§14.6.4τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδή, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας;
詩人たちにあきれる必要がどこにあろうか。 とりわけ、表現にばかりあらゆる熱意を注いでいるような詩人たちに対して、ダマステスの記述と比較するときに。 彼は島の長さを北から南へ、彼が言うにはヒエロケピアからクレイデスまでだとしているのだ。
οὐδὲ ὁ Ἐρατοσθένης εὖ·
エラトステネスの非難も正しくない。
αἰτιώμενος γὰρ τοῦτον οὐκ ἀπʼ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλʼ ἀπὸ νότου·
というのも、彼はダマステスを難詰して、ヒエロケピアは北ではなく南にあると言っているからだ。
οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλʼ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.
南ではなく西にあるのだ。 もし本当に、パポスやアカマスもあるあの西側にそれが位置しているならば。
§14.6.5διάκειται μὲν οὕτως ἡ Κύπρος τῇ θέσει.
キプロスはその位置に関してこのように置かれている。
κατʼ ἀρετὴν δʼ οὐδεμιᾶς τῶν νήσων λείπεται·
しかしその豊かさにおいて、どの島にも劣っていない。
καὶ γὰρ εὔοινός ἐστι καὶ εὐέλαιος σίτῳ τε αὐτάρκει χρῆται·
なぜなら極めて良いワインを産し、良いオリーブを産し、小麦も自給自足しているからである。
μέταλλά τε χαλκοῦ ἐστιν ἄφθονα τὰ ἐν Ταμασσῷ, ἐν οἷς τὸ χαλκανθὲς γίνεται καὶ ὁ ἰὸς τοῦ χαλκοῦ, πρὸς τὰς ἰατρικὰς δυνάμεις χρήσιμα.
タマソスには豊富な銅鉱山があり、そこでは硫酸銅や銅の錆が生成され、これらは医術的な効能に有用である。
φησὶ δʼ Ἐρατοσθένης τὸ παλαιὸν ὑλομανούντων τῶν πεδίων ὥστε κατέχεσθαι δρυμοῖς καὶ μὴ γεωργεῖσθαι, μικρὰ μὲν ἐπωφελεῖν πρὸς τοῦτο τὰ μέταλλα δενδροτομούντων πρὸς τὴν καῦσιν τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου, προσγενέσθαι δὲ καὶ τὴν ναυπηγίαν τῶν στόλων ἤδη πλεομένης ἀδεῶς τῆς θαλάττης καὶ μετὰ δυνάμεων·
エラトステネスによれば、昔は平野が森林で覆い尽くされており、そのため森に占拠されて耕作されなかったが、これに対して鉱山が、銅や銀の精錬のための薪として木を伐採することによって、少しは役立ち、さらに、すでに海が恐れることなく強力な艦隊とともに航行されるようになったため、艦隊のための造船もこれに加わった。
ὡς δʼ οὐκ ἐξενίκων, ἐπιτρέψαι τοῖς βουλομένοις καὶ δυναμένοις ἐκκόπτειν καὶ ἔχειν ἰδιόκτητον καὶ ἀτελῆ τὴν διακαθαρθεῖσαν γῆν.
しかしこれらでも森林を根絶できなかったので、土地を切り開いて私有財産として、かつ免税で所有することを、望みかつ能力のある者に許したのである。
§14.6.6πρότερον μὲν οὖν κατὰ πόλεις ἐτυραννοῦντο οἱ Κύπριοι, ἀφʼ οὗ δʼ οἱ Πτολεμαϊκοὶ βασιλεῖς κύριοι τῆς Αἰγύπτου κατέστησαν, εἰς ἐκείνους καὶ ἡ Κύπρος περιέστη συμπραττόντων πολλάκις καὶ τῶν Ῥωμαίων.
以前は、キプロス人たちは都市ごとに支配されていたが、プトレマイオス朝の王たちがエジプトの支配者となってからは、ローマ人もしばしば協力して、キプロスも彼らの支配へと移った。
ἐπεὶ δʼ ὁ τελευταῖος ἄρξας Πτολεμαῖος, ἀδελφὸς τοῦ Κλεοπάτρας πατρὸς τῆς καθʼ ἡμᾶς βασιλίσσης, ἔδοξε πλημμελής τε εἶναι καὶ ἀχάριστος εἰς τοὺς εὐεργέτας, ἐκεῖνος μὲν κατελύθη, Ῥωμαῖοι δὲ κατέσχον τὴν νῆσον, καὶ γέγονε στρατηγικὴ ἐπαρχία καθʼ αὑτήν.
しかし最後に支配したプトレマイオス(我々の時代の女王クレオパトラの父の兄弟)が、非行があり恩人たちに対して不義理であるとみなされたため、彼は退位させられ、ローマ人がその島を占領し、独自のプラエトル属州となった。
μάλιστα δʼ αἴτιος τοῦ ὀλέθρου κατέστη τῷ βασιλεῖ Πόπλιος Κλαύδιος Ποῦλχερ·
この王の破滅の最大の原因となったのはプブリウス・クラウディウス・プルケルであった。
ἐμπεσὼν γὰρ εἰς τὰ λῃστήρια, τῶν Κιλίκων ἀκμαζόντων τότε, λύτρον αἰτούμενος ἐπέστειλε τῷ βασιλεῖ δεόμενος πέμψαι καὶ ῥύσασθαι αὐτόν·
というのも、キリキア人が当時全盛であったときに、海賊たちに捕らえられた彼は、身代金を要求されて王に手紙を送り、自分を救うために身代金を送ってくれるよう懇願した。
ὁ δʼ ἔπεμψε μὲν μικρὸν δὲ τελέως ὥστε καὶ τοὺς λῃστὰς αἰδεσθῆναι λαβεῖν ἀλλὰ ἀναπέμψαι πάλιν, τὸν δʼ ἄνευ λύτρων ἀπολῦσαι.
王は送ったものの、極めて少額であったため、海賊たちさえそれを受け取るのを恥じて送り返し、彼を身代金なしで解放したほどであった。
σωθεὶς δʼ ἐκεῖνος ἀπεμνημόνευσεν ἀμφοτέροις τὴν χάριν, καὶ γενόμενος δήμαρχος ἴσχυσε τοσοῦτον ὥστε ἐπέμφθη Μάρκος Κάτων ἀφαιρησόμενος τὴν Κύπρον τὸν κατέχοντα.
救出された彼は、両者に対する恩義を(皮肉な形で)記憶にとどめ、護民官になると、キプロスをその支配者から奪うためにマルコス・カトが派遣されるほどの強い影響力を持った。
ἐκεῖνος μὲν οὖν ἔφθη διαχειρισάμενος αὑτόν, Κάτων δʼ ἐπελθὼν παρέλαβε τὴν Κύπρον καὶ τὴν βασιλικὴν οὐσίαν διέθετο καὶ τὰ χρήματα εἰς τὸ δημόσιον ταμιεῖον τῶν Ῥωμαίων ἐκόμισεν·
そこで王は先手を打って自死し、カトは到着してキプロスを接収し、王の財産を処分し、その資金をローマの国庫に運んだ。
ἐξ ἐκείνου δʼ ἐγένετο ἐπαρχία ἡ νῆσος καθάπερ καὶ νῦν ἐστι στρατηγική·
それ以来、この島は現在もそうであるように、プラエトル属州となった。
ὀλίγον δὲ χρόνον τὸν μεταξὺ Ἀντώνιος Κλεοπάτρᾳ καὶ τῇ ἀδελφῇ αὐτῆς Ἀρσινόῃ παρέδωκε, καταλυθέντος δὲ ἐκείνου συγκατελύθησαν καὶ αἱ διατάξεις αὐτοῦ πᾶσαι.
ただ、その間の短い期間、アントニウスがクレオパトラとその妹アルシノエに引き渡したが、彼が破滅すると、彼のすべての決定もともに廃止された。