§14.6.3ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις·
We have said somewhere that opposite Anemurium, a promontory of Cilicia Tracheia, lies the promontory of the Cyprians, Cape Crommyon, at a distance of three hundred and fifty stadia.
ἐντεῦθεν δʼ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν, ἐν ἀριστερᾷ δὲ τὴν ἤπειρον, πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίᾳ σταδίων ἑπτακοσίων.
For those sailing thence, having now the island on the right and the mainland on the left, the voyage is towards the north and the east, and towards the Cleides, a straight sail of seven hundred stadia.
ἐν δὲ τῷ μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια, Λακώνων κτίσμα καὶ Πραξάνδρου, καθʼ ἣν ἡ Νάγιδος· εἶτʼ Ἀφροδίσιον, καθʼ ὃ στενὴ ἡ νῆσος· εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα· εἶτʼ Ἀχαιῶν ἀκτή, ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρῳ, ἐκβληθείς, ὥς φασιν, ὑπὸ τοῦ πατρὸς Τελαμῶνος· εἶτα Καρπασία πόλις λιμένα ἔχουσα, κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα· ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος· εἶτʼ ἄκρα καὶ ὄρος· ἡ δʼ ἀκρώρεια καλεῖται Ὄλυμπος, ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν, ἄδυτον γυναιξὶ καὶ ἀόρατον.
In the interval is Lapathus, a city having an anchorage and shipyards, founded by the Laconians and Praxandros, opposite to which is Nagidus; then Aphrodisium, where the island is narrow, for the crossing over to Salamis is seventy stadia; then the Achaean Beach, where Teucer first put in, he who founded Salamis in Cyprus, when he was banished, as they say, by his father Telamon; then Carpasia, a city having a harbor, situated opposite Cape Sarpedon; and from Carpasia there is a crossing of an isthmus of thirty stadia to the Carpasian islands and the southern sea; then a promontory and a mountain, and the ridge is called Olympus, having a temple of Aphrodite Acraea, closed to women and invisible to them.
πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους, εἶθʼ αἱ Καρπασίαι νῆσοι, καὶ μετὰ ταῦτα ἡ Σαλαμίς, ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς· εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτʼ ἄλλος λιμὴν Λεύκολλα· εἶτʼ ἄκρα Πηδάλιον, ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής, ἱερὸς Ἀφροδίτης, εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα· εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον ἔχει δὲ λιμένα κλειστόν· ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός· ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι.
Near it lie the Cleides, and also several other islands, then the Carpasian islands, and after these Salamis, whence came Aristus the historian; then Arsinoe, a city and a harbor; then another harbor, Leucolla; then Cape Pedalium, above which lies a rugged, high, trapezoidal hill, sacred to Aphrodite, to which from the Cleides is six hundred and eighty stadia; then a gulf-like and rugged coasting voyage for the most part to Citium, which has a closed harbor; from here came Zeno, the founder of the Stoic sect, and Apollonius the physician; from here to Berytus is one thousand five hundred stadia.
εἶτʼ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη, καὶ ὄρος μαστοειδὲς Ὄλυμπος· εἶτα Κουριὰς χερρονησώδης, εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι. εἶτα πόλις Κούριον ὅρμον ἔχουσα, Ἀργείων κτίσμα.
Then Amathus, a city, and in between a small town called Palaea, and a breast-shaped mountain, Olympus; then the peninsular Curias, to which from Throni is seven hundred stadia; then the city Curium, having an anchorage, a founding of the Argives.
ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥᾳθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή
"
ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι,
ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι,
"
εἴθʼ Ἡδύλος ἐστὶν εἴθʼ ὁστισοῦν· φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας, καὶ ἐπιφθέγγεται διότι
"
μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον
χεῦμα δίʼ εἰαρινῷ ἐδράμομεν ζεφύρῳ
"
ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν, οὐ ζεφύρῳ δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν.
Now, therefore, one may observe the carelessness of the poet who composed this elegiac couplet, of which the beginning is: "Sacred to Phoebus, running through many a wave, We came, the swift deer, to escape the bows," whether it is Hedylus or whoever else; for he says that the deer started from the Corycian ridge and swam from the Cilician shore to the Curian shores, and he adds: "A countless wonder for men to perceive, how through the trackless flood we ran with the spring Zephyr," for from Corycus there is indeed a coasting voyage to the Curian beach, but not with the Zephyr, nor with the island on the right or on the left, and there is no sea-crossing.
ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος· εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος, ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης· εἶτʼ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα, καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δʼ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία.
At all events, the starting-point of the westerly voyage is Curium, which looks towards Rhodes, and immediately there is a promontory from which they cast those who have touched the altar of Apollo; then Treta and Boosoura and Palaepaphos, situated about ten stadia above the sea, having an anchorage and an ancient temple of the Paphian Aphrodite; then Cape Zephyria, having an anchorage, and another Arsinoe likewise having an anchorage, a temple, and a grove; and a little way from the sea is also Hierokepia.
εἶθʼ ἡ Πάφος, κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ κατεσκευασμένα· διέχει δὲ πεζῇ σταδίους ἑξήκοντα τῆς Παλαιπάφου, καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατʼ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων.
Then Paphos, founded by Agapenor, having both a harbor and well-constructed temples; it is distant sixty stadia on foot from Palaepaphos, and they make a festival-procession along this road annually to Palaepaphos, men and women together assembling also from the other cities.
φασὶ δʼ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους.
Some say that from Paphos to Alexandria is three thousand six hundred stadia.
εἶθʼ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον· εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος·
Then after Paphos is Acamas; then towards the east after Acamas is the voyage to the city of Arsinoe and the grove of Zeus; then the city of Soloi, having a harbor, a river, and a temple of Aphrodite and Isis.
κτίσμα δʼ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων· οἱ δʼ ἐνοικοῦντες Σόλιοι καλοῦνται.
It was founded by Phalerus and Acamas, Athenians; and the inhabitants are called Solioi.
ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων, ἀνὴρ ἡγεμονίας ἠξιωμένος· ὑπέρκειται δʼ ἐν μεσογαίᾳ Λιμενία πόλις· εἶθʼ ἡ Κρομμύου ἄκρα.
From here came Stasanor, one of the companions of Alexander, a man deemed worthy of high command; and in the interior above it lies the city Limenia; then Cape Crommyon.