらのうち、ある者は『山地の人々』、ある者は『裸の人々』、ある者は『市民』や『地方の人々』と呼ばれる。
τοὺς μὲν ὀρεινοὺς δοραῖς ἐλάφων χρῆσθαι, πήρας δʼ ἔχειν ῥιζῶν καὶ φαρμάκων μεστάς, προσποιουμένους ἰατρικὴν μετὰ γοητείας καὶ ἐπῳδῶν καὶ περιάπτων.
『山地の人々』は鹿の皮を身にまとい、根や薬草でいっぱいの袋を持ち、呪術や呪文や魔除けを用いて医術を施すふりをしている。
τοὺς δὲ γυμνήτας κατὰ τοὔνομα γυμνοὺς διαζῆν, ὑπαιθρίους τὸ πλέον, καρτερίαν ἀσκοῦντας ἣν ἔφαμεν πρότερον μέχρι ἑπτὰ καὶ τριάκοντα·
『裸の人々』はその名の通り裸で暮らし、多くは野外で過ごし、我々が以前に述べたような忍耐を三十七歳まで修めている。
γυναῖκας δὲ συνεῖναι μὴ μιγνυμένας αὐτοῖς·
女性たちも彼らとともにあるが、交わりは持たない。
τούτους δὲ θαυμάζεσθαι §15.1.71διαφερόντως.
そして彼らは格別に尊敬されている。
τοὺς δὲ πολιτικοὺς σινδονίτας κατὰ πόλιν ζῆν ἢ καὶ κατʼ ἀγρούς, καθημμένους νεβρίδας ἢ δορκάδων δοράς·
他方、『市民』はリンネルの衣服をまとい、都市あるいは田舎で暮らし、子鹿やガゼルの皮を身にまとっている。
ὡς δʼ εἰπεῖν, Ἰνδοὺς ἐσθῆτι λευκῇ χρῆσθαι καὶ σινδόσι λευκαῖς καὶ καρπάσοις, ὑπεναντίως τοῖς εἰποῦσιν εὐανθέστατα αὐτοὺς ἀμπέχεσθαι φορήματα·
総じて言えば、インド人たちは白い衣、白いリンネル、白い綿を使用しており、彼らがきわめて色鮮やかな衣装をまとっていると述べた人々とは対照的である。
κομᾶν δὲ καὶ πωγωνοτροφεῖν πάντας, ἀναπλεκομένους δὲ μιτροῦσθαι τὰς κόμας.
また、全員が髪と髭を伸ばしており、髪を編み込んでヘッドバンドを巻いている。
§15.1.72Ἀρτεμίδωρος δὲ τὸν Γάγγην φησὶν ἐκ τῶν Ἠμωδῶν ὀρῶν καταφερόμενον πρὸς νότον, ἐπειδὰν κατὰ τὴν Γάγγην γένηται πόλιν, ἐπιστρέφειν πρὸς ἕω μέχρι Παλιβόθρων καὶ τῆς εἰς τὴν θάλατταν ἐκβολῆς·
アルテミドロスは、ガンジス川はヘモドス山脈から南へと流れ下り、ガンゲという都市に達すると、パリボトラおよび海への河口に至るまで東へと曲がると述べている。
τῶν δὲ συρρεόντων εἰς αὐτὸν * Οἰδάνην τινὰ καλεῖ·
そして、そこに流れ込む川の一つをオイダネスと呼んでいる。
τρέφειν δὲ καὶ κροκοδείλους καὶ δελφῖνας·
また、ワニやイルカも育んでいる。
λέγει δὲ καὶ ἄλλα τινά, συγκεχυμένως δὲ καὶ ἀργῶς, ὧν οὐ φροντιστέον.
彼は他にもいくつかのことを述べているが、混乱しており、また大雑把であるため、気にする必要はない。
προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ παρὰ τοῦ Δαμασκηνοῦ Νικολάου.
これらに、ダマスコのニコラオスの記述を付け加えることもできよう。
§15.1.73φησὶ γὰρ οὗτος ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ παρατυχεῖν τοῖς Ἰνδῶν πρέσβεσιν ἀφιγμένοις παρὰ Καίσαρα τὸν Σεβαστόν·
というのも、この者は、ダフネの近くのアンティオキアにおいて、尊厳者カエサルのもとに到着したインドの使節たちに偶然居合わせたと言っているからである。
οὓς ἐκ μὲν τῆς ἐπιστολῆς πλείους δηλοῦσθαι, σωθῆναι δὲ τρεῖς μόνους, οὓς ἰδεῖν φησι, τοὺς δʼ ἄλλους ὑπὸ μήκους τῶν ὁδῶν διαφθαρῆναι τὸ πλέον·
書簡からは彼らがもっと大人数であったことが示されているが、生き残ったのはわずか三人だけであり、彼は彼らを見たと述べている。 他の者たちは、大半が旅路の長さのために死んでしまったのである。
τὴν δʼ ἐπιστολὴν ἑλληνίζειν ἐν διφθέρᾳ γεγραμμένην, δηλοῦσαν ὅτι Πῶρος εἴη ὁ γράψας, ἑξακοσίων δὲ ἄρχων βασιλέων ὅμως περὶ πολλοῦ ποιοῖτο φίλος εἶναι Καίσαρι, καὶ ἕτοιμος εἴη δίοδόν τε παρέχειν ὅπῃ βούλεται καὶ συμπράττειν ὅσα καλῶς ἔχει.
その書簡は羊皮紙にギリシア語で書かれており、送り主はポロスであり、彼は六百人もの王たちを支配しているものの、カエサルの友となることを極めて重視しており、彼が望む場所ならどこでも通過を許可し、正当なことには何でも協力する用意があると示していた。
ταῦτα μὲν ἔφη λέγειν τὴν ἐπιστολήν, τὰ δὲ κομισθέντα δῶρα προσενεγκεῖν ὀκτὼ οἰκέτας γυμνούς, ἐν περιζώμασι καταπεπασμένους ἀρώμασιν·
書簡にはこのように書かれていたと彼は言い、運ばれてきた贈り物は、腰布をまとい香料を振りかけられた八人の裸の使用人たちによって運ばれてきたと述べている。
εἶναι δὲ τὰ δῶρα τόν τε ἑρμᾶν, ἀπὸ τῶν ὤμων ἀφῃρημένον ἐκ νηπίου τοὺς βραχίονας, ὃν καὶ ἡμεῖς εἴδομεν, καὶ ἐχίδνας μεγάλας καὶ ὄφιν πηχῶν δέκα καὶ χελώνην ποταμίαν τρίπηχυν πέρδικά τε μείζω γυπός.
その贈り物は、幼少期から肩から腕を切り落とされたヘルメス像のような男(我々も彼を見た)、大きなクサリヘビ、十ペキュスの蛇、三ペキュスの川亀、そしてハゲワシよりも大きなシャコであった。
συνῆν δέ, ὥς φησι, καὶ ὁ Ἀθήνησι κατακαύσας ἑαυτόν·
また、彼が言うには、アテナイで自らを焼き殺した男も同行していた。
ποιεῖν δὲ τοῦτο τοὺς μὲν ἐπὶ κακοπραγίᾳ ζητοῦντας ἀπαλλαγὴν τῶν παρόντων, τοὺς δʼ ἐπʼ εὐπραγίᾳ, καθάπερ τοῦτον·
このようなことをする者たちのうち、ある者は不運のために現在の境遇からの解放を求めるが、他の者は幸運のためにそうするのであり、この男もそうであった。
ἅπαντα γὰρ κατὰ γνώμην πράξαντα μέχρι νῦν ἀπιέναι δεῖν, μή τι τῶν ἀβουλήτων χρονίζοντι συμπέσοι·
というのも、今まですべてが望み通りに運んだので、長生きして何か不都合なことが起こる前に世を去るべきだという理由からである。
καὶ δὴ καὶ γελῶντα ἁλέσθαι γυμνὸν λίπʼ ἀληλιμμένον ἐν περιζώματι ἐπὶ τὴν πυράν·
そして実際、彼は微笑みながら、裸で体に油を塗り、腰布だけをまとって火葬の薪の上に飛び乗った。
ἐπιγεγράφθαι δὲ τῷ τάφῳ Ζαρμανοχηγὰς Ἰνδὸς ἀπὸ Βαργόσης κατὰ τὰ πάτρια Ἰνδῶν ἔθη ἑαυτὸν ἀπαθανατίσας κεῖται.
そして彼の墓にはこう刻まれていた。 「バルゴサ出身のインド人、ザルマノチェガス、インドの祖先の習慣に従って自らを不死のものとしてここに横たわる」。

語釈・文法注

  1. §15.1.69ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς — 対格と不定詞(A.C.I.)構文において、`τοὺς ποταμούς`(対格・複数)が不定詞 `καταφέρειν` の意味上の主語であり、`ψήγματα χρυσοῦ` が直接目的語である。川が砂金を運ぶのであって、砂金が川を運ぶのではない。
  2. §15.1.71διαφερόντως — この副詞は前節(§15.1.70)の最後にある受動態不定詞 `θαυμάζεσθαι` を修飾している。「彼らは格別に(あるいは他と異なって)感嘆される」というつながり。節(および章)の境界をまたいで係っているため、読解の際に注意を要する。
  3. §15.1.73τόν τε ἑρμᾶν — `ἑρμᾶς`(アッティカ方言での `Ἑρμῆς` にあたる語、ただしここでは「ヘルメス柱像」のように腕のない人物を指す名詞)の対格。生まれつき、または幼少期から両腕がないために、胴体と頭部だけのヘルメス石柱像に似ている奇形の人物を指している。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.69-15.1.73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.69-15.1.73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。