§15.1.7καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετʼ ὀλίγων πιστὰ ἡγεῖται, τῶν δʼ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν.
ヘラクレスとディオニュソスに関する事柄についても、メガステネスは少数の者たちとともに信頼できると考えているが、他の人々の大半は(その中にはエラトステネスも含まれるが)、ギリシア人たちの間の物語と同様に、信頼できず神話的なものと考えている。
ὁ μὲν γὰρ ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου Διόνυσος τοιαῦτα νεανιεύεται
λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχειμον χθόνα Μήδων ἐπῆλθον Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν.
というのも、エウリピデスの『バッカイ』におけるディオニュソスは、次のように豪語しているからである。 「黄金に富むリュディアの地、フリュギアやペルシアの日射降り注ぐ平野、バクトリアの城壁、メディアの冬の厳しい土地、そして幸福なアラビア、さらにアジア全土を私は巡り歩いた」ソポクレスにおいては、ある者が、ディオニュソスに捧げられた山としてニュサを次のように賛美している。
παρὰ Σοφοκλεῖ δέ τίς ἐστι τὴν Νῦσαν καθυμνῶν ὡς τὸ Διονύσῳ καθιερωμένον ὄρος
ὅθεν κατεῖδον τὴν βεβακχιωμένην βροτοῖσι κλεινὴν Νῦσαν, ἣν ὁ βούκερως Ἴακχος * αὐτῷ μαῖαν ἡδίστην νέμει, ὅπου τίς ὄρνις οὐχὶ κλαγγάνει; καὶ τὰ ἑξῆς.
「そこから私は、死すべき人間たちのためにバッコス的な狂乱に満ちた、名高いニュサを見下ろした。 そこは角のあるイアコスが、自分にとって最も心地よい乳母として割り当てている場所であり、そこではいかなる鳥がさえずらないだろうか」以下同様。
καὶ ὁ ποιητὴς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ φησιν οὕτως
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατʼ ἠγάθεον Νυσήιον. τοιαῦτα μὲν τὰ περὶ Διονύσου.
また、詩人はエドノイ人の王リュクオルゴスについて次のように言っている。 「彼はかつて、狂乱するディオニュソスの乳母たちを、聖なるニュセイオンの山に沿って追い回した」ディオニュソスに関する事柄は以上の通りである。
περὶ δὲ Ἡρακλέους οἱ μὲν ἐπὶ τἀναντία μόνον μέχρι τῶν ἑσπερίων περάτων ἱστοροῦσιν, οἱ δʼ ἐφʼ ἑκάτερα.
他方、ヘラクレスについては、ある人々は反対方向、すなわち西の果てまでしか行かなかったと記録し、他の人々は両方の果てまで行ったとしている。
§15.1.8Ἐκ δὲ τῶν τοιούτων Νυσαίους δή τινας ἔθνος προσωνόμασαν καὶ πόλιν παρʼ αὐτοῖς Νῦσαν Διονύσου κτίσμα, καὶ ὄρος τὸ ὑπὲρ τῆς πόλεως Μηρόν, αἰτιασάμενοι καὶ τὸν αὐτόθι κισσὸν καὶ ἄμπελον, οὐδὲ ταύτην τελεσίκαρπον·
こうした事柄から、彼らはある人々を『ニュサ人』という民族名で呼び、彼らのもとにある都市をディオニュソスの創建した『ニュサ』と名づけ、その都市の上にある山を『メロス』と呼んだ。 それは、そこにツタやブドウがあること(ただしこのブドウは実を結び終えない。
ἀπορρεῖ γὰρ ὁ βότρυς πρὶν περκάσαι διὰ τοὺς ὄμβρους τοὺς ἄδην·
なぜなら過度の雨のために、葡萄の房が色づく前に落ちてしまうからである)を理由にしてのことであった。
Διονύσου δʼ ἀπογόνους τοὺς Συδράκας ἀπὸ τῆς ἀμπέλου τῆς παρʼ αὐτοῖς καὶ τῶν πολυτελῶν ἐξόδων, βακχικῶς τάς τε ἐκστρατείας ποιουμένων τῶν βασιλέων καὶ τὰς ἄλλας ἐξόδους μετὰ τυμπανισμοῦ καὶ εὐανθοῦς στολῆς·
また、シュドラカイ人を、彼らのもとにあるブドウの木と、彼らの贅沢な行列(王たちが遠征やその他の外出を、太鼓を鳴らし、花で飾られた衣服をまとってバッコス風に行うこと)に基づいて、ディオニュソスの子孫であるとした。
ὅπερ ἐπιπολάζει καὶ παρὰ τοῖς ἄλλοις Ἰνδοῖς.
これは他のインド人たちの間でも広く行われていることである。
Ἄορνον δέ τινα πέτραν, ἧς τὰς ῥίζας ὁ Ἰνδὸς ὑπορρεῖ πλησίον τῶν πηγῶν, Ἀλεξάνδρου κατὰ μίαν προσβολὴν ἑλόντος, σεμνύνοντες ἔφασαν τὸν Ἡρακλέα τρὶς μὲν προσβαλεῖν τῇ πέτρᾳ ταύτῃ τρὶς δʼ ἀποκρουσθῆναι.
また、インダス川がその水源の近くで麓を流れているアオルノスという岩壁を、アレクサンドロスがわずか一度の攻撃で奪取したとき、彼らは誇張して、ヘラクレスはこの岩壁に三度攻撃を仕掛け、三度とも撃退されたのだと言った。
τῶν δὲ κοινωνησάντων αὐτῷ τῆς στρατείας ἀπογόνους εἶναι τοὺς Σίβας, σύμβολα τοῦ γένους σώζοντας τό τε δορὰς ἀμπέχεσθαι, καθάπερ τὸν Ἡρακλέα, καὶ τὸ σκυταληφορεῖν καὶ ἐπικεκαῦσθαι βουσὶ καὶ ἡμιόνοις ῥόπαλον.
また、シバイ人は彼(ヘラクレス)の遠征に加わった者たちの子孫であるとし、彼らがヘラクレスのように獣皮を身にまとっていること、棍棒を携えていること、そして牛やラバに棍棒の烙印が押されていることを、その血統の証として保持しているとした。
βεβαιοῦνται δὲ τὸν μῦθον τοῦτον καὶ ἐκ τῶν περὶ τὸν Καύκασον καὶ τὸν Προμηθέα·
また彼らは、カウカソス山脈やプロメテウスに関する事柄からも、この神話を補強している。
καὶ γὰρ ταῦτα μετενηνόχασιν ἐκ τοῦ Πόντου δεῦρο ἀπὸ μικρᾶς προφάσεως, ἰδόντες σπήλαιον ἐν τοῖς Παροπαμισάδαις ἱερόν·
というのも、彼らはパロパミサダイ人の地にある聖なる洞窟を見たというわずかな口実から、これらの伝説をポントスからこの地へと移し替えたからである。
τοῦτο γὰρ ἀνεδείξαντο Προμηθέως δεσμωτήριον, καὶ δεῦρο ἀφιγμένον τὸν Ἡρακλέα ἐπὶ τὴν ἐλευθέρωσιν τοῦ Προμηθέως, καὶ τοῦτον εἶναι τὸν Καύκασον ὃν Ἕλληνες Προμηθέως δεσμωτήριον ἀπέφηναν.
すなわち、彼らはこの洞窟をプロメテウスの監獄であるとし、ヘラクレスがプロメテウスを解放するためにここへやって来たと宣言し、これこそがギリシア人たちがプロメテウスの監獄であると明らかにしたカウカソス山脈であるとしたからである。
§15.1.9̔́οτι δʼ ἐστὶ πλάσματα ταῦτα τῶν κολακευόντων Ἀλέξανδρον πρῶτον μὲν ἐκ τοῦ μὴ ὁμολογεῖν ἀλλήλοις τοὺς συγγραφέας δῆλον, ἀλλὰ τοὺς μὲν λέγειν τοὺς δὲ μηδʼ ἁπλῶς μεμνῆσθαι·
これらがアレクサンドロスにおもねる者たちの創作であることは、第一に、歴史家たちが互いに一致しておらず、ある者たちはそれを語るが、他の者たちは全く言及さえしないことから明らかである。
οὐ γὰρ εἰκὸς τὰ οὕτως ἔνδοξα καὶ τύφου πλήρη μὴ πεπύσθαι, ἢ πεπύσθαι μὲν μὴ ἄξια δὲ μνήμης ὑπολαβεῖν, καὶ ταῦτα τοὺς πιστοτάτους αὐτῶν·
というのも、これほど有名で、かつ虚栄に満ちた事柄について、彼らが聞いていなかったということはありそうにないし、あるいは、聞いていながら記録に値しないと考えたということも、とりわけ彼らのうちで最も信頼できる者たちにおいて、ありそうにないからである。
ἔπειτα ἐκ τοῦ μηδὲ τοὺς μεταξύ, διʼ ὧν ἐχρῆν τὴν ἐς Ἰνδοὺς ἄφιξιν γενέσθαι τοῖς περὶ τὸν Διόνυσον καὶ τὸν Ἡρακλέα, μηδὲν ἔχειν τεκμήριον δεικνύναι τῆς ἐκείνων ὁδοῦ διὰ τῆς σφετέρας γῆς.
第二に、ディオニュソスやヘラクレスの一行がインドへ到達するために通過したはずの、中間に位置する諸民族が、彼らの土地を通った彼らの旅路の証拠を何ら示せないことからも明らかである。
καὶ ἡ τοῦ Ἡρακλέους δὲ στολὴ ἡ τοιαύτη πολὺ νεωτέρα τῆς Τρωικῆς μνήμης ἐστί, πλάσμα τῶν τὴν Ἡράκλειαν ποιησάντων, εἴτε Πείσανδρος ἦν εἴτʼ ἄλλος τις· τὰ δʼ ἀρχαῖα ξόανα οὐχ οὕτω διεσκεύασται.
また、ヘラクレスのそのような装いは、トロイア戦争の記憶よりもはるかに新しいものであり、ペイサンドロスであれ他の誰かであれ、『ヘラクレイア』を創作した者たちの創作である。 古代の木彫りの神像は、そのような格好をしていないからである。