§15.1.36Ἐπὶ δὲ τῇ συμβολῇ τούτου τε καὶ τοῦ ἄλλου ποταμοῦ τὰ Παλίβοθρα ἱδρῦσθαι σταδίων ὀγδοήκοντα τὸ μῆκος πλάτος δὲ πεντεκαίδεκα ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον ὥστε διὰ τῶν ὀπῶν τοξεύειν·
この川ともう一つの川の合流点にパリボトラが建てられており、その長さは80スタディオン、幅は15スタディオンで、平行四辺形の形状をなし、矢を射るための隙間が穿たれた木造の城壁を有していると言われている。
προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν.
また、防衛のため、および市内からの排水を受け入れるために、濠がその前方にあるとも言われる。
τὸ δʼ ἔθνος ἐν ᾧ ἡ πόλις αὕτη καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων·
この都市がある部族はプラシオイと呼ばれ、すべての中で最も卓越している。
τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖν τῆς πόλεως εἶναι, Παλίβοθρον καλούμενον πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς.
また、王は、生まれたときからの自らの名前に加えてパリボトラスと呼ばれ、都市にちなんだ名でなければならない。 ちょうどメガステネスが使節として派遣されて赴いた相手であるサンドロコットスのように。
τοιοῦτο δὲ καὶ τὸ παρὰ τοῖς Παρθυαίοις· Ἀρσάκαι γὰρ καλοῦνται πάντες, ἰδίᾳ δὲ ὁ μὲν Ὀρώδης ὁ δὲ Φραάτης ὁ δʼ ἄλλο τι.
これと似たことがパルティア人の間でもあり、全員がアルサケスと呼ばれ、個人の名前としては、ある者はオロデス、ある者はフラアテス、ある者はその他の名前で呼ばれる。
§15.1.37Ἀρίστη δʼ ὁμολογεῖται πᾶσα ἡ τοῦ Ὑπάνιος πέραν·
ヒュパニス川の向こう側の地域全体は、最良の地であると合意されている。
οὐκ ἀκριβοῦνται δέ, ἀλλὰ διὰ τὴν ἄγνοιαν καὶ τὸν ἐκτοπισμὸν λέγεται πάντʼ ἐπὶ τὸ μεῖζον ἢ τὸ τερατωδέστερον·
しかし、正確に知られているわけではなく、無知とそこが遠隔地であるために、すべてがより誇大に、あるいはより奇怪に語られている。
οἷα τὰ τῶν χρυσωρύχων μυρμήκων καὶ ἄλλων θηρίων τε καὶ ἀνθρώπων ἰδιομόρφων καὶ δυνάμεσί τισιν ἐξηλλαγμένων, ὡς τοὺς Σῆρας μακροβίους φασὶ πέρα καὶ διακοσίων ἐτῶν παρατείνοντας.
例えば、金を掘る蟻の話や、その他の奇妙な姿をし、特殊な能力において際立った獣や人間の話のように。 例えばセレス人は、200歳を超えて生き長らえる長寿の人々だと言うように。
λέγουσι δὲ καὶ ἀριστοκρατικήν τινα σύνταξιν πολιτείας αὐτόθι ἐκ πεντακισχιλίων βουλευτῶν συνεστῶσαν, ὧν ἕκαστον παρέχεσθαι τῷ κοινῷ ἐλέφαντα.
また、そこには5000人の評議員から構成される一種の貴族政的な国制があり、彼らのそれぞれが公共に象を1頭提供しているとも言われている。
καὶ τίγρεις δʼ ἐν τοῖς Πρασίοις φησὶν ὁ Μεγασθένης μεγίστους γίνεσθαι, σχεδὸν δέ τι καὶ διπλασίους λεόντων, δυνατοὺς δὲ ὥστε τῶν ἡμέρων τινὰ ἀγόμενον ὑπὸ τεττάρων τῷ ὀπισθίῳ σκέλει δραξάμενον ἡμιόνου βιάσασθαι καὶ ἑλκύσαι πρὸς ἑαυτόν.
また、プラシオイの地には最大のトラが生息し、ライオンのほぼ2倍の大きさになるとメガステネスは言っている。 そして、飼い慣らされたトラを4人の男が引いていく際、後ろ足でラバを捕らえ、力づくで自分の方へ引き寄せることができるほど強力である。
κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν, λευκοὺς πλὴν τοῦ προσώπου, τοῦτο δʼ εἶναι μέλαν, παρʼ ἄλλοις δʼ ἀνάπαλιν·
また、オナガザルは最大の犬よりも大きく、顔を除いて白く、顔は黒い(別の場所ではその逆であるとも言う)。
τὰς δὲ κέρκους μείζους δυεῖν πηχέων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέσεις καὶ κλοπάς.
その尾は2ペキュスより長く、非常に人懐こく、襲撃や窃盗に関して悪意がない。
λίθους δʼ ὀρύττεσθαι λιβανόχρους γλυκυτέρους σύκων ἢ μέλιτος.
また、乳香色の石が掘り出され、それはイチジクや蜜よりも甘い。
ἀλλαχοῦ δὲ διπήχεις ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες· καὶ τούτους δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς δὲ ἱδρώτων, διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξαμένου·
別の場所には、コウモリのような膜状の翼を持つ2ペキュスの蛇がおり、これらは夜間に飛び、尿、あるいは汗の滴を滴らし、注意を払わなかった者の皮膚を腐食させる。
καὶ σκορπίους εἶναι πτηνούς, ὑπερβάλλοντας μεγέθεσι·
また、翼のあるサソリもいて、極めて巨大である。
φύεσθαι δὲ καὶ ἔβενον·
黒檀も生育している。
εἶναι δὲ καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι·
また、噛みついた相手を、鼻孔に水が注ぎ込まれるまでは決して離さない強力な犬たちがいる。
ἐνίους δʼ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς, τοῖς δὲ καὶ ἐκπίπτειν, κατασχεθῆναι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δὲ ταῦρον καὶ ἀποθανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.
ある犬たちは、噛みつく際の熱心のあまりに目を狂わせ(白黒させ)、あるものには飛び出すことさえある。 ライオンや雄牛も犬によって押さえつけられ、雄牛にいたっては、放される前に鼻先を掴まれたまま死ぬことさえある。
§15.1.38Ἐν δὲ τῇ ὀρεινῇ Σίλαν ποταμὸν εἶναι ᾧ μηδὲν ἐπιπλεῖ·
また、山岳地帯にはシラスと呼ばれる川があり、そこには何ものも浮かばないと言われている。
Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον·
そこでデモクリトスは、アジアの多くを旅した者として、これを信じていない。
καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ, καίπερ ἀέρων ὄντων λεπτῶν οἷς οὐδὲν ἐποχεῖται πτηνόν·
アリストテレスもまた信じていないが、もっとも、鳥が浮かんで飛ぶことのできない希薄な空気があるにしてもそうである。
ἔτι δὲ τῶν ἀναφερομένων ἀτμῶν ἐπισπαστικοί τινές εἰσι πρὸς ἑαυτοὺς καὶ οἷον ῥοφητικοὶ τοῦ ὑπερπετοῦς, ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ σιδηρῖτις τοῦ σιδήρου·
さらに、立ち上る蒸気の中には、琥珀がわらを、磁石が鉄を引きつけるように、自らの方へ引き寄せ、上を飛ぶものを吸い込むかのようなものもある。
τάχα δὲ καὶ καθʼ ὕδατος τοιαῦταί τινες εἶεν ἂν δυνάμεις.
そしておそらく、水に関してもそのような力が存在するかもしれない。
ταῦτα μὲν οὖν φυσιολογίας ἔχεταί τινος καὶ τῆς περὶ τῶν ὀχουμένων πραγματείας, ὥστε ἐν ἐκείνοις ἐπισκεπτέον·
しかし、これらは自然学、および浮遊物に関する研究に属することであり、そちらで検討されるべきである。
νυνὶ δʼ ἔτι καὶ ταῦτα προσληπτέον καὶ ὅσα ἄλλα τῆς γεωγραφίας ἐγγυτέρω.
今は、これらの事柄、および地理学により密接な他の事柄をさらに付け加えるべきである。
§15.1.39φησὶ δὴ τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ἑπτὰ μέρη διῃρῆσθαι, καὶ πρώτους μὲν τοὺς φιλοσόφους εἶναι κατὰ τιμήν, ἐλαχίστους δὲ κατʼ ἀριθμόν·
さて、彼はインドの住民は7つの階級に分かれていると言う。 そして第1に、名誉においては哲学者たちが最初であり、数においては最も少ない。
χρῆσθαι δʼ αὐτοῖς ἰδίᾳ μὲν ἑκάστῳ τοὺς θύοντας ἢ τοὺς ἐναγίζοντας, κοινῇ δὲ τοὺς βασιλέας κατὰ τὴν μεγάλην λεγομένην σύνοδον, καθʼ ἣν τοῦ νέου ἔτους ἅπαντες οἱ φιλόσοφοι τῷ βασιλεῖ συνελθόντες ἐπὶ θύρας ὅ τι ἂν αὐτῶν ἕκαστος συντάξῃ τῶν χρησίμων ἢ τηρήσῃ πρὸς εὐετηρίαν καρπῶν τε καὶ ζῴων καὶ περὶ πολιτείας, προσφέρει τοῦτʼ εἰς τὸ μέσον·
個人としては、生贄を捧げる者や死者への供儀を行う者がそれぞれ彼らを利用し、公的には、王たちが「大集会」と呼ばれる集まりにおいて彼らを利用する。 そこでは、新年の初めにすべての哲学者たちが王の宮殿の門に集まり、彼らのそれぞれが、作物や家畜の豊作に関して、また国家に関して、有益な事柄としてまとめたり観察したりしたことを、公の場に提出する。
ὃς δʼ ἂν τρὶς ἐψευσμένος ἁλῷ, νόμος ἐστὶ σιγᾶν διὰ βίου·
そして、3回誤ったことが発覚した者には、生涯沈黙を守るべきであるという法律がある。
τὸν δὲ κατορθώσαντα ἄφορον καὶ ἀτελῆ κρίνουσι.
一方、予測を的中させた者は、免税かつ特権を持つと判定される。
§15.1.40δεύτερον δὲ μέρος εἶναι τὸ τῶν γεωργῶν, οἳ πλεῖστοί τέ εἰσι καὶ ἐπιεικέστατοι ἀστρατείᾳ καὶ ἀδείᾳ τοῦ ἐργάζεσθαι, πόλει μὴ προσιόντες μηδʼ ἄλλῃ χρείᾳ μηδʼ ὀχλήσει κοινῇ·
第2の階級は農民であり、彼らは最も数が多く、兵役の免除と労働の安全によって最も穏やかに暮らしており、都市に入ることも、他のいかなる実務や公共の騒擾に関わることもない。
πολλάκις γοῦν ἐν τῷ αὐτῷ χρόνῳ καὶ τόπῳ τοῖς μὲν παρατετάχθαι συμβαίνει καὶ διακινδυνεύειν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἀροῦσιν ἢ σκάπτουσιν ἀκινδύνως, προμάχους ἔχοντες ἐκείνους.
それゆえ、しばしば同じ時期、かつ同じ場所において、ある者たちは陣を敷いて敵と命がけで戦っているのに、他の者たちは、彼らを防衛者として持っているため、危険もなく耕作し、あるいは地面を掘り返しているのである。
ἔστι δʼ ἡ χώρα βασιλικὴ πᾶσα· μισθοῦ δʼ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν.
土地はすべて王のものであり、彼らは収穫物の4分の1を支払って土地を耕作している。