Humanitext Reader

斯特拉波 · 地理学 §15.1.13-15.1.16

印度的河流气候与塔普罗巴内岛

第 477 段,共 577 段 · 希腊语

内容简介

本段描述了印度的河流系统、气候与作物,以及居民的身体特征,并引用了埃拉托斯特尼和奥内西克里图斯关于南方岛屿塔普罗巴内的报告,以及尼阿库斯关于河流泥沙淤积的讨论。

§15.1.13̔́απασα δʼ ἐστὶ κατάρρυτος ποταμοῖς ἡ Ἰνδική, τοῖς μὲν εἰς δύο τοὺς μεγίστους συρρηγνυμένοις τόν τε Ἰνδὸν καὶ τὸν Γάγγην, τοῖς δὲ κατʼ ἴδια στόματα ἐκδιδοῦσιν εἰς τὴν θάλατταν·
整个印度都河流纵横,其中一些流汇入两条最大的河流——印度河与恒河,另一些则通过各自的河口流入大海。
ἅπαντες δʼ ἀπὸ τοῦ Καυκάσου τὴν ἀρχὴν ἔχουσι καὶ φέρονται μὲν ἐπὶ τὴν μεσημβρίαν τὸ πρῶτον, εἶθʼ οἱ μὲν μένουσιν ἐπὶ τῆς αὐτῆς φορᾶς καὶ μάλιστα οἱ εἰς τὸν Ἰνδὸν συμβάλλοντες, οἱ δʼ ἐπιστρέφονται πρὸς ἕω, καθάπερ καὶ ὁ Γάγγης ποταμός.
它们全部发源于高加索山脉,起初向南流去,随后一些河流保持相同的流向,尤其是那些汇入印度河的河流,而另一些则转向东方,正如恒河一样。
οὗτος μὲν οὖν καταβὰς ἐκ τῆς ὀρεινῆς, ἐπειδὰν ἅψηται τῶν πεδίων ἐπιστρέψας πρὸς ἕω καὶ ῥυεὶς παρὰ τὰ Παλίβοθρα μεγίστην πόλιν πρόεισιν ἐπὶ τὴν ταύτῃ θάλατταν καὶ μίαν ἐκβολὴν ποιεῖται, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν·
恒河从山区流下,一旦到达平原便转向东方,流经最大的城市巴利博特拉,流向该地区的海洋,并形成一个出海口,它是印度所有河流中最大的一条。
ὁ δὲ Ἰνδὸς δυσὶ στόμασιν εἰς τὴν μεσημβρινὴν ἐκπίπτει θάλατταν, ἐμπεριλαμβάνων τὴν Παταληνὴν καλουμένην χώραν παραπλησίαν τῷ κατʼ Αἴγυπτον Δέλτα.
而印度河则通过两个河口流入南海,包围着被称为帕塔莱内的地区,该地区类似于埃及的三角洲。
ἐκ δὲ τῆς ἀναθυμιάσεως τῶν τοσούτων ποταμῶν καὶ ἐκ τῶν ἐτησίων, ὡς Ἐρατοσθένης φησί, βρέχεται τοῖς θερινοῖς ὄμβροις ἡ Ἰνδική, καὶ λιμνάζει τὰ πεδία·
由于如此多河流的蒸发以及季风,正如埃拉托斯特尼所说,印度受到夏季雨水的滋润,平原变成了湖泊。
ἐν μὲν οὖν τούτοις τοῖς ὄμβροις λίνον σπείρεται καὶ κέγχρος, πρὸς τούτοις σήσαμον ὄρυζα βόσμορον· τοῖς δὲ χειμερινοῖς καιροῖς πυροὶ κριθαὶ ὄσπρια καὶ ἄλλοι καρποὶ ἐδώδιμοι, ὧν ἡμεῖς ἄπειροι.
在这些雨季,人们播种亚麻和小米,此外还有芝麻、水稻和一种名为波斯莫隆的作物;而在冬季,则播种小麦、大麦、豆类和我们不熟悉的其他食用作物。
σχεδὸν δέ τι τοῖς ἐν Αἰθιοπίᾳ καὶ κατʼ Αἴγυπτον τὰ αὐτὰ φύεται καὶ ἐν τῇ Ἰνδικῇ, καὶ τῶν ἐν τοῖς ποταμοῖς πλὴν ἵππου ποταμίου τὰ ἄλλα φέρουσι καὶ οἱ Ἰνδικοί· Ὀνησίκριτος δὲ καὶ τοὺς ἵππους γίνεσθαί φησι.
在印度生长的动植物与埃塞俄比亚和埃及大致相同,印度的河流也产有除河马以外的其他埃及河流动物,不过奥内西克里图斯说,那里也有河马。
τῶν δʼ ἀνθρώπων οἱ μὲν μεσημβρινοὶ τοῖς Αἰθίοψίν εἰσιν ὅμοιοι κατὰ τὴν χροιάν, κατὰ δὲ τὴν ὄψιν καὶ τὴν τρίχωσιν τοῖς ἄλλοις (οὐδὲ γὰρ οὐλοτριχοῦσι διὰ τὴν ὑγρότητα τοῦ ἀέρος), οἱ δὲ βόρειοι τοῖς Αἰγυπτίοις.
至于人类,南方人在肤色上与埃塞俄比亚人相似,但在容貌和毛发上则与其他印度人相似(因为由于空气的潮湿,他们并没有卷曲的头发),而北方人则与埃及人相似。
§15.1.14τὴν δὲ Ταπροβάνην πελαγίαν εἶναί φασι νῆσον ἀπέχουσαν τῶν νοτιωτάτων τῆς Ἰνδικῆς τῶν κατὰ τοὺς Κωνιακοὺς πρὸς μεσημβρίαν ἡμερῶν ἑπτὰ πλοῦν, μῆκος μὲν ὡς πεντακισχιλίων σταδίων ἐπὶ τὴν Αἰθιοπίαν· ἔχειν δὲ καὶ ἐλέφαντας.
据人们说,塔普罗巴内是一座外海的岛屿,距离印度最南端(科尼亚科伊人附近)向南有七天的航程,其长度向埃塞俄比亚方向延伸约五千斯塔迪翁;岛上还产有大象。
§15.1.15τοιαῦται μὲν αἱ τοῦ Ἐρατοσθένους ἀποφάσεις.
以上是埃拉托斯特尼的陈述。
προστεθεῖσαι δὲ καὶ αἱ τῶν ἄλλων, εἴ πού τι προσακριβοῦσιν, εἰδοποιήσουσι τὴν γραφήν.
如果再加上其他人的陈述(如果他们在某些地方提供了更准确的细节),将使我们的描述更臻完善。
οἷον περὶ τῆς Ταπροβάνης Ὀνησίκριτός φησι μέγεθος μὲν εἶναι πεντακισχιλίων σταδίων, οὐ διορίσας μῆκος οὐδὲ πλάτος, διέχειν δὲ τῆς ἠπείρου πλοῦν ἡμερῶν εἴκοσιν· ἀλλὰ κακοπλοεῖν τὰς ναῦς, φαύλως μὲν ἱστιοπεποιημένας κατεσκευασμένας δὲ ἀμφοτέρωθεν ἐγκοιλίων μητρῶν χωρίς.
例如关于塔普罗巴内,奥内西克里图斯说其大小为五千斯塔迪翁,但未区分长度或宽度,且距离大陆有二十天的航程;但船只航行困难,因为它们帆具粗劣,且在两端建造时没有内部肋骨。
εἶναι δὲ καὶ ἄλλας νήσους αὐτῆς μεταξὺ καὶ τῆς Ἰνδικῆς, νοτιωτάτην δʼ ἐκείνην.
他还说,在该岛与印度之间还有其他岛屿,而该岛是最靠南的。
κήτη δʼ ἀμφίβια περὶ αὐτὴν γίνεσθαι, τὰ μὲν βουσὶ τὰ δʼ ἵπποις τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα.
岛屿周围有两栖的海中怪兽,有的像牛,有的像马,有的像其他陆地动物。
§15.1.16Νέαρχος δὲ περὶ τῆς ἐκ τῶν ποταμῶν ἐπιχοῆς παραδείγματα φέρει τὰ τοιαῦτα, ὅτι καὶ τὸ Ἕρμου καὶ Καΰστρου πεδίον καὶ Μαιάνδρου καὶ Καΐκου παραπλησίως εἴρηται διὰ τὴν ἐπιφορουμένην τοῖς πεδίοις χοῦν αὔξειν αὐτά, μᾶλλον δὲ γεννᾶν, ἐκ τῶν ὀρῶν καταφερομένην, ὅση εὔγεως καὶ μαλακή· καταφέρειν δὲ τοὺς ποταμούς, ὥστε τούτων ὡς ἂν γεννήματα ὑπάρχειν τὰ πεδία· καὶ εὖ λέγεσθαι ὅτι τούτων ἐστι τὰ πεδία.
而尼阿库斯关于河流的泥沙淤积,举了这样的例子:赫尔莫斯河、卡乌斯特罗斯河、迈安德罗斯河和凯科斯河的平原也有类似的说法,因为被带到平原上的泥沙使平原扩大,或者更确切地说是创造了它们,这些泥沙是从山上冲刷下来的、肥沃而柔软的土;河流将这些泥沙带下,因此这些平原可以说是这些河流的产物,所以说平原属于这些河流是正确的。
τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὑπὸ τοῦ Ἡροδότου λεχθέντι ἐπὶ τοῦ Νείλου καὶ τῆς ἐπʼ αὐτῷ γῆς ὅτι ἐκείνου δῶρόν ἐστι· διὰ τοῦτο δʼ ὀρθῶς καὶ ὁμώνυμον τῇ Αἰγύπτῳ φησὶ λεχθῆναι τὸν Νεῖλον ὁ Νέαρχος.
这与希罗多德关于尼罗河及其沿岸土地所说的“它是河流的赠礼”是一致的;因此,尼阿库斯说,尼罗河被冠以与埃及相同的名称也是正确的。

词汇与语法注释

  1. 15.1.13τοῖς μὲν εἰς δύο τοὺς μεγίστους συρρηγνυμένοις — 与格分词短语,用作 ποταμοῖς 的同位语或限制性修饰语。结构 τοῖς μὲν ... τοῖς δὲ 将印度的河流分为两类:流入两条最大河流的河流和拥有独立出海口的河流。
  2. 15.1.13ὧν ἡμεῖς ἄπειροι — 属格关系代词 ὧν 用作形容词 ἄπειροι(不了解、无经验)的补足语。主语 ἡμεῖς 指地中海(希腊-罗马)世界的人民。
  3. 15.1.15ἐγκοιλίων μητρῶν χωρίς — χωρίς 是支配属格的前置词(在此置于名词后)。在造船语境中,μῆτραι(通常意为“子宫”)指船体内部的肋骨或肋材,体现了奥内西克里图斯对印度造船技术原始状态的描述。
  4. 15.1.16ὁμώνυμον τῇ Αἰγύπτῳ — 形容词 ὁμώνυμον(同名的)带与格 τῇ Αἰγύπτῳ。这指的是古风时期(如荷马史诗中)将尼罗河本身也称为“埃及”(Aegyptus)的用法。

引用这一段

斯特拉波, 地理学 §15.1.13-15.1.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.13-15.1.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。