Humanitext Reader

斯特拉波 · 地理学 §15.1.33-15.1.35

印度河下游诸部族与穆西卡诺斯国的制度

第 485 段,共 577 段 · 希腊语

内容简介

记述了从许帕尼斯河至印度河下游的各地区与住民,特别介绍了穆西卡诺斯国独特的社会制度与极少的诉讼,并提及随军者对恒河等地的夸张记载。

§15.1.33̔η μὲν οὖν μεταξὺ τοῦ Ὑπάνιος καὶ τοῦ Ὑδάσπου λέγεται ἐννέα ἔχειν ἔθνη, πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος· δοκεῖ δὲ πρὸς ὑπερβολὴν εἰρῆσθαι τὸ πλῆθος·
由此,许帕尼斯河与许达斯佩斯河之间的地区据说有九个部族,且城镇不少于五千个,每个都不小于美罗皮斯的科斯岛;但这一数量似乎说得有些夸张。
ἡ δὲ μεταξὺ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου εἴρηται σχεδόν τι ὑφʼ ὧν οἰκεῖται τῶν ἀξίων μνήμης.
另一方面,印度河与许达斯佩斯河之间的地区,就其中值得一说的大河居民而言,已基本叙述完毕。
κάτω δʼ ἑξῆς εἰσιν οἵ τε Σίβαι λεγόμενοι, περὶ ὧν καὶ πρότερον ἐμνήσθημεν, καὶ Μαλλοὶ καὶ Συδράκαι μεγάλα ἔθνη· καὶ Μαλλοὶ μὲν παρʼ οἷς ἀποθανεῖν ἐκινδύνευσεν Ἀλέξανδρος τρωθεὶς ἐν ἁλώσει πολίχνης τινός, Συδράκαι δὲ οὓς τοῦ Διονύσου συγγενεῖς ἔφαμεν μεμυθεῦσθαι.
再往下依次是所谓的西拜人(我们先前提到过他们),以及马洛伊人和叙德拉卡伊人这两个大部族;在马洛伊人那里,亚历山大在攻占一座小城镇时受伤,险些丧命;而叙德拉卡伊人则是我们曾说过在神话中被称为狄奥尼索斯亲族的人。
πρὸς αὐτῇ δʼ ἤδη τῇ Παταληνῇ τήν τε τοῦ Μουσικανοῦ λέγουσι καὶ τὴν Σάβου, τὰ Σινδόμανα, καὶ ἔτι τὴν Πορτικανοῦ καὶ ἄλλων ὧν ἐκράτησεν ἁπάντων Ἀλέξανδρος, τὴν τοῦ Ἰνδοῦ παροικούντων ποταμίαν, ὑστάτης δὲ τῆς Παταληνῆς ἣν ὁ Ἰνδὸς ποιεῖ σχισθεὶς εἰς δύο προχοάς.
而在已经紧邻帕塔莱内的地方,他们提到了穆西卡诺斯的领地、萨波斯的领地、辛多马纳,以及波尔蒂卡诺斯的领地,还有亚历山大所征服的所有其他居住在印度河沿岸流域的人的领地;最后是帕塔莱内,这是印度河分流为两个河口所形成的。
Ἀριστόβουλος μὲν οὖν εἰς χιλίους σταδίους διέχειν ἀλλήλων φησὶν αὐτάς, Νέαρχος δʼ ὀκτακοσίους προστίθησιν, Ὀνησίκριτος δὲ τὴν πλευρὰν ἑκάστην τῆς ἀπολαμβανομένης νήσου τριγώνου τὸ σχῆμα δισχιλίων, τοῦ δὲ ποταμοῦ τὸ πλάτος καθʼ ὃ σχίζεται εἰς τὰ στόματα ὅσον διακοσίων· καλεῖ δὲ τὴν νῆσον Δέλτα καί φησιν ἴσην εἶναι τοῦ κατʼ Αἴγυπτον Δέλτα, οὐκ ἀληθὲς τοῦτο λέγων.
阿里斯托布鲁斯说这两个河口彼此相距一千斯塔德,但尼阿科斯又增加了八百斯塔德;而奥内西克里托斯说,被包围的三角形岛屿的每条边为二千斯塔德,而河流在分流向河口处的宽度约为二百斯塔德;他将该岛称为三角洲,并说它与埃及的三角洲相等,这说得不对。
τὸ γὰρ κατʼ Αἴγυπτον Δέλτα χιλίων καὶ τριακοσίων λέγεται σταδίων ἔχειν τὴν βάσιν, τὰς δὲ πλευρὰς ἑκατέραν ἐλάττω τῆς βάσεως.
因为埃及三角洲的底边据说有一千三百斯塔德,而另外两边中的每一边都小于底边。
ἐν δὲ τῇ Παταληνῇ πόλις ἐστὶν ἀξιόλογος τὰ Πάταλα, ἀφʼ ἧς καὶ ἡ νῆσος καλεῖται.
在帕塔莱内有一座著名的城市帕塔拉,该岛也因此而得名。
§15.1.34φησὶ δʼ Ὀνησίκριτος τὴν πλείστην παραλίαν τὴν ταύτῃ πολὺ τὸ τεναγῶδες ἔχειν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὸ μὴ πνεῖν ἀπογαίους ἀλλʼ ὑπὸ τῶν πελαγίων ἀνέμων κατέχεσθαι τούτους τοὺς τόπους τὸ πλέον.
奥内西克里托斯说,这一地区的海岸大部分非常多浅滩,尤其是在河口,这是由于泥沙堆积和满潮,并且不刮陆风,而是这些地方大部分被海风支配。
λέγει δὲ καὶ περὶ τῆς Μουσικανοῦ χώρας ἐπὶ πλέον ἐγκωμιάζων αὐτήν, ὧν τινα κοινὰ καὶ ἄλλοις Ἰνδοῖς ἱστόρηται, ὡς τὸ μακρόβιον ὥστε καὶ τριάκοντα ἐπὶ τοῖς ἑκατὸν προσλαμβάνειν (καὶ γὰρ τοὺς Σῆρας ἔτι τούτων μακροβιωτέρους τινές φασι) καὶ τὸ λιτόβιον καὶ τὸ ὑγιεινόν, καίπερ τῆς χώρας ἀφθονίαν ἁπάντων ἐχούσης.
他还对穆西卡诺斯的土地进行了更多的称赞,其中一些特征据记载也与其他印度人相同,如长寿,以至于能达到一百三十岁(因为确实有人说塞雷斯人比他们还要长寿),以及生活简朴和健康,尽管该国拥有丰富的万物。
ἴδιον δὲ τὸ συσσίτιά τινα Λακωνικὰ αὐτοῖς εἶναι δημοσίᾳ σιτουμένων ὄψα δʼ ἐκ θήρας ἐχόντων, καὶ τὸ χρυσῷ μὴ χρῆσθαι μηδʼ ἀργύρῳ μετάλλων ὄντων, καὶ τὸ ἀντὶ δούλων τοῖς ἐν ἀκμῇ χρῆσθαι νέοις, ὡς Κρῆτες μὲν τοῖς Ἀφαμιώταις Λάκωνες δὲ τοῖς Εἴλωσι· μὴ ἀκριβοῦν δὲ τὰς ἐπιστήμας πλὴν ἰατρικῆς· ἐπί τινων γὰρ κακουργίαν εἶναι τὴν ἐπὶ πλέον ἄσκησιν, οἷον ἐπὶ τῆς πολεμικῆς καὶ τῶν ὁμοίων· δίκην δὲ μὴ εἶναι πλὴν φόνου καὶ ὕβρεως· οὐκ ἐπʼ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δʼ ἐν τοῖς συμβολαίοις ἐπʼ αὐτῷ ἑκάστῳ, ὥστε ἀνέχεσθαι δεῖ ἐάν τις παραβῇ τὴν πίστιν, ἀλλὰ καὶ προσέχειν ὅτῳ πιστευτέον, καὶ μὴ δικῶν πληροῦν τὴν πόλιν.
但以下是他们独有的特征:他们有一种斯巴达式的公共食堂,人们在公共场所进餐,并吃狩猎得到的肉食;并且尽管有矿山,他们也不使用金银;他们不用奴隶,而是使用处于盛年的年轻人,就像克里特人使用阿法米奥泰人,斯巴达人使用黑劳士一样;他们除了医学之外,不精确地钻研其他科学;因为他们认为对某些事情的过度训练是一种危害,例如在军事和类似事情上;除了谋杀和侮辱之外,他们没有诉讼;因为避免遭受这些(谋杀和侮辱)不在自己的力量范围内,而契约中的事情则在每个人的力量范围内,因此,如果有人违背了信用,就必须忍受它,并且还必须注意该信任谁,而不是让城市充斥着诉讼。
§15.1.35ταῦτα μὲν οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες λέγουσιν.
这些是与亚历山大一同出征的人所说的话。
ἐκδέδοται δέ τις καὶ Κρατεροῦ πρὸς τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολὴ πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενὶ καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον· αὐτός τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ * κήτη τὰ ἐπʼ αὐτῷ καὶ μέγεθος καὶ πλάτους καὶ βάθους πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς.
此外,克拉特罗斯写给母亲阿里斯托帕特拉的一封信也已发表,信中讲述了许多其他奇特的事,且与任何人的说法都不一致,特别是说亚历山大一直前进到了恒河;他自己还说见到了那条河以及其中的怪物,其大小、宽度和深度,与其说令人相信,不如说令人难以置信。
ὅτι μὲν γὰρ μέγιστος τῶν μνημονευομένων κατὰ τὰς τρεῖς ἠπείρους καὶ μετʼ αὐτὸν ὁ Ἰνδός, τρίτος δὲ καὶ τέταρτος ὁ Ἴστρος καὶ ὁ Νεῖλος, ἱκανῶς συμφωνεῖται· τὰ καθʼ ἕκαστα δʼ ἄλλοι ἄλλως περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτος οἱ δὲ καὶ τριῶν, Μεγασθένης δέ, ὅταν ᾖ μέτριος, καὶ εἰς ἑκατὸν εὐρύνεσθαι, βάθος δὲ εἴκοσιν ὀργυιῶν τοὐλάχιστον.
因为在已知的三大洲河流中,恒河最大,其次是印度河,第三和第四是伊斯特罗斯河和尼罗河,这一点已得到充分一致的认同;但关于它的具体细节,不同的人说法不同,有人说其宽度至少为三十斯塔德,也有人说是三斯塔德,而美加斯提尼说,当其水流适中时,甚至能宽达一百斯塔德,深度至少为二十奥尔吉亚。

词汇与语法注释

  1. 15.1.33πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος — 前置词 εἰς 与数词连用,表示“多达”或“大约”。比较级短语 οὐκ ἐλάττους(不少于)支配比较属格 Κῶ τῆς Μεροπίδος(美罗皮斯的科斯岛)。
  2. 15.1.34οὐκ ἐπʼ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δʼ ἐν τοῖς συμβολαίοις ἐπʼ αὐτῷ ἑκάστῳ — 前置词短语 ἐπʼ αὐτῷ 表示“在某人自己的权力范围内”或“由某人支配”。带冠词不定式的否定形式 τὸ μὴ παθεῖν ταῦτα(不遭受这些[谋杀和侮辱])作为前半句的主语,而後半句中省略了系动词 εἶναι,并以 τὰ δʼ ἐν τοῖς συμβολαίοις(契约中的事情)作为对比的主语。
  3. 15.1.35πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς — 副词 πόρρω(远离)支配表示分离的属格 πίστεως(信任、可信度)。结合比较短语 μᾶλλον ἢ ἐγγύς(与其说近,不如说),整体意为“与其说令人相信,不如说令人难以置信”,表示极度不可信。

引用这一段

斯特拉波, 地理学 §15.1.33-15.1.35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.33-15.1.35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。