Humanitext Reader

斯特拉波 · 地理学 §15.1.28-15.1.29

塔克西拉与波罗斯王国及新城建立

第 483 段,共 577 段 · 希腊语

内容简介

文中记述了塔克西拉及其国王对亚历山大的友好接待,以及阿比萨罗斯领地内的巨蛇。此外,还详细描述了波罗斯王国的富庶、用于造船的森林、布刻法里亚和尼卡伊亚两城的建立,以及当地繁衍的猴群及其捕捉方法。

§15.1.28μεταξὺ δὲ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου Τάξιλα ἔστι πόλις μεγάλη καὶ εὐνομωτάτη, καὶ ἡ περικειμένη χώρα συχνὴ καὶ σφόδρα εὐδαίμων, ἤδη συνάπτουσα καὶ τοῖς πεδίοις.
在印度河和许达斯佩斯河之间是塔克西拉,这是一座规模宏大且治理极好的城市,周围的土地辽阔且非常富饶,已经与平原相连。
ἐδέξαντό τε δὴ φιλανθρώπως τὸν Ἀλέξανδρον οἱ ἄνθρωποι καὶ ὁ βασιλεὺς αὐτῶν Ταξίλης· ἔτυχόν τε πλειόνων ἢ αὐτοὶ παρέσχον, ὥστε φθονεῖν τοὺς Μακεδόνας καὶ λέγειν ὡς οὐκ εἶχεν, ὡς ἔοικεν, Ἀλέξανδρος οὓς εὐεργετήσει πρὶν ἢ διέβη τὸν Ἰνδόν.
那里的居民和他们的国王塔克西莱斯友好地接待了亚历山大;他们得到的比他们自己提供的还要多,以至于马其顿人感到嫉妒,并说亚历山大似乎在渡过印度河之前,没有可以施予恩惠的对象。
φασὶ δʼ εἶναί τινες τὴν χώραν ταύτην Αἰγύπτου μείζονα.
有些人甚至说,这个国家比埃及还要大。
ὑπὲρ δὲ ταύτης ἐν τοῖς ὄρεσιν ἡ τοῦ Ἀβισάρου χώρα, παρʼ ᾧ δύο δράκοντας ἀπήγγελλον οἱ παρʼ αὐτοῦ πρέσβεις τρέφεσθαι, τὸν μὲν ὀγδοήκοντα πηχῶν τὸν δὲ τετταράκοντα πρὸς τοῖς ἑκατόν, ὡς εἴρηκεν Ὀνησίκριτος, ὃν οὐκ Ἀλεξάνδρου μᾶλλον ἢ τῶν παραδόξων ἀρχικυβερνήτην προσείποι τις ἄν.
在这之上的山区是阿比萨罗斯的国度,据他派来的使者报告,他那里养着两条大蛇,一条长八十肘,另一条长一百四十肘,正如奥内西克里托斯所说,人们可以说他与其说是亚历山大的领航长,不如说是奇闻怪事的“领航长”。
πάντες μὲν γὰρ οἱ περὶ Ἀλέξανδρον τὸ θαυμαστὸν ἀντὶ τἀληθοῦς ἀπεδέχοντο μᾶλλον, ὑπερβάλλεσθαι δὲ δοκεῖ τοὺς τοσούτους ἐκεῖνος τῇ τερατολογίᾳ· λέγει δʼ οὖν τινα καὶ πιθανὰ καὶ μνήμης ἄξια ὥστε καὶ ἀπιστοῦντα μὴ παρελθεῖν αὐτά.
因为亚历山大身边的所有人确实都更接受奇特的事物而非事实,而他在说大话方面似乎超过了这许多人;不过他还是说了一些合乎情理且值得记住的事情,以至于即使不相信的人也不会忽略它们。
περὶ δʼ οὖν τῶν δρακόντων καὶ ἄλλοι λέγουσιν ὅτι ἐν τοῖς Ἠμωδοῖς ὄρεσι θηρεύουσι καὶ τρέφουσιν ἐν σπηλαίοις.
关于大蛇,其他人也说,人们在海莫杜斯山脉中猎捕它们,并把它们养在洞穴里。
§15.1.29μεταξὺ δὲ τοῦ Ὑδάσπου καὶ τοῦ Ἀκεσίνου ἥ τε τοῦ Πώρου ἐστί, πολλὴ καὶ ἀγαθή, σχεδόν τι καὶ τριακοσίων πόλεων, καὶ ἡ πρὸς τοῖς Ἠμωδοῖς ὄρεσιν ὕλη, ἐξ ἧς Ἀλέξανδρος κατήγαγε τῷ Ὑδάσπῃ κόψας ἐλάτην τε πολλὴν καὶ πεύκην καὶ κέδρον καὶ ἄλλα παντοῖα στελέχη ναυπηγήσιμα, ἐξ ὧν στόλον κατεσκευάσατο ἐπὶ τῷ Ὑδάσπῃ πρὸς ταῖς ἐκτισμέναις ὑπʼ αὐτοῦ πόλεσιν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ, ὅπου τὸν Πῶρον ἐνίκα διαβάς·
在许达斯佩斯河和阿刻西内斯河之间是波罗斯的国度,土地广阔而肥沃,大约有三百座城市,还有靠近海莫杜斯山脉的森林,亚历山大在那里砍伐了大量的冷杉、松树、雪松以及其他各种造船用的木材,运到许达斯佩斯河,并在许达斯佩斯河上他于河流两岸建立的城市附近建造了舰队,也就是他渡河击败波罗斯的地方。
ὧν τὴν μὲν Βουκεφαλίαν ὠνόμασεν ἀπὸ τοῦ πεσόντος ἵππου κατὰ τὴν μάχην τὴν πρὸς τὸν Πῶρον (ἐκαλεῖτο δὲ Βουκεφάλας ἀπὸ τοῦ πλάτους τοῦ μετώπου· πολεμιστὴς δʼ ἦν ἀγαθός, καὶ ἀεὶ τούτῳ ἐκέχρητο κατὰ τοὺς ἀγῶνας), τὴν δὲ Νίκαιαν ἀπὸ τῆς νίκης ἐκάλεσεν.
在这些城市中,他将其中一座命名为布刻法里亚,以纪念在与波罗斯的战斗中倒下的战马(这匹马因额头宽大而被称为布刻法拉斯;它是一匹优秀的战马,亚历山大在战斗中总是使用它),而另一座城市他因胜利而命名为尼卡伊亚。
ἐν δὲ τῇ λεχθείσῃ ὕλῃ καὶ τὸ τῶν κερκοπιθήκων διηγοῦνται πλῆθος ὑπερβάλλον καὶ τὸ μέγεθος ὁμοίως· ὥστε τοὺς Μακεδόνας ποτὲ ἰδόντας ἔν τισιν ἀκρολοφίαις ψιλαῖς ἑστῶτας ἐν τάξει κατὰ μέτωπον πολλοὺς (καὶ γὰρ ἀνθρωπονούστατον εἶναι τὸ ζῷον, οὐχ ἧττον τῶν ἐλεφάντων) στρατοπέδου λαβεῖν φαντασίαν καὶ ὁρμῆσαι μὲν ἐπʼ αὐτοὺς ὡς πολεμίους, μαθόντας δὲ παρὰ Ταξίλου συνόντος τότε τῷ βασιλεῖ τὴν ἀλήθειαν παύσασθαι.
据说在上述森林中,长尾猴的数量极多,体型也同样巨大;以至于有一次,马其顿人看到许多猴子在一些光秃秃的山顶上整齐地迎面站立(因为这种动物极具智慧,不亚于大象),误以为是敌军的营地,正要像对付敌人一样冲向它们,但当从当时陪伴在国王身边的塔克西莱斯那里得知真相后才停止。
ἡ δὲ θήρα τοῦ ζῴου διττή· μιμητικὸν δὲ καὶ ἐπὶ τὰ δένδρα ἀναφευκτικόν·
捕猎这种动物的方法有两种:它喜欢模仿,且易于逃到树上。
οἱ οὖν θηρεύοντες, ἐπὰν ἴδωσιν ἐπὶ δένδρων ἱδρυμένον, ἐν ὄψει θέντες τρύβλιον ὕδωρ ἔχον τοὺς ἑαυτῶν ὀφθαλμοὺς ἐναλείφουσιν ἐξ αὐτοῦ· εἶτʼ ἀντὶ τοῦ ὕδατος ἰξοῦ τρύβλιον θέντες ἀπίασι καὶ λοχῶσι πόρρωθεν·
因此,猎人们当看到它栖息在树上时,就在它看得见的地方放一盆水,用盆里的水涂抹自己的眼睛;然后,他们放一盆鸟粘代替水,然后走开并在远处伏击。
ἐπὰν δὲ καταπηδῆσαν τὸ θηρίον ἐγχρίσηται τοῦ ἰξοῦ, * καταμύσαντος δʼ ἀποληφθῇ τὰ βλέφαρα, ἐπιόντες ζωγροῦσιν. εἷς μὲν οὖν τρόπος οὗτος, ἄλλος δέ·
当这只野兽跳下来,把鸟粘涂在自己身上,因闭上眼睛而导致眼睑粘合在一起无法睁开时,猎人们就上前生擒它。
ὑποδυσάμενοι θυλάκους ὡς ἀναξυρίδας ἀπίασιν, ἄλλους καταλιπόντες δασεῖς τὰ ἐντὸς κεχρισμένους ἰξῷ· ἐνδύντας δὲ εἰς αὐτοὺς ῥᾳδίως αἱροῦσι.
这是一种方法,另一种方法是:他们穿上袋子像套裤一样,然后走开,留下其他内部涂满鸟粘的厚袋子;当它们钻进这些袋子时,人们就能轻易捕获它们。

词汇与语法注释

  1. 15.1.28οὓς εὐεργετήσει — 关系代词后接将来时直陈(或虚拟)语气,构成表示目的或意图的形容词性从句,意为“可施予恩惠的对象”。
  2. 15.1.28ἀρχικυβερνήτην — 双关语。利用了奥内西克里托斯在历史中实际担任的“领航长”(ἀρχικυβερνήτης)一职,讽刺地称他为奇闻怪事(τὰ παράδοξα)的“领航长”(带头人)。
  3. 15.1.29καταμύσαντος — 此处可能存在文本讹误,但分词“καταμύσαντος”被理解为以动物为逻辑主语的属格独立结构,而虚拟语气“ἀποληφθῇ”则受“ἐπὰν”支配。
  4. 15.1.29ἀναξυρίδας — 指波斯或塞人“套裤”的词汇。此处用作比喻,以描述类似于袋子的腿部包裹物,这在传统的希腊服饰中并不常见。

引用这一段

斯特拉波, 地理学 §15.1.28-15.1.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.28-15.1.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。