Humanitext Reader

ストラボン · 地理誌 §15.1.56-15.1.58

メガステネスによるインドの怪異な民族と哲学者

491 / 577 箇所 · ギリシア語

要旨

メガステネスが伝えるインドの山岳地帯や辺境の怪異な民族、動物、巨大な植物などの神話的な報告を紹介し、それに対する批判を加える。さらに、インドの哲学者たちを山地派(ディオニュソス崇拝)と平野派(ヘラクレス崇拝)に分類する説を紹介し、その植物相に関する主張の誤りを指摘する。

§15.1.56ἔχει μὲν οὖν καὶ ταῦτα πολλὴν ἀήθειαν πρὸς τὰ παρʼ ἡμῖν, ἔτι μέντοι μᾶλλον τὰ τοιάδε.
したがって、これらも私たちの習慣と比べて大いに異様なものであるが、次のようなことはなおさらそうである。
φησὶ γὰρ τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι καὶ σαρκοφαγεῖν τὰ τῶν συγγενῶν σώματα· πετροκυλιστὰς δʼ εἶναι κερκοπιθήκους, οἳ λίθους κατακυλίουσι κρημνοβατοῦντες ἐπὶ τοὺς διώκοντας· τά τε παρʼ ἡμῖν ἥμερα ζῷα τὰ πλεῖστα παρʼ ἐκείνοις ἄγρια εἶναι· ἵππους τε λέγει μονοκέρωτας ἐλαφοκράνους· καλάμους δέ, μῆκος μὲν τριάκοντα ὀργυιῶν τοὺς ὀρθίους, τοὺς δὲ χαμαικλινεῖς πεντήκοντα, πάχος δὲ ὥστε τὴν διάμετρον τοῖς μὲν εἶναι τρίπηχυν τοῖς δὲ διπλασίαν.
というのも、彼の言うところでは、カウカソスに住む人々は公然と女性と交わり、親族の遺体を食べること、また尾のある猿は岩を転がすものであって、崖を登りながら追跡者たちに向かって石を転げ落とすこと、そして私たちのところでは温厚な動物の大部分が彼らのところでは野生であること、また一角で鹿の頭をした馬がいると彼は言っていること、そして葦については、直立しているものは長さが三十オルグイア、地面に伏しているものは五十オルグイアであり、太さはその直径が、あるものは三ペーキュス、別のものはその二倍に達するほどであるということである。
§15.1.57̔υπερεκπίπτων δʼ ἐπὶ τὸ μυθῶδες πεντασπιθάμους ἀνθρώπους λέγει καὶ τρισπιθάμους, ὧν τινὰς ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος·
さらに彼は神話的なものへと逸脱して、五スピタメーや三スピタメーの人間がいると言い、そのうちの一部は鼻がなく、口の上に二つの呼吸孔があるだけだと言う。
πρὸς δὲ τοὺς τρισπιθάμους πόλεμον εἶναι ταῖς γεράνοις (ὃν καὶ Ὅμηρον δηλοῦν) καὶ τοῖς πέρδιξιν, οὓς χηνομεγέθεις εἶναι· τούτους δʼ ἐκλέγειν αὐτῶν τὰ ᾠὰ καὶ φθείρειν·
また、三スピタメーの人々に対しては、鶴たちが戦争を仕切っており(これはホメロスも明らかにしていることである)、さらには鵞鳥の大きさがあるシャコたちも戦争をしており、これらが彼らの卵を選び出して破壊するのだという。
ἐκεῖ γὰρ ᾠοτοκεῖν τὰς γεράνους· διόπερ μηδαμοῦ μήτʼ ᾠὰ εὑρίσκεσθαι γεράνων, μήτʼ οὖν νεόττια·
なぜなら、鶴たちはそこで卵を産むからであり、それゆえに鶴の卵も雛も他のどこにも見つからないのである。
πλειστάκις δʼ ἐκπίπτειν γέρανον χαλκῆν ἔχουσαν ἀκίδα ἀπὸ τῶν ἐκεῖθεν πληγμάτων.
また、あちらからの打撃による青銅の矢尻が刺さった鶴が、しばしば飛来して落ちてくるのだという。
ὅμοια δὲ καὶ τὰ περὶ τῶν ἐνωτοκοιτῶν καὶ τῶν ἀγρίων ἀνθρώπων καὶ ἄλλων τερατωδῶν.
耳で寝る者たちや、野生の人間、その他の怪物の類についても、同様なことが語られている。
τοὺς μὲν οὖν ἀγρίους μὴ κομισθῆναι παρὰ Σανδρόκοττον·
野生の人々については、サンドロコットスのもとへは連れてこられなかったという。
ἀποκαρτερεῖν γάρ·
なぜなら、彼らは絶食して死んでしまうからである。
ἔχειν δὲ τὰς μὲν πτέρνας πρόσθεν, τοὺς δὲ ταρσοὺς ὄπισθεν καὶ τοὺς δακτύλους.
彼らは踵が前にあり、足の裏と足指が後ろにあるという。
ἀστόμους δέ τινας ἀχθῆναι ἡμέρους ἀνθρώπους·
また、口のないある温厚な人々が連れてこられたという。
οἰκεῖν δὲ περὶ τὰς πηγὰς τοῦ Γάγγου, τρέφεσθαι δʼ ἀτμοῖς ὀπτῶν κρεῶν καὶ καρπῶν καὶ ἀνθέων ὀσμαῖς, ἀντὶ τῶν στομάτων ἔχοντας ἀναπνοάς, χαλεπαίνειν δὲ τοῖς δυσώδεσι, καὶ διὰ τοῦτο περιγίνεσθαι μόλις καὶ μάλιστα ἐν στρατοπέδῳ.
彼らはガンジス川の源流近くに住み、口の代わりに呼吸孔を持ち、焼いた肉の湯気や、果物や花の香りで養われているが、悪臭にはひどく苦しみ、そのためになんとか生き延びているにすぎず、特に軍営の中ではなおさらであるという。
περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους, ὠκύποδάς τε ἱστοροῦντας ἵππων μᾶλλον ἀπιόντας, ἐνωτοκοίτας τε ποδήρη τὰ ὦτα ἔχοντας ὡς ἐγκαθεύδειν, ἰσχυροὺς δʼ ὥστʼ ἀνασπᾶν δένδρα καὶ ῥήττειν νευράν, μονομμάτους τε ἄλλους ὦτα μὲν ἔχοντας κυνὸς ἐν μέσῳ δὲ τῷ μετώπῳ τὸν ὀφθαλμόν, ὀρθοχαίτας, λασίους τὰ στήθη· τοὺς δὲ ἀμύκτηρας εἶναι παμφάγους ὠμοφάγους ὀλιγοχρονίους πρὸ γήρως θνήσκοντας· τοῦ δὲ στόματος τὸ ἄνω προχειλότερον εἶναι πολύ.
その他の者たちについては、哲学者たちが語っていると伝えており、馬よりも速く走り去る俊足の人々や、耳が足元まで届くほど大きく、その中で眠ることができる耳臥人、木を引き抜き、弓の弦を引きちぎるほど強健な人々、あるいは犬の耳を持ち、額の真ん中に目が一つあり、髪が直立し、胸が毛深い単眼の人々、そして、鼻のない人々はあらゆるものを食べ、生肉を食べ、寿命が短く、老いる前に死ぬこと、彼らの口の上唇は非常に突き出ていることなどを報告している。
περὶ δὲ τῶν χιλιετῶν Ὑπερβορέων τὰ αὐτὰ λέγει Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ ἄλλοις μυθολόγοις.
千年の寿命を持つヒュペルボレオスについては、シモニデスやピンダロス、その他の神話作者たちと同じことを彼は述べている。
μῦθος δὲ καὶ τὸ ὑπὸ Τιμαγένους λεχθὲν ὅτι χαλκὸς ὕοιτο σταλαγμοῖς χαλκοῖς καὶ σύροιτο.
ティマゲネスによって語られた、青銅の雫となって青銅が降り注ぎ、それが掃き集められるという話も神話である。
ἐγγυτέρω δὲ πίστεώς φησιν ὁ Μεγασθένης ὅτι οἱ ποταμοὶ καταφέροιεν ψῆγμα χρυσοῦ καὶ ἀπʼ αὐτοῦ φόρος ἀπάγοιτο τῷ βασιλεῖ·
しかし、川が砂金を流し落とし、それによって王に税が納められるというメガステネスの主張のほうは、より真実に近い。
τοῦτο γὰρ καὶ ἐν Ἰβηρίᾳ συμβαίνει.
というのも、これはイベリアでも起こっていることだからである。
§15.1.58περὶ δὲ τῶν φιλοσόφων λέγων τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησὶν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν Εὐφράτου πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα.
また、哲学者たちについて語る中で、山地に住む人々はディオニュソスを讃える者たちであり、その証拠として、彼らのところにだけ野生の葡萄が育ち、蔦、月桂樹、ミルトス、柘植、その他常緑の植物が育つことを挙げていると彼は言う。 これらの常緑樹は、ユーフラテス川の向こう側には、庭園の中に稀に、しかも多大な手入れを施されて保たれているものを除いては、何一つ存在しない。
Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους.
また、細布をまとうこと、冠帯を巻くこと、香油を塗ること、色鮮やかな衣服で染めること、そして王たちが外出する際に鐘を鳴らされ、太鼓を叩かれることも、ディオニュソス的であるという。
τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν.
一方、平野に住む人々はヘラクレスを崇拝しているという。
ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου·
これらは確かに神話的であり、多くの人々によって誤りが指摘されている。 特に葡萄とワインに関する記述についてはそうである。
πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλὴ καὶ ἡ Μεσοποταμία ὅλη καὶ ἡ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας· τούτων δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.
なぜなら、ユーフラテス川とアルメニアの向こう側には、広大な全メソポタミアがあり、さらにはメディアがペルシスやカルマニアに至るまで続いており、これらの国々のそれぞれの大部分が、優れた葡萄と優れたワインを産出すると言われているからである。

語釈・文法注

  1. 15.1.56τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι — 主動詞 φησὶν(53節または56節の φησὶ γὰρ)に依存する対格不定詞構文(A.C.I.)。対格の τοὺς τὸν Καύκασον οἰκοῦντας が不定詞 μίσγεσθαι および後続の σαρκοφαγεῖν の意味上の主語となっている。
  2. 15.1.57ὧν τινὰς ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος — 関係代名詞 ὧν の先行詞は前述の τρισπιθάμους(三スピタメーの人々)。τινὰς は不定詞 εἶναι が省略された対格不定詞構文の主語で、ἀμύκτηρας はその対格補語。「彼らのうち一部は鼻がない(とメガステネスは言う)」となる。
  3. 15.1.57περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους — この不定詞句は、間接話法の中で「哲学者たちが他の者たちについて語っている(とメガステネスが報告している)」という意味。τοὺς φιλοσόφους が不定詞 διηγεῖσθαι の意味上の主語(対格)であり、後ろの ἱστοροῦντας はこれに一致する分詞。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.56-15.1.58. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.56-15.1.58

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。