Humanitext Reader

ストラボン · 地理誌 §14.6.3

キプロス島沿岸の諸都市と一周航路

472 / 577 箇所 · ギリシア語

要旨

キプロス島の各都市や岬を、北岸のクロンミオン岬から時計回りに巡り、途中アプロディテの神殿や著名な哲学者の出身地に触れつつ、詩人ヘデュロスの地理的矛盾を批判し、再びクロンミオンへと戻る一周航路を描写する。

§14.6.3ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις·
我々はかつて、トラケイア・キリキアのアネムリオン岬の向かいに、キプロスの岬であるクロンミオン岬が350スタディオンの距離に対峙していると述べた。
ἐντεῦθεν δʼ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν, ἐν ἀριστερᾷ δὲ τὴν ἤπειρον, πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίᾳ σταδίων ἑπτακοσίων.
そこから、島を右手に、大陸を左手にしながら航行する者たちにとって、航路は北と東、そしてクレイデスに向かって、直線距離で700スタディオンの航海である。
ἐν δὲ τῷ μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια, Λακώνων κτίσμα καὶ Πραξάνδρου, καθʼ ἣν ἡ Νάγιδος·
その中間には、錨地と造船所を持つラパトス市があり、これはラケダイモン人とプラクサンドロスの創建によるもので、その向かいにはナギドスがある。
εἶτʼ Ἀφροδίσιον, καθʼ ὃ στενὴ ἡ νῆσος·
次いでアプロディシオンがあり、そこにおいて島は狭くなっている。
εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα·
なぜなら、サラミスまでの横断は70スタディオンであるからだ。
εἶτʼ Ἀχαιῶν ἀκτή, ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρῳ, ἐκβληθείς, ὥς φασιν, ὑπὸ τοῦ πατρὸς Τελαμῶνος·
次いでアカイア人の海岸があり、そこには、キプロスのサラミスを創建したテウクロスが、父テラモンによって追放されたのちに最初に上陸したと言われている。
εἶτα Καρπασία πόλις λιμένα ἔχουσα, κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα·
次いで港を持つカルパシア市があり、サルペドン岬の向かいに位置している。
ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος·
カルパシアからは、カルパシア諸島および南の海へと向かう、30スタディオンの地峡の横断路がある。
εἶτʼ ἄκρα καὶ ὄρος·
次いで岬と山がある。
ἡ δʼ ἀκρώρεια καλεῖται Ὄλυμπος, ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν, ἄδυτον γυναιξὶ καὶ ἀόρατον.
その山頂はオリンポスと呼ばれ、アクライアのアプロディテの神殿があり、女性にとっては立ち入り禁止であり、見ることもできない。
πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους, εἶθʼ αἱ Καρπασίαι νῆσοι, καὶ μετὰ ταῦτα ἡ Σαλαμίς, ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς·
その近くにはクレイデス諸島と、他のさらに多くの島々が手前に横たわっており、次いでカルパシア諸島があり、その後にサラミスがある。 ここから歴史家アリストスが出た。
εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτʼ ἄλλος λιμὴν Λεύκολλα·
次いでアルシノエの町と港があり、次いで別の港レイコラがある。
εἶτʼ ἄκρα Πηδάλιον, ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής, ἱερὸς Ἀφροδίτης, εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα·
次いでペダリオン岬があり、その上には、アプロディテに捧げられた、険しく高い台地状の丘がそびえている。 クレイデスからこの丘までは680スタディオンである。
εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον ἔχει δὲ λιμένα κλειστόν·
次いでキティオンに至るまでの大部分は、湾が多く険しい沿岸航路であり、キティオンは閉ざされた港を持つ。
ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός·
この町はストア派の創始者ゼノンと、医師アポロニオスの出身地である。
ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι.
ここからベリュトスまでは1500スタディオンである。
εἶτʼ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη, καὶ ὄρος μαστοειδὲς Ὄλυμπος·
次いでアマサス市があり、その中間にはパライアと呼ばれる小さな町と、乳房の形をしたオリンポス山がある。
εἶτα Κουριὰς χερρονησώδης, εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι.
次いで半島状のクーリアス岬があり、スロノイからそこまでは700スタディオンである。
εἶτα πόλις Κούριον ὅρμον ἔχουσα, Ἀργείων κτίσμα.
次いで、港を持つクーリオン市があり、これはアルゴス人の創建による。
ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥᾳθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή " ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι, ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι, " εἴθʼ Ἡδύλος ἐστὶν εἴθʼ ὁστισοῦν·
さて、それゆえ、次の歌い出しで始まるエレゲイア詩を作った詩人の軽率さを観察することができる。
φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας, καὶ ἐπιφθέγγεται διότι " μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον χεῦμα δίʼ εἰαρινῷ ἐδράμομεν ζεφύρῳ " ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν, οὐ ζεφύρῳ δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν.
「ポイボスに捧げられたる我ら、多大なる波を越えて走り、矢を逃れんとして、足早き牝鹿らは来たりぬ」これがヘデュロスであれ誰であれ、彼は牝鹿たちがコリュコスの山腹から出発し、キリキアの海岸からクーリアスの浜辺まで泳ぎ渡ったと主張し、次のように付け加えているからである。 「人々にとって思い見るに計り知れぬ驚きなり、いかにして我ら、道なき潮流を、春の西風(ゼピュロス)に乗って走り抜けたかを」というのも、コリュコスからクーリアスの海岸までは沿岸航路があるものの、西風によって行くものではなく、島を右に見ることも左に見ることもなく、また海を渡る直線距離は全くないからである。
ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος·
いずれにせよ、ロドス島に面する、西へ向かう沿岸航路の起点はクーリオンであり、そこには、アポロンの祭壇に触れた者を投げ落とす岬がすぐのところにある。
εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος, ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης·
次いでトレタ、ボオスラ、そしてパライパポスがあり、これは海から10スタディオンほど内陸に入った高台に築かれており、錨地とパポスのアプロディテの古代の神殿を持っている。
εἶτʼ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα, καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δʼ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία.
次いで、錨地を持つゼピュリア岬、そして同じく錨地、神殿、聖林を持つもう一つのアルシノエがあり、海から少し入ったところにヒエロケピアもある。
εἶθʼ ἡ Πάφος, κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ κατεσκευασμένα·
次いでパポスがあり、これはアガペノールの創建によるもので、港と実に見事な造りの神殿群を備えている。
διέχει δὲ πεζῇ σταδίους ἑξήκοντα τῆς Παλαιπάφου, καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατʼ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων.
これはパライパポスから陸路で60スタディオン離れており、毎年この道路を通って男女が共に、また他の諸都市からも集まって、パライパポスへと祝祭の行列を行う。
φασὶ δʼ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους.
また、パポスからアレクサンドリアまでは3600スタディオンであると言う者もいる。
εἶθʼ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον·
パポスの次にはアカマス岬がある。
εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος·
次いで、アカマスの後に東へと向かう航路は、アルシノエの町とゼウスの聖林へと至り、次いで、港、川、アプロディテとイシスの神殿を持つソロイの町がある。
κτίσμα δʼ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων·
これはアテナイ人のパレロスとアカマスの創建による。
οἱ δʼ ἐνοικοῦντες Σόλιοι καλοῦνται.
住民はソリオイ人と呼ばれる。
ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων, ἀνὴρ ἡγεμονίας ἠξιωμένος·
この町から、アレクサンドロスの「友」の一人で、太守の地位に値する人物であったスタサノールが出た。
ὑπέρκειται δʼ ἐν μεσογαίᾳ Λιμενία πόλις· εἶθʼ ἡ Κρομμύου ἄκρα.
内陸の高地にはリメニアの町があり、次いでクロンミオン岬に至る。

語釈・文法注

  1. 14.6.3ἔχουσιν — 現在能動態分詞与格複数。航海する者たち(πλέουσι の省略)を意味し、航海の基準となる視点を表す。「島を右に、大陸を左に持つ者たちにとって、航路は……」となる。直説法三人称複数「彼らは島を右に持つ」と解釈することも可能だが、その場合、文の主節の構造(ὁ πλοῦς ἐστι)との接続が不自然になる。
  2. 14.6.3ἄδυτον γυναιξὶ καὶ ἀόρατον — γυναιξὶ は判断の基準または影響を被る対象を示す与格。「女性にとっては立ち入り禁止(ἄδυτον)であり、見ることもできない(ἀόρατον)」という意味。ἀόρατον は受動的に「見られてはならない」あるいは「(立ち入り禁止であるため彼女らにとっては)見ることができない」を意味する。
  3. 14.6.3οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ — ἔχοντι は単数与格分詞。意味上の主語は一般の航海者(「人」τινί の省略)。コリュコス(キリキア)からキプロス南端のクーリアス岬への航路を仮定した場合、「(航行する者にとって)島を右手に持つことも、左手に持つこともない」という地理的矛盾を指摘している。
  4. 14.6.3ὅσον ἐν δέκα σταδίοις — ὅσον は「およそ」という副詞的用法。ἐν は距離や空間的隔たりを示す前置詞。「海からおよそ10スタディオン(内陸に入ったところ)に」を意味する。

この箇所を引用する

ストラボン, 地理誌 §14.6.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.6.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。