Humanitext Reader

ストラボン · 地理誌 §15.1.53-15.1.55

インド人の素朴な生活習慣と法習俗および王の日常

490 / 577 箇所 · ギリシア語

要旨

メガステネスの報告に基づき、インド人の生活の質素さ、文字を持たないことによる契約の単純さ、身飾りの嗜好、婚姻や刑罰などの法習俗、そして女性に囲まれた王の私生活や狩猟の様子を伝える。

§15.1.53εὐτελεῖς δὲ κατὰ τὴν δίαιταν Ἰνδοὶ πάντες, μᾶλλον δʼ ἐν ταῖς στρατείαις·
インド人は皆、生活様式において質素であり、とりわけ遠征においてはなおさらである。
οὐδʼ ὄχλῳ περιττῷ χαίρουσι, διόπερ εὐκοσμοῦσι.
また、余計な人だかりを好まないため、秩序が保たれている。
πλείστη δʼ ἐκεχειρία περὶ τὰς κλοπάς·
彼らの間では、盗みに関しては最大限の休止(事実上の不存在)が見られる。
γενόμενος γοῦν ἐν τῷ Σανδροκόττου στρατοπέδῳ φησὶν ὁ Μεγασθένης, τετταράκοντα μυριάδων πλήθους ἱδρυμένου μηδεμίαν ἡμέραν ἰδεῖν ἀνηνεγμένα κλέμματα πλειόνων ἢ διακοσίων δραχμῶν ἄξια, ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις.
実際、メガステネスはサンドロコットスの陣営に滞在した際、四十万人もの群衆が駐屯していたにもかかわらず、二百ドラクマを超える価値の盗品が報告された日を一日たりとも見なかったと述べている。 しかも彼らは不文律の法を用いているのである。
οὐδὲ γὰρ γράμματα εἰδέναι αὐτούς, ἀλλʼ ἀπὸ μνήμης ἕκαστα διοικεῖσθαι·
彼らは文字すら知らず、すべてを記憶に頼って処理している。
εὐπραγεῖν δʼ ὅμως διὰ τὴν ἁπλότητα καὶ τὴν εὐτέλειαν·
それにもかかわらず、その単純さと簡素さによって彼らは健やかに暮らしている。
οἶνόν τε γὰρ οὐ πίνειν ἀλλʼ ἐν θυσίαις μόνον, πίνειν δʼ ἀπʼ ὀρύζης ἀντὶ κριθίνων συντιθέντας·
彼らは酒を飲まず、犠牲式のときだけ飲むが、その酒は麦の代わりに米から醸造したものである。
καὶ σιτία δὲ τὸ πλέον ὄρυζαν εἶναι ῥοφητήν.
また、主食も大部分は流動食状の米である。
καὶ ἐν τοῖς νόμοις δὲ καὶ συμβολαίοις τὴν ἁπλότητα ἐλέγχεσθαι ἐκ τοῦ μὴ πολυδίκους εἶναι·
彼らの法や契約における単純さは、彼らが裁判沙汰を好まないことからも証明されている。
οὔτε γὰρ ὑποθήκης οὔτε παρακαταθήκης εἶναι δίκας, οὐδὲ μαρτύρων οὐδὲ σφραγίδων αὐτοῖς δεῖν, ἀλλὰ πιστεύειν παραβαλλομένους·
担保や寄託に関する訴訟はなく、彼らには証人も印章も必要なく、互いに信頼して委ねるからである。
καὶ τὰ οἴκοι δὲ τὸ πλέον ἀφρουρεῖν.
そして、家庭内のものも大部分は無警戒のままである。
ταῦτα μὲν δὴ σωφρονικά, τἆλλα δʼ οὐκ ἄν τις ἀποδέξαιτο, τὸ μόνους διαιτᾶσθαι ἀεὶ καὶ τὸ μὴ μίαν εἶναι πᾶσιν ὥραν κοινὴν δείπνου τε καὶ ἀρίστου, ἀλλʼ ὅπως ἑκάστῳ φίλον·
これらは節度ある美徳であるが、その他の習慣は同意しがたいものである。 すなわち、常に一人だけで食事をすること、また昼食と夕食のために全員が共有する共通の時間がなく、それぞれが好むままにすることである。
πρὸς γὰρ τὸν κοινωνικὸν καὶ τὸν πολιτικὸν βίον ἐκείνως κρεῖττον.
なぜなら、社会生活や共同体生活にとっては、あのやり方のほうが優れているからである。
§15.1.54γυμνασίων δὲ μάλιστα τρῖψιν δοκιμάζουσι καὶ ἄλλως καὶ διὰ σκυταλίδων ἐβενίνων λείων ἐξομαλίζονται τὰ σώματα.
運動としては、彼らは特に摩擦マッサージを推奨しており、とりわけ滑らかな黒檀の丸棒を使って体をつややかに整える。
λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα·
埋葬も質素であり、墓標の土盛りも小さい。
ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται·
しかし、その他の質素さとは対照的に、彼らは身を美しく飾る。
χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται·
金を身につけ、宝石の装飾品を用い、色鮮やかな細布をまとい、日傘を従わせている。
τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν·
美を重んじるがゆえに、容姿を美しく飾るあらゆることを実践しているのである。
ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.
同様に彼らは真実と徳を尊ぶ。 それゆえ、老人たちに対しても、彼らが知恵において優れていない限り、年齢による特権は与えない。
πολλὰς δὲ γαμοῦσιν ὠνητὰς παρὰ τῶν γονέων, λαμβάνουσί τε ἀντιδιδόντες ζεῦγος βοῶν, ὧν τὰς μὲν εὐπειθείας χάριν τὰς δʼ ἄλλας ἡδονῆς καὶ πολυτεκνίας·
彼らは親から買い取った多くの妻を娶り、対価として一対の牛を渡して彼女らを受け取る。 妻たちのうち、ある者は従順さのために、他の者は快楽や子だくさんのために娶る。
εἰ δὲ μὴ σωφρονεῖν ἀναγκάσαιεν, πορνεύειν ἔξεστι.
もし彼女たちに節度を守らせることができなければ、不貞を働くことが許されている。
θύει δὲ οὐδεὶς ἐστεφανωμένος οὐδὲ θυμιᾷ οὐδὲ σπένδει, οὐδὲ σφάττουσι τὸ ἱερεῖον ἀλλὰ πνίγουσιν, ἵνα μὴ λελωβημένον ἀλλʼ ὁλόκληρον διδῶται τῷ θεῷ·
誰も花冠をかぶって犠牲を捧げることはせず、香をたくことも、献酒をすることもない。 また、犠牲獣を切り裂いて屠殺するのではなく、窒息死させる。 それは、傷つけられたものではなく、五体満足のものが神に捧げられるためである。
ψευδομαρτυρίας δʼ ὁ ἁλοὺς ἀκρωτηριάζεται, ὅ τε πηρώσας οὐ τὰ αὐτὰ μόνον ἀντιπάσχει ἀλλὰ καὶ χειροκοπεῖται·
偽証で有罪となった者は手足を切断され、また他人に障害を負わせた者は、同じ害を被るだけでなく、手も切り落とされる。
ἐὰν δὲ καὶ τεχνίτου χεῖρα ἢ ὀφθαλμὸν ἀφέληται, θανατοῦται.
もし職人の手や目を奪った場合は、死刑に処される。
δούλοις δὲ οὗτος μέν φησι μηδένα Ἰνδῶν χρῆσθαι, Ὀνησίκριτος δὲ τῶν ἐν τῇ Μουσικανοῦ τοῦτʼ ἴδιον ἀποφαίνει καὶ ὡς κατόρθωμά γε·
奴隷については、彼(メガステネス)はインド人の誰も使用しないと言うが、オネシクリトスはムシカノスの土地の人々においてはこれが独自の習慣であり、しかも優れた制度であると表明している。
καθάπερ καὶ ἄλλα πολλὰ λέγει τῆς χώρας ταύτης κατορθώματα ὡς εὐνομωτάτης.
彼はこの地方の他の多くの優れた点についても、極めて法秩序が整った国として述べているのと同様である。
§15.1.55τῷ βασιλεῖ δʼ ἡ μὲν τοῦ σώματος θεραπεία διὰ γυναικῶν ἐστιν, ὠνητῶν καὶ αὐτῶν παρὰ τῶν πατέρων·
王の身辺の世話は、彼女たち自身も父親から買い取られた女性たちによって行われる。
ἔξω δὲ τῶν θυρῶν οἱ σωματοφύλακες καὶ τὸ λοιπὸν στρατιωτικόν·
門の外には護衛兵とその他の軍隊が控えている。
μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ·
酔った王を殺した女性は、その王の跡を継いだ者と結ばれる恩賞を得る。
διαδέχονται δʼ οἱ παῖδες·
王位は息子たちが継承する。
οὐδʼ ὑπνοῖ μεθʼ ἡμέραν ὁ βασιλεύς·
王は昼間は眠らない。
καὶ νύκτωρ δὲ καθʼ ὥραν ἀναγκάζεται τὴν κοίτην ἀλλάττειν διὰ τὰς ἐπιβουλάς.
また夜間であっても、陰謀を避けるために、時間ごとに寝床を変えることを義務づけられている。
τῶν τε μὴ κατὰ πόλεμον ἐξόδων μία μέν ἐστιν ἡ ἐπὶ τὰς κρίσεις, ἐν αἷς διημερεύει διακούων οὐδὲν ἧττον κἂν ὥρα γένηται τῆς τοῦ σώματος θεραπείας·
戦争以外での王の外出のうち、第一は裁判のための外出であり、そこではたとえ身辺の世話の時間になっても、王はひたすら審理を聞きながら一日を過ごす。
αὕτη δʼ ἐστὶν ἡ διὰ τῶν σκυταλίδων τρῖψις·
この世話とは、丸棒を用いたマッサージのことである。
ἅμα γὰρ καὶ διακούει καὶ τρίβεται τεττάρων περιστάντων τριβέων·
なぜなら、四人のマッサージ師が周りに立ち、王はマッサージを受けながら同時に審理を聞くからである。
ἑτέρα δʼ ἐστὶν ἡ ἐπὶ τὰς θυσίας ἔξοδος·
第二の外出は犠牲式のための外出である。
τρίτη δʼ ἐπὶ θήραν βακχική τις κύκλῳ γυναικῶν περικεχυμένων, ἔξωθεν δὲ τῶν δορυφόρων·
第三は狩りのための外出であり、これは一種のバッコス祭の狂乱のようであり、女性たちが周囲を取り囲み、その外側を槍持ちが取り囲む。
παρεσχοίνισται δʼ ἡ ὁδός, τῷ δὲ παρελθόντι ἐντὸς μέχρι γυναικῶν θάνατος·
通り道には縄が張られ、その内側に入って女性たちのところまで進んだ者には死刑が科される。
προηγοῦνται δὲ τυμπανισταὶ καὶ κωδωνοφόροι.
太鼓叩きと鐘持ちが先導する。
κυνηγετεῖ δʼ ἐν μὲν τοῖς περιφράγμασιν ἀπὸ βήματος τοξεύων (παρεστᾶσι δʼ ἔνοπλοι δύο ἢ τρεῖς γυναῖκες), ἐν δὲ ταῖς ἀφράκτοις θήραις ἀπʼ ἐλέφαντος·
王は、囲いの中では高台から弓を射て狩りをする(このとき武装した二、三人の女性が傍らに控える)。 囲いのない場所での狩りでは、象の上から行う。
αἱ δὲ γυναῖκες αἱ μὲν ἐφʼ ἁρμάτων, αἱ δʼ ἐφʼ ἵππων αἱ δὲ καὶ ἐπʼ ἐλεφάντων, ὡς καὶ συστρατεύουσιν, ἠσκημέναι παντὶ ὅπλῳ.
そして女性たちは、ある者は戦車に、ある者は馬に、またある者は象に乗って同行し、遠征に加わるのと同様に、あらゆる武器で武装している。

語釈・文法注

  1. 15.1.53ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις — καὶ ταῦτα は「しかも」「それも〜なのに」を意味する譲歩・付加の慣用表現。分詞 χρωμένοις は先行する 40万人の群衆(あるいはインド人たち)を指す与格に一致している。
  2. 15.1.53ἀφρουρεῖν — 間接話法の不定詞。τὰ οἴκοι(家庭内のもの)を目的格(主語)とする自動詞的な表現、あるいは「人々が家庭のものを監視しないままにしておく」という能動の省略構造と解釈され、いずれにせよ「家財が警備されずに放置されている」という実態を示す。
  3. 15.1.54ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι — 接続法 πλεονεκτῶσι を伴う ἂν μὴ(=ἐὰν μή)による条件節。「彼らが知恵(実務的な判断力)において他より優れていない限りは」という除外・条件を表す。
  4. 15.1.55μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ — 文の主語は γυνὴ(これに一致する分詞が κτείνασα)、主動詞は ἔχει であり、その目的語として不定詞 συνεῖναι(共寝すること)が続く。τῷ ἐκεῖνον διαδεξαμένῳ は συνεῖναι が従える与格で「その王を継承した者」を意味する。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.53-15.1.55. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.53-15.1.55

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。