§15.1.28μεταξὺ δὲ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου Τάξιλα ἔστι πόλις μεγάλη καὶ εὐνομωτάτη, καὶ ἡ περικειμένη χώρα συχνὴ καὶ σφόδρα εὐδαίμων, ἤδη συνάπτουσα καὶ τοῖς πεδίοις.
インダス川とヒュダスペス川の間には、大都市で極めてよく統治されたタクシラがあり、その周囲の土地は広大で極めて豊かであり、すでに平野部とも接している。
ἐδέξαντό τε δὴ φιλανθρώπως τὸν Ἀλέξανδρον οἱ ἄνθρωποι καὶ ὁ βασιλεὺς αὐτῶν Ταξίλης·
そして実際、人々や彼らの王タクシレスは、アレクサンドロスを友好的に迎え入れた。
ἔτυχόν τε πλειόνων ἢ αὐτοὶ παρέσχον, ὥστε φθονεῖν τοὺς Μακεδόνας καὶ λέγειν ὡς οὐκ εἶχεν, ὡς ἔοικεν, Ἀλέξανδρος οὓς εὐεργετήσει πρὶν ἢ διέβη τὸν Ἰνδόν.
そして彼らは自分たちが提供した以上のものを得たので、マケドニア人たちは嫉妬し、アレクサンドロスは、どうやらインダス川を渡る前には、恩恵を施すべき相手を持っていなかったかのようだ、と言った。
φασὶ δʼ εἶναί τινες τὴν χώραν ταύτην Αἰγύπτου μείζονα.
一部の人々は、この国がエジプトよりも大きいと言っている。
ὑπὲρ δὲ ταύτης ἐν τοῖς ὄρεσιν ἡ τοῦ Ἀβισάρου χώρα, παρʼ ᾧ δύο δράκοντας ἀπήγγελλον οἱ παρʼ αὐτοῦ πρέσβεις τρέφεσθαι, τὸν μὲν ὀγδοήκοντα πηχῶν τὸν δὲ τετταράκοντα πρὸς τοῖς ἑκατόν, ὡς εἴρηκεν Ὀνησίκριτος, ὃν οὐκ Ἀλεξάνδρου μᾶλλον ἢ τῶν παραδόξων ἀρχικυβερνήτην προσείποι τις ἄν.
その上方の山岳地帯にはアビサロスの国があり、彼のところから派遣された使者たちは、彼が2匹の大蛇を飼育していると報告した。 一方は80ペキス、もう一方は140ペキスであると、オネシクリトスは述べている。 このオネシクリトスのことを、アレクサンドロスの主任操舵手というよりは、むしろ奇異なる事物の「主任操舵手」と呼ぶべきかもしれない。
πάντες μὲν γὰρ οἱ περὶ Ἀλέξανδρον τὸ θαυμαστὸν ἀντὶ τἀληθοῦς ἀπεδέχοντο μᾶλλον, ὑπερβάλλεσθαι δὲ δοκεῖ τοὺς τοσούτους ἐκεῖνος τῇ τερατολογίᾳ·
というのも、アレクサンドロスの周囲の者は皆、真実よりもむしろ驚異的なことを好んで受け入れたが、彼はその法外な話をすることにおいて、これら多くの者をも凌駕しているように見えるからである。
λέγει δʼ οὖν τινα καὶ πιθανὰ καὶ μνήμης ἄξια ὥστε καὶ ἀπιστοῦντα μὴ παρελθεῖν αὐτά.
とはいえ、彼はもっともらしく、また記憶に値することも幾らか述べているので、信用しない者であってもそれを無視して通り過ぎることはできない。
περὶ δʼ οὖν τῶν δρακόντων καὶ ἄλλοι λέγουσιν ὅτι ἐν τοῖς Ἠμωδοῖς ὄρεσι θηρεύουσι καὶ τρέφουσιν ἐν σπηλαίοις.
大蛇については、他の人々も、ヘーモドス山脈でこれらを捕獲し、洞窟で飼育していると述べている。
§15.1.29μεταξὺ δὲ τοῦ Ὑδάσπου καὶ τοῦ Ἀκεσίνου ἥ τε τοῦ Πώρου ἐστί, πολλὴ καὶ ἀγαθή, σχεδόν τι καὶ τριακοσίων πόλεων, καὶ ἡ πρὸς τοῖς Ἠμωδοῖς ὄρεσιν ὕλη, ἐξ ἧς Ἀλέξανδρος κατήγαγε τῷ Ὑδάσπῃ κόψας ἐλάτην τε πολλὴν καὶ πεύκην καὶ κέδρον καὶ ἄλλα παντοῖα στελέχη ναυπηγήσιμα, ἐξ ὧν στόλον κατεσκευάσατο ἐπὶ τῷ Ὑδάσπῃ πρὸς ταῖς ἐκτισμέναις ὑπʼ αὐτοῦ πόλεσιν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ, ὅπου τὸν Πῶρον ἐνίκα διαβάς·
ヒュダスペス川とアケシネス川の間には、ポーロスの国があり、広大で肥沃であり、ほぼ300の都市を含んでいる。 また、ヘーモドス山脈の近くには森があり、そこからアレクサンドロスは、多くのモミ、マツ、スギ、および造船に適したその他あらゆる種類の材木を切り倒してヒュダスペス川へと運び降ろした。 彼はそれらを用いて、川を渡ってポーロスを破った場所である、川の両岸に彼によって創建された諸都市の近くのヒュダスペス川において、艦隊を建造した。
ὧν τὴν μὲν Βουκεφαλίαν ὠνόμασεν ἀπὸ τοῦ πεσόντος ἵππου κατὰ τὴν μάχην τὴν πρὸς τὸν Πῶρον (ἐκαλεῖτο δὲ Βουκεφάλας ἀπὸ τοῦ πλάτους τοῦ μετώπου·
それらの都市のうち、一方はポーロスとの戦闘で死んだ馬にちなんでブーケパリアと名付け(この馬は額の広さからブーケパラスと呼ばれていた。
πολεμιστὴς δʼ ἦν ἀγαθός, καὶ ἀεὶ τούτῳ ἐκέχρητο κατὰ τοὺς ἀγῶνας), τὴν δὲ Νίκαιαν ἀπὸ τῆς νίκης ἐκάλεσεν.
彼は優れた戦馬であり、アレクサンドロスは戦いの際には常にこの馬を用いた)、もう一方は勝利にちなんでニカイアと呼んだ。
ἐν δὲ τῇ λεχθείσῃ ὕλῃ καὶ τὸ τῶν κερκοπιθήκων διηγοῦνται πλῆθος ὑπερβάλλον καὶ τὸ μέγεθος ὁμοίως·
この前述の森には、長尾猿の数が法外に多く、その大きさも同様であると語られている。
ὥστε τοὺς Μακεδόνας ποτὲ ἰδόντας ἔν τισιν ἀκρολοφίαις ψιλαῖς ἑστῶτας ἐν τάξει κατὰ μέτωπον πολλοὺς (καὶ γὰρ ἀνθρωπονούστατον εἶναι τὸ ζῷον, οὐχ ἧττον τῶν ἐλεφάντων) στρατοπέδου λαβεῖν φαντασίαν καὶ ὁρμῆσαι μὲν ἐπʼ αὐτοὺς ὡς πολεμίους, μαθόντας δὲ παρὰ Ταξίλου συνόντος τότε τῷ βασιλεῖ τὴν ἀλήθειαν παύσασθαι.
そのため、かつてマケドニア人たちが、草木のないいくつかの丘の頂に、多数の猿が正面を向いて整列して立っているのを見て(というのも、この動物は象に劣らず人間に極めて近い知能を持っているからである)、軍勢であるという錯覚を抱き、敵として彼らに襲いかかろうとしたが、当時王に同行していたタクシレスから真相を聞いて思いとどまったほどであった。
ἡ δὲ θήρα τοῦ ζῴου διττή·
この動物の捕獲法は二通りある。
μιμητικὸν δὲ καὶ ἐπὶ τὰ δένδρα ἀναφευκτικόν·
それは模倣を好み、木の上に逃げ登る性質がある。
οἱ οὖν θηρεύοντες, ἐπὰν ἴδωσιν ἐπὶ δένδρων ἱδρυμένον, ἐν ὄψει θέντες τρύβλιον ὕδωρ ἔχον τοὺς ἑαυτῶν ὀφθαλμοὺς ἐναλείφουσιν ἐξ αὐτοῦ·
そこで、猟師たちは、それが木の上にいるのを見ると、目に見えるところに水を入れた鉢を置き、それで自分たちの目を濡らす。
εἶτʼ ἀντὶ τοῦ ὕδατος ἰξοῦ τρύβλιον θέντες ἀπίασι καὶ λοχῶσι πόρρωθεν·
それから、水の代わりに鳥もちを入れた鉢を置いて立ち去り、遠くから待ち伏せする。
ἐπὰν δὲ καταπηδῆσαν τὸ θηρίον ἐγχρίσηται τοῦ ἰξοῦ, * καταμύσαντος δʼ ἀποληφθῇ τὰ βλέφαρα, ἐπιόντες ζωγροῦσιν.
すると動物は飛び降りて鳥もちを塗りつけ、目を閉じたために瞼がくっついて開かなくなると、猟師たちは近づいて生け捕りにする。
εἷς μὲν οὖν τρόπος οὗτος, ἄλλος δέ· ὑποδυσάμενοι θυλάκους ὡς ἀναξυρίδας ἀπίασιν, ἄλλους καταλιπόντες δασεῖς τὰ ἐντὸς κεχρισμένους ἰξῷ·
これが一つの方法であり、もう一つは、ズボンのように袋を穿いて見せてから立ち去り、内側に鳥もちを厚く塗った別の袋を置いておくのである。
ἐνδύντας δὲ εἰς αὐτοὺς ῥᾳδίως αἱροῦσι.
彼らがそれに入り込むと、容易に捕らえることができる。