§15.1.17Ἀριστόβουλος δὲ μόνα καὶ ὕεσθαι καὶ νίφεσθαι τὰ ὄρη καὶ τὰς ὑπωρείας φησί, τὰ πεδία δὲ καὶ ὄμβρων ὁμοίως ἀπηλλάχθαι καὶ νιφετῶν, ἐπικλύζεσθαι δὲ μόνον κατὰ τὰς ἀναβάσεις τῶν ποταμῶν·
アリストブロスによれば、山地やその麓だけが雨が降り雪が降るのであって、平野は雨からも雪からも同様に免れており、ただ河川の増水時にのみ浸水する。
νίφεσθαι μὲν οὖν τὰ ὄρη κατὰ χειμῶνα, τοῦ δὲ ἔαρος ἀρχομένου καὶ τοὺς ὄμβρους ἐνάρχεσθαι καὶ ἀεὶ καὶ μᾶλλον λαμβάνειν ἐπίδοσιν·
すなわち、山地には冬に雪が降るが、春の始まりには雨も降り始め、それは常に勢いを増していく。
τοῖς δʼ ἐτησίαις καὶ ἀδιαλείπτως νύκτωρ καὶ μεθʼ ἡμέραν ἐκχεῖσθαι καὶ λάβρους ἕως ἐπιτολῆς ἀρκτούρου·
そしてエテシアイの時期には、アルクトゥルスの昇る頃まで、夜も昼も絶え間なく激しく雨が注ぐ。
ἔκ τε δὴ τῶν χιόνων καὶ τῶν ὑετῶν πληρουμένους ποτίζειν τὰ πεδία.
したがって、雪と雨の両方から満たされた川が平野を潤すのである。
κατανοηθῆναι δὲ ταῦτα καὶ ὑφʼ ἑαυτοῦ καὶ ὑπὸ τῶν ἄλλων φησίν, ὡρμηκότων μὲν εἰς τὴν Ἰνδικὴν ἀπὸ Παροπαμισαδῶν, μετὰ δὲ δυσμὰς πληιάδων, καὶ διατριψάντων κατὰ τὴν ὀρεινὴν ἔν τε τῇ Ὑπασίων καὶ τῇ Ἀσσακανοῦ γῇ τὸν χειμῶνα, τοῦ δʼ ἔαρος ἀρχομένου καταβεβηκότων εἰς τὰ πεδία καὶ πόλιν Τάξιλα εὐμεγέθη, ἐντεῦθεν δʼ ἐπὶ Ὑδάσπην καὶ τὴν Πώρου χώραν·
彼自身や他の人々がこのことに気づいたのは、彼らがパロパミサダイの地からインドへと出発し、プレアデスが沈んだ後にハイパシオイとアッサカノスの地という山地で冬を過ごし、春の始まりに平野と大都市タキシラへと下り、そこからヒュダスペス川およびポロスの領土へと進んだ時であった、と彼は言う。
τοῦ μὲν οὖν χειμῶνος ὕδωρ οὐκ ἰδεῖν ἀλλὰ χιόνας μόνον·
実際、冬の間は雨を見ず、雪だけを見た。
ἐν δὲ τοῖς Ταξίλοις πρῶτον ὑσθῆναι, καὶ ἐπειδὴ καταβᾶσιν ἐπὶ τὸν Ὑδάσπην καὶ νικήσασι Πῶρον ὁδὸς ἦν ἐπὶ τὸν Ὕπανιν πρὸς ἕω κἀκεῖθεν ἐπὶ τὸν Ὑδάσπην πάλιν, ὕεσθαι συνεχῶς καὶ μάλιστα τοῖς ἐτησίαις, ἐπιτείλαντος δὲ ἀρκτούρου γενέσθαι παῦλαν·
そしてタキシラで初めて雨が降った。 彼らがヒュダスペス川へと下り、ポロスを破った後、東のヒュパニス川へと向かい、そこから再びヒュダスペス川へと引き返す道中では、絶えず、特にエテシアイの時期に雨が降り、アルクトゥルスが昇った時に雨が止んだ。
διατρίψαντας δὲ περὶ τὴν ναυπηγίαν ἐπὶ τῷ Ὑδάσπῃ καὶ πλεῖν ἀρξαμένους πρὸ δύσεως πληιάδος οὐ πολλαῖς ἡμέραις, καὶ τὸ φθινόπωρον πᾶν καὶ τὸν χειμῶνα καὶ τὸ ἐπιὸν ἔαρ καὶ θέρος ἐν τῷ κατάπλῳ πραγματευθέντας ἐλθεῖν εἰς τὴν Παταληνὴν περὶ κυνὸς ἐπιτολήν·
また、ヒュダスペス川での造船に従事してそこに留まり、プレアデスが沈む数日前に航行を開始し、秋全体、冬、そして続く春と夏をその下りの航行に費やして、シリウスが昇る頃にパタレネに到着した。
δέκα μὲν δὴ τοῦ κατάπλου γενέσθαι μῆνας, οὐδαμοῦ δʼ ὑετῶν αἰσθέσθαι οὐδʼ ὅτε ἐπήκμασαν οἱ ἐτησίαι, τῶν δὲ ποταμῶν πληρουμένων τὰ πεδία κλύζεσθαι·
この下りの航行は10ヶ月に及んだが、一度も雨を感じることはなく、エテシアイが全盛の時でさえそうであった。 しかし、河川が満ちることで平野は浸水していた。
τὴν δὲ θάλατταν ἄπλουν εἶναι τῶν ἀνέμων ἀντιπνεόντων, ἀπογαίας δὲ μηδεμιᾶς πνοῆς ἐκδεξαμένης.
また、海は逆風が吹いており、陸風も全く吹かなかったため、航行不可能であった。
§15.1.18τοῦτο μὲν οὖν αὐτὸ καὶ ὁ Νέαρχος λέγει, περὶ δὲ τῶν θερινῶν ὄμβρων οὐχ ὁμολογεῖ, ἀλλά φησιν ὕεσθαι τὰ πεδία θέρους, χειμῶνος δʼ ἄνομβρα εἶναι.
この点自体についてはネアルコスも同じことを述べているが、夏の雨については同意せず、夏に平野に雨が降り、冬には雨が降らないと言う。
λέγουσι δʼ ἀμφότεροι καὶ τὰς ἀναβάσεις τῶν ποταμῶν.
しかし、両者とも河川の増水については述べている。
ὁ μέν γε Νέαρχος τοῦ Ἀκεσίνου πλησίον στρατοπεδεύοντάς φησιν ἀναγκασθῆναι μεταλαβεῖν τόπον ἄλλον ὑπερδέξιον κατὰ τὴν ἀνάβασιν, γενέσθαι δὲ τοῦτο κατὰ θερινὰς τροπάς.
すなわち、ネアルコスはアケシネス川の近くに宿営していた時、増水のために他の高い場所へ移動することを余儀なくされたと言い、これは夏至の時期に起こった。
ὁ δʼ Ἀριστόβουλος καὶ μέτρα τῆς ἀναβάσεως ἐκτίθεται τετταράκοντα πήχεις, ὧν τοὺς μὲν εἴκοσιν ὑπὲρ τὸ προϋπάρχον βάθος πληροῦν μέχρι χείλους τὸ ῥεῖθρον, τοῖς δʼ εἴκοσιν ὑπέρχυσιν εἶναι εἰς τὰ πεδία.
他方、アリストブロスは増水の測定値を40ペーケイスとして提示しており、そのうち20ペーケイスは元の深さを超えて川を縁まで満たし、残りの20ペーケイスは平野への氾濫分である。
ὁμολογοῦσι δὲ καὶ διότι συμβαίνει νησίζειν τὰς πόλεις ἐπάνω χωμάτων ἱδρυμένας, καθάπερ καὶ ἐν Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ·
また両者は、エジプトやエチオピアと同様に、盛り土の上に建てられた都市が島々のようになることにも同意している。
μετὰ δὲ ἀρκτοῦρον παύεσθαι τὴν πλήμμυραν ἀποβαίνοντος τοῦ ὕδατος·
そしてアルクトゥルスの後に水が引いて洪水は収まる。
ἔτι δʼ ἡμίψυκτον σπείρεσθαι τὴν γῆν ὑπὸ τοῦ τυχόντος ὀρύκτου χαραχθεῖσαν, καὶ ὅμως φύεσθαι τὸν καρπὸν τέλειον καὶ καλόν.
さらに、土地はまだ半分乾いた状態で、あり合わせの掘り具で引っかかれただけで播種されるが、それでもなお作物は完璧に美しく育つ。
τὴν δʼ ὄρυζάν φησιν ὁ Ἀριστόβουλος ἑστάναι ἐν ὕδατι κλειστῷ, πρασιὰς δʼ εἶναι τὰς ἐχούσας αὐτήν·
また、米は囲まれた水の中に立っており、米を保持しているのは畦である、とアリストブロスは言う。
ὕψος δὲ τοῦ φυτοῦ τετράπηχυ πολύσταχύ τε καὶ πολύκαρπον·
この植物の高さは4ペーケイスで、多くの穂と実をつける。
θερίζεσθαι δὲ περὶ δύσιν πληιάδος καὶ πτίσσεσθαι ὡς τὰς ζειάς·
そしてプレアデスが沈む頃に刈り取られ、セイアのように脱穀される。
φύεσθαι δὲ καὶ ἐν τῇ Βακτριανῇ καὶ Βαβυλωνίᾳ καὶ Σουσίδι· καὶ ἡ κάτω δὲ Συρία φύει.
それはバクトリアナ、バビロニア、スシトでも生育し、下シリアでも生育する。
Μέγιλλος δὲ τὴν ὄρυζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρων φησίν, ἀρδείας δὲ καὶ φυτείας δεῖσθαι ἀπὸ τῶν κλειστῶν ποτιζομένην ὑδάτων.
他方、メギロスによれば、米は雨の前に蒔かれ、囲まれた水から灌漑されて栽培される必要がある。
περὶ δὲ τοῦ βοσμόρου φησὶν Ὀνησίκριτος διότι σῖτός ἐστι μικρότερος τοῦ πυροῦ, γεννᾶται δʼ ἐν ταῖς μεσοποταμίαις, φρύγεται δʼ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα.
また、ボスモロスについてオネシクリトスは、小麦より小さい穀物であり、河間地方で産し、脱穀された後に焙煎され、種子が輸出されないように、焙煎されていないものは脱穀場から持ち出さないことを誓わされる、と述べている。