§15.1.36Ἐπὶ δὲ τῇ συμβολῇ τούτου τε καὶ τοῦ ἄλλου ποταμοῦ τὰ Παλίβοθρα ἱδρῦσθαι σταδίων ὀγδοήκοντα τὸ μῆκος πλάτος δὲ πεντεκαίδεκα ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον ὥστε διὰ τῶν ὀπῶν τοξεύειν· προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν.
在这条河与另一条河的汇合处,建有巴利博特拉城,其长度为八十斯塔德,宽度为十五斯塔德,呈平行四边形,拥有穿孔的木造城墙,以便通过孔洞射箭;城前还设有一条壕沟,既为了防卫,也为了接收来自城市的排水。
τὸ δʼ ἔθνος ἐν ᾧ ἡ πόλις αὕτη καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων· τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖν τῆς πόλεως εἶναι, Παλίβοθρον καλούμενον πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς.
该城所在的部族被称为普拉西伊人,是所有人中最卓越的;而统治的国王必须以城市命名,在自己出生时便有的个人名字之外,还被称为巴利博特拉斯,就像美加斯提尼被派遣去往的沙德罗科托斯一样。
τοιοῦτο δὲ καὶ τὸ παρὰ τοῖς Παρθυαίοις· Ἀρσάκαι γὰρ καλοῦνται πάντες, ἰδίᾳ δὲ ὁ μὲν Ὀρώδης ὁ δὲ Φραάτης ὁ δʼ ἄλλο τι.
在帕提亚人中也有类似的情况;因为他们全都被称为阿尔萨克斯,而个人名字则有的是奥罗德斯,有的是弗拉阿特斯,有的是其他名字。
§15.1.37Ἀρίστη δʼ ὁμολογεῖται πᾶσα ἡ τοῦ Ὑπάνιος πέραν· οὐκ ἀκριβοῦνται δέ, ἀλλὰ διὰ τὴν ἄγνοιαν καὶ τὸν ἐκτοπισμὸν λέγεται πάντʼ ἐπὶ τὸ μεῖζον ἢ τὸ τερατωδέστερον· οἷα τὰ τῶν χρυσωρύχων μυρμήκων καὶ ἄλλων θηρίων τε καὶ ἀνθρώπων ἰδιομόρφων καὶ δυνάμεσί τισιν ἐξηλλαγμένων, ὡς τοὺς Σῆρας μακροβίους φασὶ πέρα καὶ διακοσίων ἐτῶν παρατείνοντας.
许帕尼斯河对岸的所有地区公认是极好的;但这些情况并未被准确了解,由于人们的无知和该地地处偏远,一切都被说得更为夸大或更为奇异;例如关于掘金蚁、其他野兽以及外形独特并在某些能力上与众不同的外表怪异的人类的传说,正如人们说塞雷斯人长寿,其寿命甚至延续到两百多岁。
λέγουσι δὲ καὶ ἀριστοκρατικήν τινα σύνταξιν πολιτείας αὐτόθι ἐκ πεντακισχιλίων βουλευτῶν συνεστῶσαν, ὧν ἕκαστον παρέχεσθαι τῷ κοινῷ ἐλέφαντα.
他们还说,那里有一种由五千名议员组成的某种贵族制的政体,他们中的每一个人都要向国家提供一头大象。
καὶ τίγρεις δʼ ἐν τοῖς Πρασίοις φησὶν ὁ Μεγασθένης μεγίστους γίνεσθαι, σχεδὸν δέ τι καὶ διπλασίους λεόντων, δυνατοὺς δὲ ὥστε τῶν ἡμέρων τινὰ ἀγόμενον ὑπὸ τεττάρων τῷ ὀπισθίῳ σκέλει δραξάμενον ἡμιόνου βιάσασθαι καὶ ἑλκύσαι πρὸς ἑαυτόν.
美加斯提尼还说,在普拉西伊人那里生长的老虎最大,几乎是狮子的两倍,并且力量强大,以至于当一只驯服的老虎被四个人牵着走时,它用后腿抓住了一只骡子,用力将其拉向自己。
κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν, λευκοὺς πλὴν τοῦ προσώπου, τοῦτο δʼ εἶναι μέλαν, παρʼ ἄλλοις δʼ ἀνάπαλιν· τὰς δὲ κέρκους μείζους δυεῖν πηχέων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέσεις καὶ κλοπάς.
他还说,那里的长尾猴比最大的狗还要大,除了脸是黑的外,全身都是白的,而在其他地方则相反;它们的尾巴长于两皮克;它们非常温驯,在袭击和偷窃方面没有恶意。
λίθους δʼ ὀρύττεσθαι λιβανόχρους γλυκυτέρους σύκων ἢ μέλιτος.
据说还掘出了乳香颜色的石头,比无花果或蜂蜜还要甜。
ἀλλαχοῦ δὲ διπήχεις ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες· καὶ τούτους δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς δὲ ἱδρώτων, διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξαμένου·
在其他地方,还有两皮克长、带有像蝙蝠一样膜状翼的飞蛇;这些蛇在夜间飞行,滴落尿滴或汗滴,使不防备的人的皮肤腐烂。
καὶ σκορπίους εἶναι πτηνούς, ὑπερβάλλοντας μεγέθεσι·
还有带翼的蝎子,体型极大。
φύεσθαι δὲ καὶ ἔβενον·
此外还生长着乌木。
εἶναι δὲ καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι· ἐνίους δʼ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς, τοῖς δὲ καὶ ἐκπίπτειν, κατασχεθῆναι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δὲ ταῦρον καὶ ἀποθανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.
还有强壮的狗,在被注入鼻孔水之前,绝不松开咬住的东西;其中一些狗由于咬住时的兴奋,甚至使眼睛歪斜,有的眼睛甚至会掉出来;狮子和公牛也会被狗紧紧咬住,而公牛甚至在被松开之前因鼻子被死死咬住而死去。
§15.1.38Ἐν δὲ τῇ ὀρεινῇ Σίλαν ποταμὸν εἶναι ᾧ μηδὲν ἐπιπλεῖ·
据说在山地有一条名为西拉斯的河流,任何东西都不能漂浮其上。
Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον· καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ, καίπερ ἀέρων ὄντων λεπτῶν οἷς οὐδὲν ἐποχεῖται πτηνόν·
德莫克里特对此表示不信,因为他曾周游亚洲许多地方;亚里士多德也不信,尽管存在着连鸟类也无法浮空飞行的稀薄空气。
ἔτι δὲ τῶν ἀναφερομένων ἀτμῶν ἐπισπαστικοί τινές εἰσι πρὸς ἑαυτοὺς καὶ οἷον ῥοφητικοὶ τοῦ ὑπερπετοῦς, ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ σιδηρῖτις τοῦ σιδήρου· τάχα δὲ καὶ καθʼ ὕδατος τοιαῦταί τινες εἶεν ἂν δυνάμεις.
此外,在升腾的蒸汽中,有一些具有吸引力,能够将飞过其上的东西吸向自己,就像琥珀吸引麦秸、磁石吸引铁一样;也许在水中也可能存在这样的力量。
ταῦτα μὲν οὖν φυσιολογίας ἔχεταί τινος καὶ τῆς περὶ τῶν ὀχουμένων πραγματείας, ὥστε ἐν ἐκείνοις ἐπισκεπτέον· νυνὶ δʼ ἔτι καὶ ταῦτα προσληπτέον καὶ ὅσα ἄλλα τῆς γεωγραφίας ἐγγυτέρω.
然而,这些事属于自然哲学和关于漂浮物研究的范畴,因此应在那些学科中予以探讨;但目前我们还必须采纳这些事情以及其他更接近地理学的事。
§15.1.39φησὶ δὴ τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ἑπτὰ μέρη διῃρῆσθαι, καὶ πρώτους μὲν τοὺς φιλοσόφους εἶναι κατὰ τιμήν, ἐλαχίστους δὲ κατʼ ἀριθμόν· χρῆσθαι δʼ αὐτοῖς ἰδίᾳ μὲν ἑκάστῳ τοὺς θύοντας ἢ τοὺς ἐναγίζοντας, κοινῇ δὲ τοὺς βασιλέας κατὰ τὴν μεγάλην λεγομένην σύνοδον, καθʼ ἣν τοῦ νέου ἔτους ἅπαντες οἱ φιλόσοφοι τῷ βασιλεῖ συνελθόντες ἐπὶ θύρας ὅ τι ἂν αὐτῶν ἕκαστος συντάξῃ τῶν χρησίμων ἢ τηρήσῃ πρὸς εὐετηρίαν καρπῶν τε καὶ ζῴων καὶ περὶ πολιτείας, προσφέρει τοῦτʼ εἰς τὸ μέσον·
他说,印度的居民分为七个阶层,在荣誉上排在首位、但在人数上最少的是哲学家;祭祀者或举行祭祖仪式的人个人会使用他们,而国王则在被称为“大集会”的会议上共同使用他们。
ὃς δʼ ἂν τρὶς ἐψευσμένος ἁλῷ, νόμος ἐστὶ σιγᾶν διὰ βίου· τὸν δὲ κατορθώσαντα ἄφορον καὶ ἀτελῆ κρίνουσι.
在这一会议上,在新的一年开始时,所有的哲学家都聚集在国王的门前,将他们每个人所整理出的有用事物,或针对作物和动物的丰产以及国家政治所观察到的情况,提交到公众面前;凡是被发现三次出错的人,法律规定他终生保持沉默,而那些成功预测的人则被评定为免税和免除役。
§15.1.40δεύτερον δὲ μέρος εἶναι τὸ τῶν γεωργῶν, οἳ πλεῖστοί τέ εἰσι καὶ ἐπιεικέστατοι ἀστρατείᾳ καὶ ἀδείᾳ τοῦ ἐργάζεσθαι, πόλει μὴ προσιόντες μηδʼ ἄλλῃ χρείᾳ μηδʼ ὀχλήσει κοινῇ·
第二部分是农民,他们人数最多,且由于免于兵役和劳作的安全,他们最为安稳,不进城,也不参与其他任何公共实务或骚乱。
πολλάκις γοῦν ἐν τῷ αὐτῷ χρόνῳ καὶ τόπῳ τοῖς μὲν παρατετάχθαι συμβαίνει καὶ διακινδυνεύειν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἀροῦσιν ἢ σκάπτουσιν ἀκινδύνως, προμάχους ἔχοντες ἐκείνους.
因此,往往在同一时间、同一地点,有的人列阵与敌人搏命,而有的人则在安全地耕作或挖掘,因为有那些人作为他们的防卫者。
ἔστι δʼ ἡ χώρα βασιλικὴ πᾶσα· μισθοῦ δʼ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν.
土地全部属于国王,他们以缴纳收获物四分之一的代价来耕种土地。