Humanitext Reader

斯特拉波 · 地理学 §15.1.56-15.1.58

美加斯提尼记载的印度异族与哲学家

第 491 段,共 577 段 · 希腊语

内容简介

作者介绍了美加斯提尼关于印度山区和边境奇异民族、怪兽及巨型植物的神话般记载,并对此进行了批判。此外,他还介绍了将印度哲学家分为山地派(崇拜狄奥尼索斯)与平原派(崇拜赫拉克勒斯)的学说,并指出了关于该地区植物群分布主张的错误。

§15.1.56ἔχει μὲν οὖν καὶ ταῦτα πολλὴν ἀήθειαν πρὸς τὰ παρʼ ἡμῖν, ἔτι μέντοι μᾶλλον τὰ τοιάδε.
这些事物与我们这里的习惯相比也具有极大的奇异性,然而接下来的事情更是如此。
φησὶ γὰρ τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι καὶ σαρκοφαγεῖν τὰ τῶν συγγενῶν σώματα· πετροκυλιστὰς δʼ εἶναι κερκοπιθήκους, οἳ λίθους κατακυλίουσι κρημνοβατοῦντες ἐπὶ τοὺς διώκοντας· τά τε παρʼ ἡμῖν ἥμερα ζῷα τὰ πλεῖστα παρʼ ἐκείνοις ἄγρια εἶναι· ἵππους τε λέγει μονοκέρωτας ἐλαφοκράνους· καλάμους δέ, μῆκος μὲν τριάκοντα ὀργυιῶν τοὺς ὀρθίους, τοὺς δὲ χαμαικλινεῖς πεντήκοντα, πάχος δὲ ὥστε τὴν διάμετρον τοῖς μὲν εἶναι τρίπηχυν τοῖς δὲ διπλασίαν.
因为他(美加斯提尼)说,居住在高加索地区的人们在公开场合与妇女交合,并且吃亲属的尸体;而有尾猴是扔石者,它们在攀爬悬崖时向追赶它们的人扔下石头;我们这里的大部分温顺动物,在他们那里都是野生的;他还提到有一角且长着鹿头的马;至于芦苇,直立的长达三十寻,而卧在地上的一百五十寻,其粗细程度使得有些直径达三肘,有些则达双倍。
§15.1.57̔υπερεκπίπτων δʼ ἐπὶ τὸ μυθῶδες πεντασπιθάμους ἀνθρώπους λέγει καὶ τρισπιθάμους, ὧν τινὰς ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος· πρὸς δὲ τοὺς τρισπιθάμους πόλεμον εἶναι ταῖς γεράνοις (ὃν καὶ Ὅμηρον δηλοῦν) καὶ τοῖς πέρδιξιν, οὓς χηνομεγέθεις εἶναι· τούτους δʼ ἐκλέγειν αὐτῶν τὰ ᾠὰ καὶ φθείρειν· ἐκεῖ γὰρ ᾠοτοκεῖν τὰς γεράνους· διόπερ μηδαμοῦ μήτʼ ᾠὰ εὑρίσκεσθαι γεράνων, μήτʼ οὖν νεόττια· πλειστάκις δʼ ἐκπίπτειν γέρανον χαλκῆν ἔχουσαν ἀκίδα ἀπὸ τῶν ἐκεῖθεν πληγμάτων.
他进一步陷入神话,说有五掌宽和三掌宽的人,其中一些人没有鼻子,在嘴上方只有两个呼吸孔;而针对三掌宽的人,有一场由鹤(荷马也指出了这一点)和有鹅那么大的鹧鸪进行的战争;这些鹧鸪挑选并破坏他们的蛋,因为鹤在那里产卵,因此在任何地方都找不到鹤的蛋或雏鸟;而且经常有带着因那里的打击而留下的青铜箭头的鹤落下来。
ὅμοια δὲ καὶ τὰ περὶ τῶν ἐνωτοκοιτῶν καὶ τῶν ἀγρίων ἀνθρώπων καὶ ἄλλων τερατωδῶν.
关于耳卧人、野人以及其他怪物的事情也是类似的。
τοὺς μὲν οὖν ἀγρίους μὴ κομισθῆναι παρὰ Σανδρόκοττον· ἀποκαρτερεῖν γάρ· ἔχειν δὲ τὰς μὲν πτέρνας πρόσθεν, τοὺς δὲ ταρσοὺς ὄπισθεν καὶ τοὺς δακτύλους.
关于野人,他说他们没有被带到沙陀罗哥特斯面前,因为他们会绝食而死;他们的脚后跟在前面,而足背和脚趾在后面。
ἀστόμους δέ τινας ἀχθῆναι ἡμέρους ἀνθρώπους· οἰκεῖν δὲ περὶ τὰς πηγὰς τοῦ Γάγγου, τρέφεσθαι δʼ ἀτμοῖς ὀπτῶν κρεῶν καὶ καρπῶν καὶ ἀνθέων ὀσμαῖς, ἀντὶ τῶν στομάτων ἔχοντας ἀναπνοάς, χαλεπαίνειν δὲ τοῖς δυσώδεσι, καὶ διὰ τοῦτο περιγίνεσθαι μόλις καὶ μάλιστα ἐν στρατοπέδῳ.
还有一些没有嘴的温顺的人被带了过来;他们居住在恒河源头附近,靠烤肉的蒸汽以及水果和花朵的气味维生,用呼吸孔代替嘴,但他们对恶臭感到十分痛苦,因此勉强生存,特别是在军营中。
περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους, ὠκύποδάς τε ἱστοροῦντας ἵππων μᾶλλον ἀπιόντας, ἐνωτοκοίτας τε ποδήρη τὰ ὦτα ἔχοντας ὡς ἐγκαθεύδειν, ἰσχυροὺς δʼ ὥστʼ ἀνασπᾶν δένδρα καὶ ῥήττειν νευράν, μονομμάτους τε ἄλλους ὦτα μὲν ἔχοντας κυνὸς ἐν μέσῳ δὲ τῷ μετώπῳ τὸν ὀφθαλμόν, ὀρθοχαίτας, λασίους τὰ στήθη· τοὺς δὲ ἀμύκτηρας εἶναι παμφάγους ὠμοφάγους ὀλιγοχρονίους πρὸ γήρως θνήσκοντας· τοῦ δὲ στόματος τὸ ἄνω προχειλότερον εἶναι πολύ.
关于其他人,他说哲学家们有所叙述,记载了比马跑得还快并离去的捷足人,以及耳朵长达脚部以便在其中睡觉的耳卧人,还有强壮到能拔起树木和拉断弓弦的人,以及其他长着狗耳、眼睛长在额头中央的单眼人,他们头发直立,胸部多毛;而那些无鼻人是杂食者,吃生肉,寿命短暂,在衰老之前就死去;他们的嘴上部比下部突出得多。
περὶ δὲ τῶν χιλιετῶν Ὑπερβορέων τὰ αὐτὰ λέγει Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ ἄλλοις μυθολόγοις.
关于活一千年的极北人,他所说的与西蒙尼德斯、品达以及其他神话作家相同。
μῦθος δὲ καὶ τὸ ὑπὸ Τιμαγένους λεχθὲν ὅτι χαλκὸς ὕοιτο σταλαγμοῖς χαλκοῖς καὶ σύροιτο.
蒂马根尼所说的关于青铜以青铜滴雨般降下并被扫起的事情也是神话。
ἐγγυτέρω δὲ πίστεώς φησιν ὁ Μεγασθένης ὅτι οἱ ποταμοὶ καταφέροιεν ψῆγμα χρυσοῦ καὶ ἀπʼ αὐτοῦ φόρος ἀπάγοιτο τῷ βασιλεῖ· τοῦτο γὰρ καὶ ἐν Ἰβηρίᾳ συμβαίνει.
但美加斯提尼说,更接近可信的是河流带下金砂,并由此向国王纳税;因为这在伊比利亚也发生。
§15.1.58περὶ δὲ τῶν φιλοσόφων λέγων τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησὶν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν Εὐφράτου πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα.
在谈到哲学家时,他说他们中居住在山区的人是狄奥尼索斯的赞美者,他们展示的证据是仅在他们那里生长的野生葡萄,以及常春藤、月桂树、香桃木、黄杨和其他常绿植物,这些植物在幼发拉底河彼岸除了在公园里极少且经过精心照料得以保存之外,并不存在。
Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους.
穿着细棉布、戴冠带、涂香油、染花色衣服,以及国王在出行时有钟声和鼓声伴随,这些也都是狄奥尼索斯式的特征。
τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν.
而居住在平原的人则崇拜赫拉克勒斯。
ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου· πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλὴ καὶ ἡ Μεσοποταμία ὅλη καὶ ἡ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας· τούτων δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.
这些故事确实是神话性质的,并且被许多人反驳,特别是关于葡萄和葡萄酒的说法;因为在幼发拉底河和亚美尼亚彼岸有广阔的土地,还有整个美索不达米亚,接着是米底亚,一直延伸到波斯和卡尔马尼亚;而在这些民族中,据说每一个都有很大一部分地区盛产葡萄和葡萄酒。

词汇与语法注释

  1. 15.1.56τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι — 这是依赖于主动词 φησὶν(或指56节的 φησὶ γὰρ)的“带对格的不定式”(A.C.I.)结构。对格短语 τοὺς τὸν Καύκασον οἰκοῦντας 作不定式 μίσγεσθαι 以及随后的 σαρκοφαγεῖν 的逻辑主语。
  2. 15.1.57ὧν τινὰς ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος — 关系代名词 ὧν 的先行词是前文的 τρισπιθάμους。τινὰς 是省略了不定式 εἶναι 的对格不定式结构的逻辑主语,而 ἀμύκτηρας 是其对格表语,意为“他们中有些人是没有鼻子的”。
  3. 15.1.57περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους — 这一间接引语中的不定式从句意为“哲学家们讲述关于其他人的事”。τοὺς φιλοσόφους 是不定式 διηγεῖσθαι 的对格主语,而随后的分词 ἱστοροῦντας 与其保持一致。

引用这一段

斯特拉波, 地理学 §15.1.56-15.1.58. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.56-15.1.58

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。