Humanitext Reader

ストラボン · 地理誌 §15.2.5-15.2.7

アレクサンドロスのゲドロシア砂漠越えと苦難

498 / 577 箇所 · ギリシア語

要旨

ネアルコスが航海を開始する一方、アレクサンドロスはゲドロシアの砂漠で水や食料の深刻な欠乏、厳しい気候、鉄砲水などの苦難に直面しながら行軍を続け、有毒植物や毒矢に悩まされつつも、最後にはゲドロシアの都に到達する。

§15.2.5καὶ δὴ καί φησιν ὁ Νέαρχος, ἤδη τοῦ βασιλέως τελοῦντος τὴν ὁδόν, αὐτὸς μετοπώρου κατὰ πλειάδος ἐπιτολὴν ἑσπερίαν ἄρξασθαι τοῦ πλοῦ, μήπω μὲν τῶν πνευμάτων οἰκείων ὄντων, τῶν δὲ βαρβάρων ἐπιχειρούντων αὐτοῖς καὶ ἐξελαυνόντων·
そして実際、ネアルコスが言うには、王がすでに行軍を終えようとしているときに、彼自身は秋、プレアデス星団の夕方の出のころに航海を始めたが、風はまだ好都合ではなく、原住民は彼らを攻撃し追い払おうとしていた。
καταθαρρῆσαι γὰρ ἀπελθόντος τοῦ βασιλέως καὶ ἐλευθεριάσαι.
というのも、王が去ったことで彼らは勇気を得て、自由に行動し始めたからである。
κρατερὸς δʼ ἀπὸ τοῦ Ὑδάσπου ἀρξάμενος διʼ Ἀραχωτῶν ᾔει καὶ Δραγγῶν εἰς Καρμανίαν.
一方クラテロスは、ヒュダスペス川から出発して、アラコシアとドランギアナを通ってカルマニアへと向かった。
πολλὰ δʼ ἐταλαιπώρει ὁ Ἀλέξανδρος καθʼ ὅλην τὴν ὁδὸν διὰ λυπρᾶς ἰών·
しかしアレクサンドロスは、不毛な土地を通りつつ行軍の全体にわたって大いに苦難をなめた。
πόρρωθεν δʼ ὁμοίως ἐπεχορηγεῖτο μικρὰ καὶ σπάνια ὥστε λιμώττειν τὸ στράτευμα·
そして遠方から供給される物資は同様にわずかで稀であったため、軍隊は飢えることとなった。
καὶ τὰ ὑποζύγια ἐπέλιπε, καὶ τὰ σκεύη κατελείπετο ἐν ταῖς ὁδοῖς καὶ τοῖς στρατοπέδοις·
また、役獣は尽き果て、器具は道々や宿営地に遺棄された。
ἀπὸ δὲ τῶν φοινίκων ἦν ἡ σωτηρία τοῦ τε καρποῦ καὶ τοῦ ἐγκεφάλου.
しかし、ナツメヤシの実と髄が彼らの救いとなった。
φασὶ δὲ φιλονεικῆσαι τὸν Ἀλέξανδρον καίπερ εἰδότα τὰς ἀπορίας πρὸς τὴν κατέχουσαν δόξαν, ὡς Σεμίραμις μὲν ἐξ Ἰνδῶν φεύγουσα σωθείη μετὰ ἀνδρῶν ὡς εἴκοσι, Κῦρος δὲ ἑπτά, εἰ δύναιτο αὐτὸς τοσοῦτο στράτευμα διασῶσαι διὰ τῆς αὐτῆς χώρας, νικῶν καὶ ταῦτα.
人々が言うには、アレクサンドロスは困難を知っていたにもかかわらず、広く流布している評判に対抗して競おうとした。 それは、セミラミスはインドから逃れる際におよそ二十人の部下とともに生き延び、キュロスは七人とともに生き延びたが、自分自身がこれほどの大軍を同じ地域を通って無事に救い出し、これらをも打ち破ることができるかどうか、ということについてであった。
§15.2.6πρὸς δὲ τῇ ἀπορίᾳ χαλεπὸν ἦν καὶ τὸ καῦμα καὶ τὸ βάθος τῆς ψάμμου καὶ ἡ θερμότης, ἔστι δʼ ὅπου καὶ θῖνες ὑψηλοὶ ὥστε πρὸς τῷ δυσχερῶς ἀναφέρειν τὰ σκέλη καθάπερ ἐκ βυθοῦ καὶ ἀναβάσεις εἶναι καὶ καταβάσεις·
欠乏に加えて、暑さと、砂の深さと、熱気もまた苛酷であり、ところによっては高い砂丘もあったため、まるで深淵からであるかのように両脚を困難極まりなく引き上げることに加えて、上り下りもあった。
ἀνάγκη δʼ ἦν καὶ σταθμοὺς ποιεῖσθαι μακροὺς διὰ τὰ ὑδρεῖα διακοσίων καὶ τετρακοσίων σταδίων, ἔστι δʼ ὅτε καὶ ἑξακοσίων, νυκτοποροῦντας τὸ πλέον.
そして貯水池のために、主に夜間に行軍しながら、二百ないし四百スタディオン、時には六百スタディオンにも及ぶ長い一日の行軍を行わねばならなかった。
πόρρω δὲ τῶν ὑδρείων ἐστρατοπεδεύοντο ἐν τριάκοντα σταδίοις πολλάκις τοῦ μὴ ἐμφορεῖσθαι κατὰ δίψος·
しかし、渇きのあまりに飲みすぎないようにするため、彼らはしばしば貯水池から三十スタディオン離れた遠方に宿営した。
πολλοὶ γὰρ ἐμπίπτοντες σὺν ὅπλοις ἔπινον ὡς ἂν ὑποβρύχιοι, φυσώμενοι δʼ ἐπέπλεον ἐκπεπνευκότες καὶ τὰ ὑδρεῖα βραχέα ὄντα διέφθειρον·
というのも、多くの者が武具をつけたまま飛び込んで、まるで水没したかのように飲み、体が膨れ上がって息絶えて浮き上がり、底の浅い貯水池の水を汚したからである。
οἱ δʼ ἐν τῷ ἡλίῳ κατὰ μέσην τὴν ὁδὸν ἀπηγορευκότες ἔκειντο ὑπὸ δίψους·
他方、行軍の途中で太陽の下、力尽きて渇きのために横たわる者たちもいた。
ἔπειτα τρομώδεις μετὰ παλμοῦ χειρῶν καὶ σκελῶν ἔθνησκον παραπλησίως ὡς ἂν ῥίγους καὶ φρίκης ἐχόμενοι.
そして彼らは、まるで寒気と震えに襲われているかのように、手足を小刻みに震わせて痙攣しながら死んでいった。
συνέβαινε δέ τισι καὶ ἐκτραπομένοις τὴν ὁδὸν καταδαρθεῖν κρατουμένοις ὑπὸ ὕπνου καὶ κόπου, ὑστερήσαντες δʼ οἱ μὲν ἀπώλοντο πλάνῃ τῶν ὁδῶν καὶ ὑπὸ ἀπορίας ἁπάντων καὶ καύματος, οἱ δʼ ἐσώθησαν πολλὰ ταλαιπωρήσαντες·
また、ある者たちには、道から外れて眠気と疲労に負けて眠り込んでしまい、遅れをとった結果、道に迷ってあらゆるものの欠乏と暑さによって死に絶えるか、あるいは多くの苦難の末に生き延びるということが起こった。
πολλὰ δὲ κατέκλυσε καὶ τῶν σωμάτων καὶ τῶν χρηστηρίων ἐπιπεσὼν χειμάρρους νύκτωρ·
さらに、夜間に鉄砲水が襲いかかって、多くの遺体や実用的な道具を押し流した。
καὶ τῆς βασιλικῆς δὲ κατασκευῆς ἐξηλείφθη πολλή·
そして王の家財もその多くが失われた。
καὶ τῶν καθοδηγῶν δὲ κατʼ ἄγνοιαν πολὺ εἰς τὴν μεσόγαιαν ἐκτραπομένων ὥστε μηκέτι ὁρᾶν τὴν θάλατταν, συνεὶς ὁ βασιλεὺς ἐξαυτῆς ὥρμησε ζητήσων τὴν ᾐόνα, καὶ ἐπειδὴ εὗρε καὶ ὀρύξας εἶδεν ὕδωρ πότιμον, μεταπέμπεται τὸ στρατόπεδον, καὶ λοιπὸν μέχρι ἡμερῶν ἑπτὰ πλησίον ᾔει τῆς ᾐόνος εὐπορῶν ὑδρείας·
また、案内人たちが無知のために内陸部へと大きく道を外れ、もはや海が見えなくなったが、王はそれに気づき直ちに自ら海岸を探しに出発した。 そして彼がそれを見つけ、掘って飲料水があるのを確かめると、軍隊を呼び寄せた。 そしてその後七日間にわたり、水に事欠くことなく海岸の近くを進んだ。
ἔπειτʼ αὖθις εἰς τὴν μεσόγαιαν ἀνεχώρησεν.
その後、再び内陸へと戻っていった。
§15.2.7ἦν δέ τι ὅμοιον τῇ δάφνῃ φυτόν, οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων ἀπέθνησκε μετὰ ἐπιληψίας καὶ ἀφροῦ·
月桂樹に似た植物があり、役獣のうちそれを口にしたものは、痙攣を起こし泡を吹いて死んだ。
ἄκανθα δὲ τοὺς καρποὺς ἐπὶ γῆς κεχυμένη, καθάπερ οἱ σίκυοι, πλήρης ἦν ὀποῦ·
また、キュウリのように地を這って実を結ぶ棘だらけの植物があり、樹液に満ちていた。
τούτου δὲ ῥανίδες εἰς ὀφθαλμὸν ἐμπεσοῦσαι πᾶν ἀπετύφλουν ζῷον·
この液の滴が目に入ると、あらゆる生き物を盲目にした。
οἵ τε ὠμοὶ φοίνικες ἔπνιγον πολλούς.
また、熟していないナツメヤシの実を食べて、多くの者が窒息した。
ἦν δὲ κίνδυνος καὶ ἀπὸ τῶν ὄφεων·
蛇による危険もあった。
ἐν γὰρ τοῖς θισὶν ἐπεφύκει βοτάνη, ταύτῃ δʼ ὑποδεδυκότες ἐλάνθανον τοὺς δὲ πληγέντας ἀπέκτεινον.
砂丘には草が生えており、その下に潜り込んで姿を隠し、噛まれた者を殺したからである。
ἐν δὲ τοῖς Ὠρίταις τὰ τοξεύματα χρίεσθαι θανασίμοις φαρμάκοις ἔφασαν, ξύλινα ὄντα καὶ πεπυρακτωμένα·
またオリタイ人の間では、矢が致死性の毒を塗られており、それらは木製で火で硬くされていたと言われている。
τρωθέντα δὲ Πτολεμαῖον κινδυνεύειν·
そして、負傷したプトレマイオスが危機に陥った。
ἐν ὕπνῳ δὲ παραστάντα τινὰ τῷ Ἀλεξάνδρῳ δεῖξαι ῥίζαν αὐτόπρεμνον, ἣν κελεῦσαι τρίβοντα ἐπιτιθέναι τῷ τρωθέντι·
しかし夢の中で、ある者がアレクサンドロスの枕元に立って根ごと引き抜かれたある植物を示し、それをすりつぶして負傷者に塗るように命じた。
ἐκ δὲ τοῦ ὕπνου γενόμενον, μεμνημένον τῆς ὄψεως εὑρεῖν ζητοῦντα τὴν ῥίζαν πολλὴν πεφυκυῖαν καὶ χρήσασθαι καὶ αὐτὸν καὶ τοὺς ἄλλους·
眠りから覚めると、彼はその夢の光景を覚えていて、その根を探し求めて多く生えているのを見つけ、彼自身も他の者たちもこれを使用した。
ἰδόντας δὲ τοὺς βαρβάρους εὑρημένον τὸ ἀλέξημα ὑπηκόους γενέσθαι τῷ βασιλεῖ.
そして原住民は、その治療法が発見されたのを見て、王に服従した。
εἰκὸς δέ τινα μηνῦσαι τῶν εἰδότων, τὸ δὲ μυθῶδες προσετέθη κολακείας χάριν.
しかし実際は、事情を知る者が誰か教えたのであり、神話的な要素はへつらいのために付け加えられたのだろう。
ἐλθὼν δʼ εἰς τὸ βασίλειον τῶν Γεδρωσίων ἑξηκοσταῖος ἀπὸ Ὠρῶν, διαναπαύσας τὰ πλήθη μικρόν, ἀπῆρεν εἰς τὴν Καρμανίαν.
彼はオロイから六十日目にゲドロシア人の首都に到着し、軍勢を少し休ませた後、カルマニアに向けて出発した。

語釈・文法注

  1. 15.2.5αὐτὸς — 対格不定詞句 `ἄρξασθαι τοῦ πλοῦ` の主語を示す主格名詞。間接話法の主動詞(ここでは `φησιν`)の主語(Nearchus)と、不定詞の意味上の主語が同一であるため、対格(`αὐτόν`)ではなく主格が用いられる(主格同格による引き込み現象)。
  2. 15.2.6ὥστε πρὸς τῷ δυσχερῶς ἀναφέρειν τὰ σκέλη καθάπερ ἐκ βυθοῦ καὶ ἀναβάσεις εἶναι καὶ καταβάσεις — 構文の整理。`ὥστε` 節の中に、前置詞句 `πρὸς τῷ ... ἀναφέρειν`(「脚を困難に引き上げることに加えて」)が挿入されており、`ὥστε` に直接導かれる主たる不定詞は `εἶναι`(「上り下りがあるほどであった」)である。
  3. 15.2.6τοῦ μὴ ἐμφορεῖσθαι — 冠詞付き不定詞の属格(`τοῦ` +否定辞 `μή` +不定詞)が、「〜しないように」という目的、あるいは予防・回避を表す用法。目的を示す副詞的用法のひとつ。
  4. 15.2.7οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων — 構文の解釈。関係代名詞属格 `οὗ` は先行詞 `φυτόν` を指し、分詞 `γευσάμενον` の目的語。`τῶν ὑποζυγίων` は、名詞化された中性分詞 `τὸ γευσάμενον`(「口にしたもの」)を修飾する部分属格で、「役獣のうち、それを口にしたもの」という主体を表す。

この箇所を引用する

ストラボン, 地理誌 §15.2.5-15.2.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.2.5-15.2.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。