Humanitext Reader

ストラボン · 地理誌 §15.1.33-15.1.35

インダス川下流域の諸部族とムシカノスの国の制度

485 / 577 箇所 · ギリシア語

要旨

ヒュパニス川からインダス川下流に至る諸地域と住民の概要を述べ、特にムシカノスの国の独特な社会制度や裁判の少なさを紹介し、さらに同行者たちによるガンジス川などの誇張された記述に言及する。

§15.1.33̔η μὲν οὖν μεταξὺ τοῦ Ὑπάνιος καὶ τοῦ Ὑδάσπου λέγεται ἐννέα ἔχειν ἔθνη, πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος· δοκεῖ δὲ πρὸς ὑπερβολὴν εἰρῆσθαι τὸ πλῆθος·
さて、ヒュパニス川とヒュダスペス川の間の地域には9つの部族、そしてメロピスのコス島を下回らない町が5000以上もあると言われているが、その数は誇張されて言われていると思われる。
ἡ δὲ μεταξὺ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου εἴρηται σχεδόν τι ὑφʼ ὧν οἰκεῖται τῶν ἀξίων μνήμης.
一方、インダス川とヒュダスペス川の間の地域については、そこに住む注目に値する人々についてほぼ言及された。
κάτω δʼ ἑξῆς εἰσιν οἵ τε Σίβαι λεγόμενοι, περὶ ὧν καὶ πρότερον ἐμνήσθημεν, καὶ Μαλλοὶ καὶ Συδράκαι μεγάλα ἔθνη·
さらにその下流には、順に、以前にも言及したシバイと呼ばれる人々、およびマッロイとシュドラカイという大部族がいる。
καὶ Μαλλοὶ μὲν παρʼ οἷς ἀποθανεῖν ἐκινδύνευσεν Ἀλέξανδρος τρωθεὶς ἐν ἁλώσει πολίχνης τινός, Συδράκαι δὲ οὓς τοῦ Διονύσου συγγενεῖς ἔφαμεν μεμυθεῦσθαι.
マッロイのところでは、アレクサンドロスがある小都市の攻略中に負傷し、危うく死にかけた。 またシュドラカイについては、ディオニュソスの親族であると神話的に語られていると我々が述べた。
πρὸς αὐτῇ δʼ ἤδη τῇ Παταληνῇ τήν τε τοῦ Μουσικανοῦ λέγουσι καὶ τὴν Σάβου, τὰ Σινδόμανα, καὶ ἔτι τὴν Πορτικανοῦ καὶ ἄλλων ὧν ἐκράτησεν ἁπάντων Ἀλέξανδρος, τὴν τοῦ Ἰνδοῦ παροικούντων ποταμίαν, ὑστάτης δὲ τῆς Παταληνῆς ἣν ὁ Ἰνδὸς ποιεῖ σχισθεὶς εἰς δύο προχοάς.
そして、すでにパタレネ自体に接するところには、ムシカノスの領地、サボスの領地、シンドマナ、さらにポルティカノスの領地、そしてアレクサンドロスが征服した他のすべての、インダス川沿いの地域に住む人々の領地があり、最後には、インダス川が二つの河口に分岐することによって形成されるパタレネがある。
Ἀριστόβουλος μὲν οὖν εἰς χιλίους σταδίους διέχειν ἀλλήλων φησὶν αὐτάς, Νέαρχος δʼ ὀκτακοσίους προστίθησιν, Ὀνησίκριτος δὲ τὴν πλευρὰν ἑκάστην τῆς ἀπολαμβανομένης νήσου τριγώνου τὸ σχῆμα δισχιλίων, τοῦ δὲ ποταμοῦ τὸ πλάτος καθʼ ὃ σχίζεται εἰς τὰ στόματα ὅσον διακοσίων·
アリストブロスは、それらの河口が互いに1000スタディオン離れていると言い、ネアルコスはさらに800スタディオンを加えている。 またオネシクリトスは、切り取られた三角形の形をした島の各辺を2000スタディオンとし、川が河口へと分岐する箇所の幅をほぼ200スタディオンとしている。
καλεῖ δὲ τὴν νῆσον Δέλτα καί φησιν ἴσην εἶναι τοῦ κατʼ Αἴγυπτον Δέλτα, οὐκ ἀληθὲς τοῦτο λέγων.
そして、彼はこの島をデルタと呼び、エジプトのデルタと等しいと言っているが、これは不真実である。
τὸ γὰρ κατʼ Αἴγυπτον Δέλτα χιλίων καὶ τριακοσίων λέγεται σταδίων ἔχειν τὴν βάσιν, τὰς δὲ πλευρὰς ἑκατέραν ἐλάττω τῆς βάσεως.
というのも、エジプトのデルタは底辺が1300スタディオンであり、他の二辺はそれぞれ底辺より短いと言われているからである。
ἐν δὲ τῇ Παταληνῇ πόλις ἐστὶν ἀξιόλογος τὰ Πάταλα, ἀφʼ ἧς καὶ ἡ νῆσος καλεῖται.
パタレネには、注目すべき都市パタラがあり、島の名もこれに由来している。
§15.1.34φησὶ δʼ Ὀνησίκριτος τὴν πλείστην παραλίαν τὴν ταύτῃ πολὺ τὸ τεναγῶδες ἔχειν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὸ μὴ πνεῖν ἀπογαίους ἀλλʼ ὑπὸ τῶν πελαγίων ἀνέμων κατέχεσθαι τούτους τοὺς τόπους τὸ πλέον.
オネシクリトスは、この地方の海岸の大部分は非常に浅瀬が多く、特に河口においてそうであると言う。 それは土砂の堆積と満潮のためであり、また陸風が吹かずに、むしろ外洋からの風がこれらの場所を大部分支配しているためである。
λέγει δὲ καὶ περὶ τῆς Μουσικανοῦ χώρας ἐπὶ πλέον ἐγκωμιάζων αὐτήν, ὧν τινα κοινὰ καὶ ἄλλοις Ἰνδοῖς ἱστόρηται, ὡς τὸ μακρόβιον ὥστε καὶ τριάκοντα ἐπὶ τοῖς ἑκατὸν προσλαμβάνειν (καὶ γὰρ τοὺς Σῆρας ἔτι τούτων μακροβιωτέρους τινές φασι) καὶ τὸ λιτόβιον καὶ τὸ ὑγιεινόν, καίπερ τῆς χώρας ἀφθονίαν ἁπάντων ἐχούσης.
彼はまた、ムシカノスの国について、それをさらに賛美しながら多くを語っている。 その特徴の一部は、長寿のように他のインド人にも共通して伝えられており、130歳に達することもある(というのも、セレス人は彼らよりもさらに長寿であると言う人々もいるからである)、また質素な生活や健康的であることも共通しているが、その国はあらゆるものを豊富に有している。
ἴδιον δὲ τὸ συσσίτιά τινα Λακωνικὰ αὐτοῖς εἶναι δημοσίᾳ σιτουμένων ὄψα δʼ ἐκ θήρας ἐχόντων, καὶ τὸ χρυσῷ μὴ χρῆσθαι μηδʼ ἀργύρῳ μετάλλων ὄντων, καὶ τὸ ἀντὶ δούλων τοῖς ἐν ἀκμῇ χρῆσθαι νέοις, ὡς Κρῆτες μὲν τοῖς Ἀφαμιώταις Λάκωνες δὲ τοῖς Εἴλωσι·
独特なのは、彼らにスパルタ風の共同食事があり、人々が公費で食事をし、獲物の肉をおかずとすること、また、鉱山があるにもかかわらず金や銀を使用しないこと、奴隷の代わりに全盛期の若者を使用することであり、これはクレタ人がアファミオタイを、スパルタ人がヘイロテスを使用するのと同じである。
μὴ ἀκριβοῦν δὲ τὰς ἐπιστήμας πλὴν ἰατρικῆς·
また、医学を除いて学問を精緻に追究しないことである。
ἐπί τινων γὰρ κακουργίαν εἶναι τὴν ἐπὶ πλέον ἄσκησιν, οἷον ἐπὶ τῆς πολεμικῆς καὶ τῶν ὁμοίων·
というのも、ある人々にとって、過度な訓練は例えば軍事技術やそれに類するものにおけるように悪をもたらすからである。
δίκην δὲ μὴ εἶναι πλὴν φόνου καὶ ὕβρεως·
また、殺人と尊厳を傷つける行為以外には裁判がないことである。
οὐκ ἐπʼ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δʼ ἐν τοῖς συμβολαίοις ἐπʼ αὐτῷ ἑκάστῳ, ὥστε ἀνέχεσθαι δεῖ ἐάν τις παραβῇ τὴν πίστιν, ἀλλὰ καὶ προσέχειν ὅτῳ πιστευτέον, καὶ μὴ δικῶν πληροῦν τὴν πόλιν.
というのも、これらを被らないようにすることは個人の力ではどうにもできないが、契約における事柄は個人の力によるものであり、したがって誰かが約束を破った場合にはそれを甘受すべきであり、また誰を信頼すべきか注意すべきであって、都市を訴訟で満たすべきではないからである。
§15.1.35ταῦτα μὲν οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες λέγουσιν.
これらはアレクサンドロスと共に遠征した人々が述べていることである。
ἐκδέδοται δέ τις καὶ Κρατεροῦ πρὸς τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολὴ πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενὶ καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον·
また、クラテロスが母アリストパトラに宛てた手紙も世に出ており、多くの驚くべきことを語り、誰の証言とも一致せず、とりわけアレクサンドロスがガンジス川まで進出したと主張している。
αὐτός τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ * κήτη τὰ ἐπʼ αὐτῷ καὶ μέγεθος καὶ πλάτους καὶ βάθους πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς.
彼自身がその川と、そこにいる怪物を見たと主張しており、その大きさと幅と深さは、信じるにはあまりに遠く、疑わしい。
ὅτι μὲν γὰρ μέγιστος τῶν μνημονευομένων κατὰ τὰς τρεῖς ἠπείρους καὶ μετʼ αὐτὸν ὁ Ἰνδός, τρίτος δὲ καὶ τέταρτος ὁ Ἴστρος καὶ ὁ Νεῖλος, ἱκανῶς συμφωνεῖται·
というのも、知られている三つの大陸の川の中でこれが最大であり、その次がインダス川、三番目と四番目がイストロス川とナイル川であることは十分合意されているからである。
τὰ καθʼ ἕκαστα δʼ ἄλλοι ἄλλως περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτος οἱ δὲ καὶ τριῶν, Μεγασθένης δέ, ὅταν ᾖ μέτριος, καὶ εἰς ἑκατὸν εὐρύνεσθαι, βάθος δὲ εἴκοσιν ὀργυιῶν τοὐλάχιστον.
しかし、個々の詳細については人々が異なって語っており、最小幅を30スタディオンとする者もいれば、3スタディオンとする者もおり、メガステネスによれば、平時でも100スタディオンに広がり、深さは少なくとも20オルギュイアに達するという。

語釈・文法注

  1. 15.1.33πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος — 前置詞 εἰς は数詞とともに用いられて「〜に及ぶ」「およそ」を意味する。比較級 οὐκ ἐλάττους(〜を下回らない)は比較の属格として Κῶ τῆς Μεροπίδος(メロピスのコス島)を支配している。
  2. 15.1.34οὐκ ἐπʼ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δʼ ἐν τοῖς συμβολαίοις ἐπʼ αὐτῷ ἑκάστῳ — 前置詞句 ἐπʼ αὐτῷ は「彼(個人)の権限において」「自己の管理下において」を意味する。冠詞付き不定詞の否定形 τὸ μὴ παθεῖν ταῦτα(これら[殺人や侮辱]を被らないこと)が前半の主語であり、後半では述語である εἶναι が省略され、対比される主語として τὰ δʼ ἐν τοῖς συμβολαίοις(契約における事柄)が置かれている。
  3. 15.1.35πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς — 副詞 πόρρω(遠く)が離反を表す属格 πίστεως(信頼、確信)を支配し、「信頼から遠い」を意味する。これに比較表現 μᾶλλον ἢ ἐγγύς(近いというよりはむしろ)が組み合わさり、全体として「信じるにはあまりに遠く(疑わしい)」という判断を補足している。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.33-15.1.35. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.33-15.1.35

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。