§15.1.13̔́απασα δʼ ἐστὶ κατάρρυτος ποταμοῖς ἡ Ἰνδική, τοῖς μὲν εἰς δύο τοὺς μεγίστους συρρηγνυμένοις τόν τε Ἰνδὸν καὶ τὸν Γάγγην, τοῖς δὲ κατʼ ἴδια στόματα ἐκδιδοῦσιν εἰς τὴν θάλατταν·
インド全土は河川によって潤されている。 それらの川のうち、あるものは二つの最大の川、すなわちインダス川とガンジス川に合流し、他のものは独自の河口をもって海へと注ぎ込んでいる。
ἅπαντες δʼ ἀπὸ τοῦ Καυκάσου τὴν ἀρχὴν ἔχουσι καὶ φέρονται μὲν ἐπὶ τὴν μεσημβρίαν τὸ πρῶτον, εἶθʼ οἱ μὲν μένουσιν ἐπὶ τῆς αὐτῆς φορᾶς καὶ μάλιστα οἱ εἰς τὸν Ἰνδὸν συμβάλλοντες, οἱ δʼ ἐπιστρέφονται πρὸς ἕω, καθάπερ καὶ ὁ Γάγγης ποταμός.
それらはすべてカウカソスから源を発し、最初は南へと流れるが、その後、あるものは同じ流れの方向を維持し(特にインダス川に合流する川がそうである)、他のものは東へと方向を変える。 それはガンジス川がそうであるように。
οὗτος μὲν οὖν καταβὰς ἐκ τῆς ὀρεινῆς, ἐπειδὰν ἅψηται τῶν πεδίων ἐπιστρέψας πρὸς ἕω καὶ ῥυεὶς παρὰ τὰ Παλίβοθρα μεγίστην πόλιν πρόεισιν ἐπὶ τὴν ταύτῃ θάλατταν καὶ μίαν ἐκβολὴν ποιεῖται, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν·
さて、このガンジス川は、山地から下り、平野に達すると東へと向きを変え、最大の都市パリボトラの傍らを流れて、この地域の海へと進み、一つの河口を作る。 これはインドの川の中で最大のものである。
ὁ δὲ Ἰνδὸς δυσὶ στόμασιν εἰς τὴν μεσημβρινὴν ἐκπίπτει θάλατταν, ἐμπεριλαμβάνων τὴν Παταληνὴν καλουμένην χώραν παραπλησίαν τῷ κατʼ Αἴγυπτον Δέλτα.
他方、インダス川は二つの河口をもって南の海へと注ぎ、エジプトのデルタに類似した、パタレネと呼ばれる地方を取り囲んでいる。
ἐκ δὲ τῆς ἀναθυμιάσεως τῶν τοσούτων ποταμῶν καὶ ἐκ τῶν ἐτησίων, ὡς Ἐρατοσθένης φησί, βρέχεται τοῖς θερινοῖς ὄμβροις ἡ Ἰνδική, καὶ λιμνάζει τὰ πεδία·
これほど多くの川からの蒸発気と、そして季節風によって、エラトステネスが言うには、インドは夏の雨に潤され、平野は湖のようになる。
ἐν μὲν οὖν τούτοις τοῖς ὄμβροις λίνον σπείρεται καὶ κέγχρος, πρὸς τούτοις σήσαμον ὄρυζα βόσμορον·
さて、これら夏の雨の時期に、亜麻とキビ、さらにはゴマ、米、ボスモロスが蒔かれる。
τοῖς δὲ χειμερινοῖς καιροῖς πυροὶ κριθαὶ ὄσπρια καὶ ἄλλοι καρποὶ ἐδώδιμοι, ὧν ἡμεῖς ἄπειροι.
他方、冬の季節には、小麦、大麦、豆類、およびその他我々が知らない食用果実が蒔かれる。
σχεδὸν δέ τι τοῖς ἐν Αἰθιοπίᾳ καὶ κατʼ Αἴγυπτον τὰ αὐτὰ φύεται καὶ ἐν τῇ Ἰνδικῇ, καὶ τῶν ἐν τοῖς ποταμοῖς πλὴν ἵππου ποταμίου τὰ ἄλλα φέρουσι καὶ οἱ Ἰνδικοί·
エチオピアやエジプトに生息・生育するものとほぼ同じものがインドでも生育し、河川の生物についても、カバを除けば、インドの川も他の生物を産する。
Ὀνησίκριτος δὲ καὶ τοὺς ἵππους γίνεσθαί φησι.
しかしオネシクリトスは、カバも生息していると述べている。
τῶν δʼ ἀνθρώπων οἱ μὲν μεσημβρινοὶ τοῖς Αἰθίοψίν εἰσιν ὅμοιοι κατὰ τὴν χροιάν, κατὰ δὲ τὴν ὄψιν καὶ τὴν τρίχωσιν τοῖς ἄλλοις (οὐδὲ γὰρ οὐλοτριχοῦσι διὰ τὴν ὑγρότητα τοῦ ἀέρος), οἱ δὲ βόρειοι τοῖς Αἰγυπτίοις.
人間については、南側の人々は肌の色においてはエチオピア人に似ているが、容貌や毛髪においては他の人々に似ている(というのも、空気の湿気のために彼らはちぢれ毛ではないからである)。 他方、北側の人々はエジプト人に似ている。
§15.1.14τὴν δὲ Ταπροβάνην πελαγίαν εἶναί φασι νῆσον ἀπέχουσαν τῶν νοτιωτάτων τῆς Ἰνδικῆς τῶν κατὰ τοὺς Κωνιακοὺς πρὸς μεσημβρίαν ἡμερῶν ἑπτὰ πλοῦν, μῆκος μὲν ὡς πεντακισχιλίων σταδίων ἐπὶ τὴν Αἰθιοπίαν· ἔχειν δὲ καὶ ἐλέφαντας.
タプロバネは外洋の島であり、コニアコイと呼ばれる人々の近くのインドの最南端から、南へ7日間の航路だけ離れており、長さはエチオピアの方へ向かっておよそ5000スタディオンあり、また象も生息している、と言われている。
§15.1.15τοιαῦται μὲν αἱ τοῦ Ἐρατοσθένους ἀποφάσεις.
エラトステネスの言明はこのようなものである。
προστεθεῖσαι δὲ καὶ αἱ τῶν ἄλλων, εἴ πού τι προσακριβοῦσιν, εἰδοποιήσουσι τὴν γραφήν.
しかし、他の人々の言明も、もしどこかでより正確な情報を提供しているならば、付け加えられることで、この記述を具体化するだろう。
οἷον περὶ τῆς Ταπροβάνης Ὀνησίκριτός φησι μέγεθος μὲν εἶναι πεντακισχιλίων σταδίων, οὐ διορίσας μῆκος οὐδὲ πλάτος, διέχειν δὲ τῆς ἠπείρου πλοῦν ἡμερῶν εἴκοσιν· ἀλλὰ κακοπλοεῖν τὰς ναῦς, φαύλως μὲν ἱστιοπεποιημένας κατεσκευασμένας δὲ ἀμφοτέρωθεν ἐγκοιλίων μητρῶν χωρίς.
たとえば、タプロバネについてオネシクリトスは、大きさは5000スタディオンである(長さとも幅とも規定せずに)と述べ、また大陸からは20日間の航路だけ離れているが、船は航海が困難であり、それらは帆の作りが粗末で、両頭に作られており、内部の肋骨を欠いているからである、と言う。
εἶναι δὲ καὶ ἄλλας νήσους αὐτῆς μεταξὺ καὶ τῆς Ἰνδικῆς, νοτιωτάτην δʼ ἐκείνην.
そして、それとインドの間には他にも島々があるが、あれが最も南にある。
κήτη δʼ ἀμφίβια περὶ αὐτὴν γίνεσθαι, τὰ μὲν βουσὶ τὰ δʼ ἵπποις τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα.
また、その周囲には両生類の海の怪獣がおり、あるものは牛に、あるものは馬に、あるものは他の陸上動物に似ていると、彼は言う。
§15.1.16Νέαρχος δὲ περὶ τῆς ἐκ τῶν ποταμῶν ἐπιχοῆς παραδείγματα φέρει τὰ τοιαῦτα, ὅτι καὶ τὸ Ἕρμου καὶ Καΰστρου πεδίον καὶ Μαιάνδρου καὶ Καΐκου παραπλησίως εἴρηται διὰ τὴν ἐπιφορουμένην τοῖς πεδίοις χοῦν αὔξειν αὐτά, μᾶλλον δὲ γεννᾶν, ἐκ τῶν ὀρῶν καταφερομένην, ὅση εὔγεως καὶ μαλακή·
他方、ネアルコスは、川による土砂の堆積について次のような例を挙げている。 すなわち、ヘルモス川、カウストロス川、マイアンドロス川、カイコス川の平野についても、平野に運ばれてくる土砂(これが平野を増大させ、むしろ生み出しているのだが、それは山々から流れ下る肥沃で柔らかい土砂である)のゆえに、同様のことが言われているということである。
καταφέρειν δὲ τοὺς ποταμούς, ὥστε τούτων ὡς ἂν γεννήματα ὑπάρχειν τὰ πεδία· καὶ εὖ λέγεσθαι ὅτι τούτων ἐστι τὰ πεδία.
そして、川がそれらを運んでくるので、それらの平野はいわば川の産物として存在しており、平野はこれらの川のものであると言われるのはもっともであると彼は言う。
τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὑπὸ τοῦ Ἡροδότου λεχθέντι ἐπὶ τοῦ Νείλου καὶ τῆς ἐπʼ αὐτῷ γῆς ὅτι ἐκείνου δῶρόν ἐστι·
これはヘロドトスがナイル川とその流域の土地について「それは川の賜物である」と述べたことと同じである。
διὰ τοῦτο δʼ ὀρθῶς καὶ ὁμώνυμον τῇ Αἰγύπτῳ φησὶ λεχθῆναι τὸν Νεῖλον ὁ Νέαρχος.
このためネアルコスは、ナイル川がエジプトと同じ名前で呼ばれたのも正しい、と述べている。