Humanitext Reader

ストラボン · 地理誌 §15.1.10-15.1.12

エラトステネスによるインドの境界と形状と寸法

476 / 577 箇所 · ギリシア語

要旨

ストラボンはインドに関する信頼性の高い資料としてエラトステネスを挙げ、インドの地理的境界、菱形をなす形状、および東西・南北の寸法について彼の学説を詳細に紹介する。また、他の歴史家たちの誇張された寸法推計と比較する。

§15.1.10̔ως ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ πᾶν τὸ ἐγγυτάτω πίστεως.
したがって、このような事柄においては、最も信頼に近いものをすべて受け入れるべきである。
ἐποιησάμεθα δʼ ἡμεῖς καὶ ἐν τοῖς πρώτοις λόγοις τοῖς περὶ γεωγραφίας δίαιταν ἣν δυνατὸν ἦν περὶ τούτων, καὶ νῦν ἐκείνοις τε ἐξ ἑτοίμου χρησόμεθα καὶ ἕτερα προσθήσομεν, ὅσων ἂν δεῖν δόξῃ πρὸς τὴν σαφήνειαν.
我々は地理学に関する最初の数巻においても、これらの事柄について可能な限りの検討を行ったが、今回もそれらをすぐに使えるものとして利用しつつ、明瞭さのために必要と思われるだけの他の事柄を付け加えることにする。
μάλιστα δʼ ἐκ τῆς διαίτης ἐδόκει τῆς τότε πιστότατα εἶναι τὰ ὑπὸ τοῦ Ἐρατοσθένους ἐν τῷ τρίτῳ τῶν γεωγραφικῶν ἐκτεθέντα κεφαλαιωδῶς περὶ τῆς τότε νομιζομένης Ἰνδικῆς, ἡνίκα Ἀλέξανδρος ἐπῆλθε·
とりわけ当時の検討からして、アレクサンドロスが侵攻した当時にインドと考えられていた地域について、エラトステネスが『地理学』第3巻において要約的に提示した事柄が最も信頼できるように思われた。
καὶ ἦν ὁ Ἰνδὸς ὅριον ταύτης τε καὶ τῆς Ἀριανῆς ἣν ἐφεξῆς πρὸς τῇ ἑσπέρᾳ κειμένην Πέρσαι κατεῖχον·
そして、インダス川がこの地と、それに隣接して西側に位置し、ペルシア人が領有していたアリアネとの境界であった。
ὕστερον γὰρ δὴ καὶ τῆς Ἀριανῆς πολλὴν ἔσχον οἱ Ἰνδοὶ λαβόντες παρὰ τῶν Μακεδόνων.
というのも、のちにインド人たちは、マケドニア人からアリアネの大部分をも譲り受けて領有したからである。
ἔστι δὲ τοιαῦτα ἃ λέγει ὁ Ἐρατοσθένης.
エラトステネスが述べていることは以下の通りである。
§15.1.11τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ μὲν τῶν ἄρκτων τοῦ Ταύρου τὰ ἔσχατα ἀπὸ τῆς Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον καὶ ἄλλα ὀνομάζουσι, Μακεδόνες δὲ Καύκασον·
彼はインドの境界を画定している。 北側は、タウロス山脈の最端部、すなわちアリアネから東の海に至る部分によってである。 この山脈を地元の住民たちは部分的にパロパミソス、エモドス、イマオス、あるいはその他の名で呼んでいるが、マケドニア人たちはカウカソスと呼んでいる。
ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Ἰνδὸς ποταμός·
西側はインダス川によってである。
τὸ δὲ νότιον καὶ τὸ προσεῷον πλευρόν, πολὺ μείζω τῶν ἑτέρων ὄντα, προπέπτωκεν εἰς τὸ Ἀτλαντικὸν πέλαγος, καὶ γίνεται ῥομβοειδὲς τὸ τῆς χώρας σχῆμα τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος παρὰ τὸ ἀπεναντίον πλευρὸν καὶ τρισχιλίοις σταδίοις, ὅσων ἐστὶ τὸ κοινὸν ἄκρον τῆς τε ἑωθινῆς παραλίας καὶ τῆς μεσημβρινῆς, ἔξω προπεπτωκὸς ἐξ ἴσης ἐφʼ ἑκάτερον παρὰ τὴν ἄλλην ᾐόνα.
他方、南側と東側の辺は、他の辺よりもはるかに大きいのであるが、アトランティス海へと突き出ており、この国の形は菱形になっている。 すなわち、より長い二つの辺のそれぞれが、それらと対向する辺に対して3000スタディオンだけ上回っており、この3000スタディオンというのは、東の海岸線と南の海岸線の共通の岬が、他の海岸線に対して両方向に等しく外側に突き出ている分の長さである。
τῆς μὲν οὖν ἑσπερίου πλευρᾶς ἀπὸ τῶν Καυκασίων ὀρῶν ἐπὶ τὴν νότιον θάλατταν στάδιοι μάλιστα λέγονται μύριοι τρισχίλιοι παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τῶν ἐκβολῶν αὐτοῦ, ὥστʼ ἀπεναντίον ἡ ἑωθινὴ προσλαβοῦσα τοὺς τῆς ἄκρας τρισχιλίους ἔσται μυρίων καὶ ἑξακισχιλίων σταδίων.
それゆえ、西の辺は、カウカソス山脈から南の海まで、インダス川に沿ってその河口に至るまで、およそ1万3000スタディオンと言われており、したがって、それと対向する東の辺は、岬の3000スタディオンを加えることで、1万6000スタディオンになる。
τοῦτο μὲν οὖν πλάτος τῆς χώρας τό τʼ ἐλάχιστον καὶ τὸ μέγιστον.
これが、この国の幅の、最小値と最大値である。
μῆκος δὲ τὸ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω·
長さは、西から東への距離である。
τούτου δὲ τὸ μὲν μέχρι Παλιβόθρων ἔχοι τις ἂν βεβαιοτέρως εἰπεῖν·
このうち、パリボトラに達するまでの部分は、比較的確実なものとして語ることができるだろう。
καταμεμέτρηται γὰρ σχοινίοις καὶ ἔστιν ὁδὸς βασιλικὴ σταδίων μυρίων·
なぜなら、そこは測定縄で測定されており、1万スタディオンの王の道があるからである。
τὰ δʼ ἐπέκεινα στοχασμῷ λαμβάνεται διὰ τῶν ἀνάπλων τῶν ἐκ θαλάττης διὰ τοῦ Γάγγου ποταμοῦ μέχρι Παλιβόθρων·
他方、それより先の部分は、海からガンジス川を遡行してパリボトラに至る航路に基づいて推測され、およそ6000スタディオンであろう。
εἴη δʼ ἄν τι σταδίων ἑξακισχιλίων.
したがって、最も短いところで全体は1万6000スタディオンになる。
ἔσται δὲ τὸ πᾶν ᾗ βραχύτατον μυρίων ἑξακισχιλίων, ὡς ἔκ τε τῆς ἀναγραφῆς τῶν σταθμῶν τῆς πεπιστευμένης μάλιστα λαβεῖν Ἐρατοσθένης φησί, καὶ ὁ Μεγασθένης οὕτω συναποφαίνεται, Πατροκλῆς δὲ χιλίοις ἔλαττον φησί.
エラトステネスによれば、最も信頼されている宿駅の記録からこれを把握できるとのことであり、メガステネスも同様に合意して表明しており、パトロクレスはそれより1000スタディオン少ないと述べている。
τούτῳ δὴ πάλιν τῷ διαστήματι προστεθὲν τὸ τῆς ἄκρας διάστημα τὸ προπῖπτον ἐπὶ πλέον πρὸς τὰς ἀνατολάς, οἱ τρισχίλιοι στάδιοι ποιήσουσι τὸ μέγιστον μῆκος·
さて、この距離に、さらに東に向かってより長く突き出ている岬の距離、すなわち3000スタディオンが加えられると、最大の長さとなる。
ἔστι δὲ τοῦτο τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἰνδοῦ ποταμοῦ παρὰ τὴν ἑξῆς ᾐόνα μέχρι τῆς λεχθείσης ἄκρας καὶ τῶν ἀνατολικῶν αὐτῆς τερμόνων·
これは、インダス川の河口からそれに続く海岸に沿って、上述の岬とその東の境界に至るまでの距離である。
οἰκοῦσι δʼ ἐνταῦθα οἱ Κωνιακοὶ καλούμενοι.
ここに、コニアコイと呼ばれる人々が住んでいる。
§15.1.12Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν ὅσον διαφέρουσιν αἱ τῶν ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρίτον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τεττάρων τὴν διὰ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ Δηιμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους τιθέασι σταδίους τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν Καύκασον, Δηίμαχος δʼ ὑπὲρ τοὺς τρισμυρίους κατʼ ἐνίους τόπους·
これらの事柄から、他の者たちの主張がいかに異なっているかを見ることができる。 クテシアスはインドをアジアの他の地域に劣らず大きいと言い、オネシクリトスは有人世界の3分の1であると言い、ネアルコスは平原を通る旅路は4ヶ月分であると言い、メガステネスとデイマコスはより控えめな主張をしているが、彼らは南の海からカウカソスまでの距離を2万スタディオン以上としており、デイマコスにいたっては、いくつかの場所においては3万スタディオン以上としている。
πρὸς οὓς ἐν τοῖς πρώτοις λόγοις εἴρηται, νῦν δὲ τοσοῦτον εἰπεῖν ἱκανόν, ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην, ἐάν τι περὶ τῶν Ἰνδικῶν λέγοντες μὴ διισχυρίζωνται.
彼らに対しては最初の数巻において既に論じたが、今はこれだけを言えば十分である。 すなわち、この相違もまた、インドに関する事柄を語るにあたって確言を避けることで、寛容を求める人々の擁護となるということである。

語釈・文法注

  1. 15.1.10ὡς ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ — ὡς ἐν τοῖς τοιούτοις οὖν における ὡς は、前文の議論を受けて「したがって」という論理的帰結を示し、ἀποδέχεσθαι は非人称動詞 δεῖ の補語(不定詞)として機能する。
  2. 15.1.11τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος — 分詞 πλεονεκτοῦντος を伴う属格独立構文。複数属格である主語 τῶν μειζόνων πλευρῶν に対して、各個を指す分配的代名詞 ἑκατέρου(それぞれ)が単数属格で挿入されたため、分詞もそれに一致して単数形(πλεονεκτοῦντος)になっている。
  3. 15.1.11ὅσων ἐστὶ τὸ κοινὸν ἄκρον... ἔξω προπεπτωκός — 関係代名詞 ὅσων(属格複数)は、直前の τρισχιλίοις σταδίοις(3,000スタディオン)を先行詞とする。中性単数分詞である προπεπτωκός は τὸ κοινὸν ἄκρον(共通の岬)に係り、岬が他方の海岸線から「外側へ突き出ている」度合いを説明している。
  4. 15.1.12ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην — τοῖς αἰτουμένοις は、動詞 αἰτέω の現在中・受動態分詞の与格複数形で、名詞的に「(寛容を)求める人々」を指す。対格名詞 συγγνώμην(寛容、理解)はその直接目的語である。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.10-15.1.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.10-15.1.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。