§15.1.1τὰ περιλειπόμενα τῆς Ἀσίας ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου, πλὴν Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας, τὰ ἀπὸ τῆς Ἰνδικῆς μέχρι Νείλου μεταξὺ τοῦ Ταύρου καὶ τῆς ἔξω θαλάττης τῆς νοτίου κείμενα.
アジアの残りの部分は、キリキア、パンピュリア、リュキアを除き、タウロス山脈の外側[南側]にあり、インドからナイル川に至り、タウロス山脈と南の外海との間に位置する地域である。
μετὰ δὲ τὴν Ἀσίαν ἡ Λιβύη ἐστί, περὶ ἧς ἐροῦμεν ὕστερον, νῦν δʼ ἀπὸ τῆς Ἰνδικῆς ἀρκτέον·
アジアの後にはリビアがあり、これについては後で述べるが、今はインドから始めるべきである。
πρώτη γὰρ ἔκκειται πρὸς ταῖς ἀνατολαῖς καὶ μεγίστη.
というのも、それは東に最も突き出ており、かつ最大だからである。
§15.1.2δεῖ δʼ εὐγνωμόνως ἀκούειν περὶ αὐτῆς·
しかし、インドについては寛大な心で話を聞かねばならない。
καὶ γὰρ ἀπωτάτω ἐστί, καὶ οὐ πολλοὶ τῶν ἡμετέρων κατώπτευσαν αὐτήν·
なぜなら、極めて遠方にあり、我々の側の人々でそれを実地に見た者は多くないからである。
οἱ δὲ καὶ ἰδόντες μέρη τινὰ εἶδον, τὰ δὲ πλείω λέγουσιν ἐξ ἀκοῆς·
また、見た者たちも一部を見たにすぎず、大半のことは伝聞で語っている。
καὶ ἃ εἶδον δὲ ἐν παρόδῳ στρατιωτικῇ καὶ δρόμῳ κατέμαθον·
さらに、彼らが見たことについても、軍事的な通過の際に、かつ急ぎ足で学んだのである。
διόπερ οὐδὲ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐξαγγέλλουσι, καὶ ταῦτα συγγράψαντες ὡς ἂν πεφροντισμένως ἐξητασμένα, τινὲς δʼ αὐτῶν καὶ συστρατεύσαντες ἀλλήλοις καὶ συνεπιδημήσαντες, καθάπερ οἱ Ἀλεξάνδρῳ συγκαταστρεψάμενοι τὴν Ἀσίαν· ἀλλʼ ἕκαστος ἑκάστῳ τἀναντία λέγει πολλάκις.
それゆえ、彼らは同じ事柄について同じことを報告しておらず、しかもそれらを入念に調査されたものであるかのように書き残していながら、彼らのうちのある者たちは、互いに共同で遠征し、ともに滞在した(ちょうどアレクサンドロスとともにアジアを征服した者たちのように)のであるが、それでも各人がしばしば互いに正反対のことを言っている。
ὅπου δὲ καὶ περὶ τῶν ὁραθέντων οὕτω διαφέρονται, τί δεῖ νομίζειν περὶ τῶν ἐξ ἀκοῆς;
目撃されたことについてさえ彼らがこのように意見を異にしているのだから、伝聞による事柄についてはどう考えるべきであろうか。
§15.1.3καὶ μὴν οὐδʼ οἱ πολλοῖς χρόνοις ὕστερον συγγράψαντές τι περὶ τούτων, οὐδʼ οἱ νῦν πλέοντες ἐκεῖσε, ἀποφαίνονταί τι ἀκριβές.
さらに、ずっと後になってこれらについて書いた人々も、また現在そこへ航海している人々も、何ら正確なことを明らかにしていない。
Ἀπολλόδωρος γοῦν ὁ τὰ Παρθικὰ ποιήσας, μεμνημένος καὶ τῶν τὴν Βακτριανὴν ἀποστησάντων Ἑλλήνων παρὰ τῶν Συριακῶν βασιλέων τῶν ἀπὸ Σελεύκου τοῦ Νικάτορος, φησὶ μὲν αὐτοὺς αὐξηθέντας ἐπιθέσθαι καὶ τῇ Ἰνδικῇ·
例えば、『パルティア史』を著したアポロドロスは、セレウコス・ニカトルから始まるシリアの王たちからバクトリアを離反させたギリシア人たちにも言及しているが、彼らが勢力を増してインドにも襲いかかったと言っている。
οὐδὲν δὲ προσανακαλύπτει * τῶν πρότερον ἐγνωσμένων, ἀλλὰ καὶ ἐναντιολογεῖ πλείω τῆς Ἰνδικῆς ἐκείνους ἢ Μακεδόνας καταστρέψασθαι λέγων·
しかし、以前から知られていたことに何ら新たな発見を加えず、かえって矛盾したことを言っている。
Εὐκρατίδαν γοῦν πόλεις χιλίας ὑφʼ ἑαυτῷ ἔχειν·
すなわち、彼らはマケドニア人よりも多くのインドの地を征服したと言い、例えば、エウクラティデスは千の都市を配下に置いていたと言う。
ἐκεῖνοι δέ γε αὐτὰ τὰ μεταξὺ ἔθνη τοῦ τε Ὑδάσπου καὶ τοῦ Ὑπάνιος τὸν ἀριθμὸν ἐννέα, πόλεις τε σχεῖν πεντακισχιλίας, ὧν μηδεμίαν εἶναι Κῶ τῆς Μεροπίδος ἐλάττω· ταύτην δὲ πᾶσαν τὴν χώραν καταστρεψάμενον Ἀλέξανδρον παραδοῦναι Πώρῳ.
ところが彼ら(マケドニア人)は、ヒュダスペス川とヒュパニス川の間の、数にして9つの部族そのもの、および5000の都市を領有したにすぎず、しかもその都市のどれ一つとしてメロピスのコス島より小さくはなかったと言い、この全地域をアレクサンドロスは征服してポロスに引き渡したと言うからである。
§15.1.4καὶ οἱ νῦν δὲ ἐξ Αἰγύπτου πλέοντες ἐμπορικοὶ τῷ Νείλῳ καὶ τῷ Ἀραβίῳ κόλπῳ μέχρι τῆς Ἰνδικῆς σπάνιοι μὲν καὶ περιπεπλεύκασι μέχρι τοῦ Γάγγου, καὶ οὗτοι δʼ ἰδιῶται καὶ οὐδὲν πρὸς ἱστορίαν τῶν τόπων χρήσιμοι.
また、現在エジプトからナイル川やアラビア湾を通ってインドまで航海する商人たちも、稀にはガンジス川まで周航したことがあるが、彼らもまた一般の人々であり、それらの土地の歴史には何ら役立たない。
κἀκεῖθεν δὲ ἀφʼ ἑνὸς τόπου καὶ παρʼ ἑνὸς βασιλέως, Πανδίονος κατʼ ἄλλους Πώρου, ἧκεν ὡς Καίσαρα τὸν Σεβαστὸν δῶρα καὶ πρεσβεῖα καὶ ὁ κατακαύσας ἑαυτὸν Ἀθήνησι σοφιστὴς Ἰνδός, καθάπερ καὶ ὁ Κάλανος Ἀλεξάνδρῳ τὴν τοιαύτην θέαν ἐπιδειξάμενος.
そして、あちらから、一つの場所、一人の王(ある人々によればパンディオン、別の人々によればポロス)のもとから、アウグストゥス帝のもとへ贈り物と使節が届き、またアテナイで自らを焼いたインド人の賢者もやって来た。 それはちょうど、カラノスがアレクサンドロスの前でそのような光景を実演してみせたのと同じであった。
§15.1.5εἰ τοίνυν ταῦτʼ ἀφείς τις τὴν πρὸ τῆς Ἀλεξάνδρου στρατείας ἐπιβλέποι μνήμην, πολὺ ἂν εὕροι τούτων τυφλότερα.
それゆえ、もし誰かがこれらを差し置いて、アレクサンドロスの遠征以前の記録に目を向けるならば、それらはこれらよりもはるかに曖昧であることを知るだろう。
Ἀλέξανδρον μὲν οὖν πιστεύειν τοῖς τοιούτοις εἰκός, τετυφωμένον ταῖς τοσαύταις εὐτυχίαις.
アレクサンドロス自身がそのような話を信じたのは、度重なる幸運によって慢心していたのだから、無理もないことである。
φησὶ γοῦν Νέαρχος φιλονεικῆσαι αὐτὸν διὰ τῆς Γεδρωσίας ἀγαγεῖν τὴν στρατιάν, πεπυσμένον διότι καὶ Σεμίραμις ἐστράτευσεν ἐπὶ Ἰνδοὺς καὶ Κῦρος·
例えばネアルコスが言うには、アレクサンドロスはゲドロシアを通って軍を率いることに固執したが、それはセミラミスもキュロスもインドに対して遠征したと聞いていたからである。
ἀλλʼ ἡ μὲν ἀνέστρεψε φεύγουσα μετὰ εἴκοσιν ἀνθρώπων, ἐκεῖνος δὲ μεθʼ ἑπτά·
しかし、前者はわずか20人の供を連れて逃げ帰り、後者は7人とともに逃げ帰った。
ὡς σεμνὸν τὸ ἐκείνων τοσαῦτα παθόντων αὐτὸν καὶ στρατόπεδον διασῶσαι μετὰ νίκης διὰ τῶν αὐτῶν ἐθνῶν τε καὶ τόπων.
彼らがそれほど苦難をなめたのに、自分は軍勢を勝利とともに同じ諸民族と地域を通って無事に連れ帰ることは、どれほど誇らしいことだろうと考えたのである。
§15.1.6Ἐκεῖνος μὲν δὴ ἐπίστευσεν·
彼は確かに信じた。
ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος;
しかし、キュロスやセミラミスのそのような遠征から、インドに関するどのような正当な信頼が我々にもたらされ得ようか。
συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστορίαις·
メガステネスもまた、ある意味でこの意見に同意しており、インドに関する古代の歴史を信用しないよう求めている。
οὔτε γὰρ παρʼ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιάν, οὔτʼ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι πλὴν τῆς μεθʼ Ἡρακλέους καὶ Διονύσου καὶ τῆς νῦν μετὰ Μακεδόνων.
というのも、インド人から外へ軍勢が派遣されたこともなく、また外部から侵入して支配した者もいないからである。 ただし、ヘラクレスやディオニュソスに伴うもの、および今回のマケドニア人とのものを除いては。
καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα Ἡρακλέους μᾶλλον καὶ ἕως Στηλῶν ἐλάσαι.
もっとも、エジプトのセソストリスやエチオピアのテアルコンはヨーロッパまで進出し、カルデア人の間で高名であったナボコドロソロスは、ヘラクレスよりも遠く柱まで進軍したのであるが。
μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι, ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θρᾴκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν· Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς δὲ Ἰνδικῆς μηδένα τούτων ἅψασθαι·
確かにテアルコンもそこまで到達し、あの男(ナボコドロソロス)はイベリアからトラキアやポントスにまで軍を率いたが、またスカイティアのイダンテュルソスはアジアをエジプトまで襲撃したが、これらの中でインドに触れた者は一人もいなかったのである。
καὶ Σεμίραμιν δʼ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως·
またセミラミスも、試みの前に死んだ。
Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὑδράκας, ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλʼ ἐγγὺς ἐλθεῖν μόνον ἡνίκα Κῦρος ἤλαυνεν ἐπὶ Μασσαγέτας.
またペルシア人は、インドから傭兵としてヒュドラケス人を呼び寄せたが、そこへ遠征することはなく、ただキュロスがマッサゲタイに対して進軍したときにその近くまで行ったにすぎない。