Humanitext Reader

ストラボン · 地理誌 §15.1.41-15.1.43

第三の階級である牧人狩人と象の捕獲調教

487 / 577 箇所 · ギリシア語

要旨

第三の階級である牧人と狩人の生活、および野生の象の協調的な捕獲方法、調教、生態、病気の治療法、そして社会的・軍事的な価値が記述される。

§15.1.41τρίτον τὸ τῶν ποιμένων καὶ θηρευτῶν, οἷς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν ὤνιά τε παρέχειν καὶ μισθοῦ ζεύγη·
第三の階級は牧人と狩人からなり、彼らのみが狩猟を行い、家畜を飼育し、それを販売に供したり、賃貸用の使役獣のつがいを提供したりすることを許されている。
ἀντὶ δὲ τοῦ τὴν γῆν ἐλευθεροῦν θηρίων καὶ τῶν σπερμολόγων ὀρνέων μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον, πλάνητα καὶ σκηνίτην νεμόμενοι βίον.
彼らは土地を野獣や種をついばむ鳥類から解放することの代償として、王から穀物の支給を(分量を量られて)受け取り、放浪と天幕生活の暮らしを送っている。
ἵππον δὲ καὶ ἐλέφαντα τρέφειν οὐκ ἔξεστιν ἰδιώτῃ· βασιλικὸν δʼ ἑκάτερον νενόμισται τὸ κτῆμα, καὶ εἰσὶν αὐτῶν ἐπιμεληταί.
また、馬や象を飼育することは私人に許されておらず、これらはどちらも王の所有物と規定されており、それらの管理者が存在している。
§15.1.42θήρα δὲ τῶν θηρίων τούτων τοιάδε.
これら野獣[象]の捕獲は次のようにして行われる。
χωρίον ψιλὸν ὅσον τεττάρων ἢ πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ·
約四または五スタディオンの広さの裸の土地を深い濠で囲み、その入り口に非常に狭い橋を架ける。
εἶτʼ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς ἢ τέτταρας, αὐτοὶ δʼ ἐν καλυβίοις κρυπτοῖς ὑποκάθηνται λοχῶντες·
それから、最もよく手懐けられた雌の象を三、四頭中に入れ、人間自身は隠された小屋の中に潜んで待ち伏せる。
ἡμέρας μὲν οὖν οὐ προσίασιν οἱ ἄγριοι, νύκτωρ δʼ ἐφʼ ἕνα ποιοῦνται τὴν εἴσοδον·
昼の間は野生の象たちは近づかないが、夜になると一頭ずつ入り口に向かって進んで入ってくる。
εἰσιόντων δὲ κλείουσι τὴν εἴσοδον λάθρᾳ, εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες διαμάχονται πρὸς αὐτούς, ἅμα καὶ λιμῷ καταπονοῦντες·
彼らが中に入ると、入り口を密かに閉じ、それから手懐けられた戦士たちの中で最も強力なものを導入して彼らと戦わせ、同時に飢えによっても疲弊させる。
ἤδη δὲ καμνόντων οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρᾳ καταβαίνοντες ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος·
彼らがすでに疲弊したときに、御者たちの中で最も勇敢な者が密かに(乗獣から)降りて、それぞれ自分の乗獣の腹の下に忍び込む。
ὁρμώμενος δʼ ἐνθένδε ὑποδύνει τῷ ἀγρίῳ καὶ σύμποδα δεσμεῖ·
そこから出発して野生の象の腹の下に忍び込み、その脚をまとめて縛り上げる。
γενομένου δὲ τούτου κελεύουσι τοῖς τιθασοῖς τύπτειν τοὺς συμποδισθέντας ἕως ἂν πέσωσιν εἰς τὴν γῆν, πεσόντων δʼ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν·
これが完了すると、手懐けられた象たちに、縛られた象たちが地面に倒れるまで叩くように命じる。 彼らが倒れると、未加工の牛皮の革紐で、彼らの首を手懐けられた象たちの首へと縛り合わせる。
ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπʼ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν ἐμβάλλονται κύκλῳ τομὰς καὶ κατʼ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν ὥσθʼ ὑπʼ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς καὶ ἡσυχάζειν·
彼らが体を揺すって、自分たちに登ろうと試みる者たちを振り落とさないように、彼らの首にぐるりと切れ目を入れ、その切れ目に沿って革紐を巻きつけることで、痛みによって縛り目に従い、おとなしくさせるようにする。
τῶν δʼ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς, δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ·
捕獲されたもののうち、使用するには老いすぎているか若すぎるものを選び出して除外し、残りのものを飼育場へと連れて行き、足同士、また首をしっかりと固定された柱に縛り付け、飢えによって手懐ける。
ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι·
その後、葦や草の青葉を与えて回復させる。
μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες·
この後に服従することを教えるが、あるものは言葉によって、あるものは一種の歌や太鼓の音によって手なずける。
σπάνιοι δʼ οἱ δυστιθάσευτοι·
手懐けにくいものは稀である。
φύσει γὰρ διάκεινται πράως καὶ ἡμέρως, ὥστʼ ἐγγὺς εἶναι λογικῷ ζῴῳ·
なぜなら、彼らは本来穏やかで優しい性質をしており、理性的な動物に近いほどだからである。
οἱ δὲ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης, τοὺς δὲ ὑποδύντας μεταξὺ τῶν προσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν·
ある象たちは、戦闘中に血を流して倒れた御者たちを持ち上げて戦いから救い出し、またある象たちは、前脚の間に滑り込んだ者たちのために戦って救い出した。
τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν ὥσθʼ ὑπʼ ἀνίας ἀπέχεσθαι τροφῆς, ἔστι δʼ ὅτε καὶ ἀποκαρτερεῖν.
飼育係や調教師を怒りのあまり殺してしまった場合でも、彼らを非常に慕うあまり、悲しみのために食事を断ち、時には餓死することさえある。
§15.1.43βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα·
彼らは馬のように交尾し、主に春に子供を産む。
καιρὸς δʼ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ·
その時期は、雄にとっては、発情に支配されて狂暴になるときである。
τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἴσχει παρὰ τοὺς κροτάφους·
その時、雄はこめかみの脇に持っている呼吸孔から、ある種の脂(分泌液)を放出する。
ταῖς δὲ θηλείαις, ὅταν ὁ αὐτὸς οὗτος πόρος ἀνεῳγὼς τυγχάνῃ.
雌にとっては、これと同じ管が開いているときである。
κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας ἐλαχίστους δʼ ἑκκαίδεκα·
妊娠期間は、多くて十八ヶ月、最も短くて十六ヶ月である。
τρέφει δʼ ἡ μήτηρ ἓξ ἔτη·
母親は六年間子供を育てる。
ζῶσι δʼ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοί, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη·
多くは最も長寿な人間と同じくらい生き、中には二百年に達するものもいる。
πολύνοσοι δὲ καὶ δυσίατοι.
しかし病気がちで治療が難しい。
ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων ὁ μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρον (ἐξάγει γὰρ τὰ σιδήρια), τὰ δʼ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν.
眼炎に対する治療法は牛の乳で目を洗うことであり、大半の病気に対しては赤ワインを飲ませること、傷に対してはバターを飲ませること(これが鉄の破片を排出すため)、また潰瘍には豚肉を温湿布することである。
Ὀνησίκριτος δὲ καὶ ἕως τριακοσίων ἐτῶν ζῆν φησι, σπάνιον δὲ καὶ ἕως πεντακοσίων, κρατίστους δʼ εἶναι περὶ τὰ διακόσια ἔτη, κυΐσκεσθαι δὲ δεκαετίαν.
オネシクリトスは、彼らが三百歳まで生き、稀には五百歳に達することもあり、二百歳頃が最も強力であり、十年間妊娠していると言う。
μείζους δὲ τῶν Λιβυκῶν καὶ ἐρρωμενεστέρους ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι·
彼らがリビアの象よりも大きく力強いということは、彼も他の者たちも述べている。
ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιρεῖν καὶ δένδρα ἀνασπᾶν πρόρριζα διανισταμένους εἰς τοὺς ὀπισθίους πόδας.
実際、彼らは鼻で胸壁を取り壊し、後ろ脚で立ち上がって樹木を根こそぎ引き抜く。
Νέαρχος δὲ καὶ ποδάγρας ἐν ταῖς θήραις τίθεσθαι κατά τινας συνδρόμους φησί, συνελαύνεσθαι δʼ ὑπὸ τῶν τιθασῶν τοὺς ἀγρίους εἰς ταύτας, κρειττόνων ὄντων καὶ ἡνιοχουμένων.
ネアルコスは、狩りの際にいくつかの通路に足罠が仕掛けられ、手懐けられた象たちによって野生の象たちがそこへ追い込まれると言う。 手懐けられた象たちの方が強力であり、御者に操られているからである。
οὕτως δʼ εὐτιθασεύτους εἶναι, ὥστε καὶ λιθάζειν ἐπὶ σκοπὸν μανθάνειν καὶ ὅπλοις χρῆσθαι νεῖν τε κάλλιστα·
彼らは非常に手懐けやすいため、標的に向かって石を投げることを学び、武器を使い、非常に巧みに泳ぐことさえある。
μέγιστόν τε νομίζεσθαι κτῆμα ἐλεφάντων ἅρμα·
また、象の戦車は最大の所有物とみなされている。
ἄγεσθαι δʼ ὑπὸ ζυγὸν * καὶ καμήλους·
また、軛の下に[……]やラクダも引かれる。
γυναῖκα δʼ εὐδοκιμεῖν εἰ λάβοι παρὰ ἐραστοῦ δῶρον ἐλέφαντα.
女性は、恋人から象を贈り物として受け取った場合、高い評判を得る。
οὗτος ὁ λόγος οὐχ ὁμολογεῖ τῷ φήσαντι μόνων βασιλέων εἶναι κτῆμα ἵππον καὶ ἐλέφαντα.
この話は、馬と象は王だけの所有物であると言った者の主張とは一致しない。

語釈・文法注

  1. 15.1.41μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον — 動詞 μετρέω(計量して与える)の受動態。能動態において与格(与える相手)と対格(与える物)の二重対格、または πρός / παρά などの前置詞句と物を示す対格をとる構文が受動態になることで、物を示す対格である σῖτον がそのまま受動態の文に保留されている(保留対格)。意味上は「王から穀物の配給を量って与えられる」となる。
  2. 15.1.42ἤδη δὲ καμνόντων — 現在分詞 καμνόντων(疲弊している)を用いた独立属格構文であるが、分詞の主語(野生の象たち)が明示されておらず省略されている。文脈上、直前の節の主語である野生の象たち(οἱ ἄγριοι)の行動であることは自明であるため、このような省略が生じている。
  3. 15.1.42τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας — 属格 τῆς χρείας(必要、使用)は、比較級 πρεσβυτέρους(より年老いた)および νεωτέρους(より若い)に係っている比較の属格である。「実用の必要性(の限度)を超えて老いている、あるいは若い」を意味し、すなわち「実用に適さないほど老いすぎているか、若すぎる」という意味を表す。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.41-15.1.43. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.41-15.1.43

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。